Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Η ποιμαντική ευθύνη και η καθαρτική ενέργεια της ελεημοσύνης

Η υποχρέωση του διδασκάλου να νουθετεί το ποίμνιο προς αποφυγή της καταδίκης και η αναφορά στη σωτηριολογική αξία της ελεημοσύνης για τον καθαρμό των αμαρτιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ὀφείλομεν δὲ λοιπὸν καὶ τοὺς πλουσίους παρακαλέσαι. Μάλιστα μὲν οἱ πολλοὶ φιλόπτωχοί εἰσι, καὶ ἀφ᾽ ἑαυτῶν τοῦτο πράττουσι (καλῶς γὰρ ἐμελέτησαν ἀρδευθῆναι παρὰ τῶν τοιούτων ἀνδρῶν, ἐκείνων τῶν πρὸ ἡμῶν διδασκάλων, καρποφορεῖν)· ἀλλ᾽ ὅμως ἐπειδὴ καὶ τῶν παρ᾽ ἡμῖν πτωχῶν λόγον ἀπαιτοῦσιν, οὐκ ἀποκνήσω παρακαλέσαι αὐτοὺς, καὶ πρὸς ἐλεημοσύνην χειραγωγῆσαι, δύο ταῦτα παραφυλαττόμενος, τῷ μήτε αὐτοὺς παρὰ Θεῷ ἐγκληθῆναι, μήτε ἐμὲ παρὰ τῶν ἀγγέλων διαβληθῆναι· καὶ πῶς, ἐγὼ λέγω. Ἐὰν γὰρ μὴ καταβάλω τὰ τῆς θείας Γραφῆς λόγια εἰς τὴν ὑμετέραν ἀγαθὴν τράπεζαν, ὥσπερ ἀργύριον ἐπὶ τὸν τραπεζίτην, εὐθέως ἐγκαλοῦμαι παρὰ τοῦ Θεοῦ, καὶ ἀκούω παρ᾽ αὐτοῦ· Ἐχρῆν σε τὸ ἀργύριόν μου καταβαλεῖν τοῖς τραπεζίταις, καὶ ἐγὼ ἐλθὼν ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ. Εἰς τοῦτο γὰρ καὶ ἐνεκάλεσεν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις τῷ πιστευθέντι τὸ δηνάριον, καὶ κατακρύψαντι.

Καὶ πῶς ἀργύριον ὁ προφήτης λέγει, ἄκουσον· Τὰ λόγια Κυρίου λόγια ἁγνά· ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. Οὕτω καὶ τῷ προφήτῃ λέγει ὁ Θεός· Υἱὲ ἀνθρώπου, διαμαρτύρου τῷ λαῷ τούτῳ· καὶ πάλιν ἄλλως, Παρακαλεῖτε, οἱ ἱερεῖς, τὸν λαόν μου· λαλεῖτε εἰς τὰ ὦτα Ἱερουσαλήμ.

Τοιαύτας οὖν παραγγελίας δεξάμενος παρακαλῶ πάντας ὑμᾶς πρὸς ἐλεημοσύνην ἐλθεῖν, ἵνα μὴ καὶ παρ᾽ ὑμῶν κατ᾽ ἐκείνην τὴν ὥραν διαβληθῶ, ἐὰν, ὅπερ μὴ γένοιτο, ἀκούσῃ τις παρὰ τοῦ Κριτοῦ κατ᾽ ἐκείνην τὴν φοβερὰν ἡμέραν· Πονηρὲ δοῦλε, διὰ τί οὐκ ἠλέησας τὸν σύνδουλόν σου; καὶ νῦν σὺ πῶς θέλεις ἐλεηθῆναι; Καὶ πάλιν· Μετανοεῖτε νῦν, ὅτι ἐκεῖ οὐκ ἔστι καιρὸς μετανοίας· μήποτε ἐγκαλούμενός τις κατ᾽ ἐκείνην τὴν φρικτὴν ὥραν εἴπῃ, ὅτι Οὐκ ἐδιδάχθην παρὰ τοῦ ποιμένος, οὐκ ἔμαθον τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, οὐδὲ εἶπεν ἡμῖν, ὅτι ἐλεημοσύνη ἐξιλάσκεται ἁμαρτίας, οὐχ ἡρμήνευσεν ἡμῖν τὴν παρὰ σοῦ δοθεῖσαν αὐτῷ Γραφὴν τὴν λέγουσαν, Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος· ἀλλὰ μόνον τῆς Ἰουδαϊκῆς ἀπιστίας ἀπεχώρισεν ἡμᾶς, καὶ πάλιν Ἑλλήνων τὴν δεισιδαιμονίαν ἀπηγόρευσεν· ὧν καὶ τῆς παρανομίας διδαχθέντες ἀπέστημεν.

Εἰ γὰρ καὶ πρὸς ἐλεημοσύνην ἐπαίδευσεν ἡμᾶς, εἴχομεν καὶ ταύτης τοὺς καρποὺς δείξασθαι. Διὰ τοῦτο καὶ μετὰ παῤῥησίας παρακαλῶν οὐ παύομαι, ἀλλὰ νουθετῶ καὶ διαμαρτύρομαι πλουσίους ἅμα καὶ πένητας, ἄνδρας ὁμοῦ καὶ γυναῖκας, φείσασθε τῶν ὑμετέρων ψυχῶν, καὶ λυτρώσασθε ταύτας διὰ τῶν χρημάτων ἀπὸ τῆς μελλούσης ὀργῆς· κουφίσατε τὸ φορτίον τῶν ἁμαρτημάτων διὰ τῆς ἐλεημοσύνης· ἐλεήσατε, ἵνα ἐλεηθῆτε. Ἡ γὰρ ἐλεημοσύνη βαπτίσματος ἁγίου δύναμιν ἔχει· καὶ ὥσπερ τὸ ἅγιον λουτρὸν ἀποκαθαίρει τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, οὕτω καὶ ἡ ἐλεημοσύνη καθαίρει τῶν ἐλεούντων τὰ τῆς ψυχῆς πλημμελήματα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ᾽ ἡ θεία Γραφὴ διδάσκει λέγουσα· ἐλεημοσύναι καὶ πισταί εἰσιν· ἐκκαθαίρονται ἁμαρτίαι. Τὰ χρήματα, κἂν μὴ βουλώμεθα, ἐνταῦθα μένει· ἡ δὲ ψυχὴ, κἂν μὴ θέλωμεν, ἐκεῖθεν μεθοδεύεται, τὰς εὐθύνας ὑπέχουσα τῶν ἁμαρτημάτων. Διὰ τοῦτο γὰρ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν Εὐαγγελίοις ἔλεγε· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον κερδάνῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ἄκουε γοῦν, παρακαλῶ, τὸ ῥῆμα τοῦτο, ὅτι ἐν μὲν εἰρήνῃ καταφρονεῖται, ἐν δὲ ταῖς ἀνάγκαις δείκνυσι τοῦ νόμου τοῦ Θεοῦ τὴν δύναμιν.