Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Βιβλικά παραδείγματα προσφοράς και η σημασία της προαιρέσεως

Αναφορά στη χήρα του προφήτη Ηλία, στη χήρα του Ευαγγελίου και στον εκατόνταρχο Κορνήλιο, με έμφαση στην εσωτερική διάθεση της προσφοράς και την αποδοχή της από τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Εἶδες πόσος μισθὸς διὰ μικρὸν ἄρτον ἢ ἕνα ὀβολὸν ἀπόκειταί σοι; ἔγνως πόσον σοι προσάγει φῶς ὁ τῆς ἐλεημοσύνης καρπός; Θέλεις μαθεῖν πόσον θησαυρὸν προεξένησεν ἡμῖν ἡ μικρὰ τῶν πτωχῶν δόσις; βούλει ἰδεῖν τίνες πτωχοὶ πτωχὰ προσάγοντες μεγάλων θησαυρῶν χώραν ἐκληρονόμησαν; Ἄκουσον. Οὐ γὰρ ἀπὸ τῆς Καινῆς Διαθήκης πληροφοροῦμέν σε μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς, ἵνα σὺ διὰ τῆς φιλοπτωχίας κερδάνῃς τὸν οὐράνιον θησαυρόν. Λιμός ποτε κατὰ πᾶσαν τὴν γῆν τοὺς ἀνθρώπους ἐπεβόσκετο, καὶ τοσοῦτος λιμὸς, ὥστε καθ᾽ ἑκάστην ἡμέραν ποταμὸν ἀνθρώπων καὶ ζώων παραδίδοσθαι εἰς θάνατον, οὐκ ἐν ὀλίγῳ χρόνῳ, ἀλλ᾽ ἐν τρισὶν ἥμισιν ὅλοις ἐνιαυτοῖς, ὡς καὶ τὴν γῆν ἅπασαν καταφθαρῆναι.

Αἰτία δὲ γέγονε τοῦ κακοῦ ἡ τῶν Ἰσραηλιτῶν εἰδωλολατρεία, καὶ τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ ἡ παρανομία, δι᾽ ἣν ὁ Ἠλίας, ἄνθρωπος ὢν, ἐδυνήθη κλεῖθρα τοῖς οὐρανοῖς ἐπιβαλεῖν, εἰπών· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Καὶ οὐκ ἔβρεξεν ἐπὶ τὴν γῆν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ. Εἶτα λοιπὸν αἰσθόμενος ὁ παράνομος βασιλεὺς, ὅτι ὁ προφήτης Ἠλίας γέγονε διάκονος τῆς ἀποφάσεως ταύτης, περιήρχετο ζητῶν ἀποκτεῖναι αὐτόν. Ὥστε διὰ τοῦτο ἀποφυγὼν εἰς τὴν γῆν τῶν ἀλλοφύλων ὁ προφήτης εὗρε γυναῖκα χήραν, λείψανον τοῦ λιμοῦ, ὀλίγον ἄλευρον ἔχουσαν καὶ ὀλίγον ἔλαιον, ἐν οἷς πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῆς ζωῆς καὶ τῶν τέκνων αὐτῆς εἶχε κρεμαμένην. Καὶ λέγει αὐτῇ ὁ προφήτης Ἠλίας· Ἔνεγκέ μοι μικρὸν ἄρτον ἐν τῇ χειρί σου. Καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν· Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ᾽ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ οἰκίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσέρχομαι τοῦ ποιῆσαι αὐτὸ ἐμοὶ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. Μή τις ἡμῶν σήμερον εἰς τοσαύτην πενίαν ἐλαύνει; Μὴ γένοιτο. Ἀλλ᾽ ἐκ τοῦ λειψάνου τούτου τοῦ θανάτου ἐποίησεν ἡ χήρα τῷ προφήτῃ πρῶτον ἐγκρυφίαν, καὶ ἐξήνεγκεν αὐτῷ, καταφρονήσασα ἑαυτῆς καὶ τῶν τέκνων αὐτῆς.

Καὶ ποίαν ἔλαβεν ἀντιμισθίαν τῆς πενιχρᾶς ταύτης ἐλεημοσύνης; Ἄκουε φανερῶς τί φησιν ὁ προφήτης· Τάδε λέγει Κύριος· Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Ἕως πότε, προφῆτα; Ἕως τοῦ δοῦναι Κύριον ὑετὸν καὶ δρόσον ἐπὶ τὴν γῆν. Διὰ τοῦτο λέγει ὁ προφήτης· Εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται ἐλπὶς αὐτοῦ ἐν καιρῷ ἀβροχίας, καὶ οὐκ ἐλαττωθήσεται οὐδὲ διαλείψει. Καὶ ἐγένετο τὸ ῥῆμα τοῦ προφήτου ἔργον, καὶ οὔτε ἡ ὑδρία ἔλειψεν, οὔτε ὁ καμψάκης ἠλαττόνησε. Μὴ ταύτης πενέστερος εἶ, ὦ ἄνθρωπε; μὴ τοσοῦτος λιμὸς ἐπίκειταί σοι, τοῦ μὴ ποιῆσαι ἐλεημοσύνην; Οὐκ ἔστιν οὕτω, μὴ γένοιτο· ἀλλὰ καὶ ἔχεις καὶ δύνασαι, ὅστις ἐὰν εἶ, καὶ μάλιστα πιστός. Καὶ πρὸς μὲν τὸ σῶμα φιλότιμος ὑπάρχεις, περὶ δὲ τὴν ψυχὴν περίψηφος. Ἡ ἐλεημοσύνη τροφὴ τῆς ψυχῆς ἐστι· καὶ ὥσπερ ἄρτος καὶ οἶνος τοῦ σώματός ἐστι τροφὴ καὶ εὐφρασία, οὕτω καὶ ἡ ἐλεημοσύνη καὶ προσευχὴ τῆς ψυχῆς ὑπάρχει θεραπεία καὶ χαρά. Καὶ τί δίδωσιν ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, ἢ μόνον ἐλεημοσύνην; Εἰ δὲ ἀγνοεῖς, μάνθανε καὶ παρὰ τῆς χήρας τῆς ἐν τῇ Καινῇ Διαθήκῃ, ὅτι διὰ δύο ὀβολοὺς ὅλην τὴν τῶν οὐρανῶν βασιλείαν ἐκέρδανεν, αὐτὸν ὅλον τὸν Θεὸν ἐπαινέτην λαβοῦσα τῆς πτωχείας ταύτης, καὶ μέχρι τῶν οὐρανῶν ἀνελθούσης τῆς καρποφορίας αὐτῆς.

Οὐκ εἶδες τὸν Σωτῆρα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ἀποδεχόμενον τὴν χήραν τὴν βάλλουσαν ἐν τῷ γαζοφυλακίῳ τὰ δύο λεπτὰ, καὶ χαρισάμενον αὐτῇ τὸν στέφανον τὸν ἐπουράνιον; Εἶδε γὰρ τῆς ψυχῆς τὴν εὐωδίαν, εἶδε τὴν πτωχὴν φιλόπτωχον, εἶδε τὴν ἐνδεῆ χρημάτων τοῖς μὴ ἐνδεέσι συνεισφέρουσαν. Πολλοὶ μὲν ἦσαν οἱ βάλλοντες πολλὰ εἰς τὸ γαζοφυλάκιον· καὶ παρῆν τοῖς γενομένοις ὁ Θεὸς ἅμα καὶ ἄνθρωπος, ὁ αὐτὸς οὐ δικάζων κατὰ πρόσωπον, καὶ τὰς καρδίας τῶν ἀνθρώπων διερευνῶν. Καὶ ποίαν ἀπόφασιν ἐκφέρει περὶ τούτων, ἀκούσωμεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη πλεῖον πάντων ἔβαλεν. Οὐ γὰρ τὰ βαλλόμενα πάντα ἀποδέχομαι, φησὶν, ἀλλὰ καὶ τὴν προαίρεσιν τῶν συνεισφερόντων δοκιμάζω. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη πλεῖον πάντων ἔβαλεν. Διὰ τί;

Ὅτι οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἤνεγκαν, αὕτη δὲ ὄλον τὸν βίον αὐτῆς εἰσήνεγκεν. Οὐκοῦν ἐπειδὴ δικαίως ἔκρινεν, εἴπωμεν καὶ ἡμεῖς ἅπαντες τῷ Θεῷ, ὡς ὁ Προφήτης εἶπε· Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου· ὅτι τὴν προαίρεσιν τῶν ἀνθρώπων δοκιμάζεις, καὶ οὐ τῷ πλήθει τῶν προσφερομένων τὴν βασιλείαν περιγράφεις. Οὐ γὰρ προσέχεις τοῖς προσφερομένοις, ἀλλὰ τῇ διαθέσει τῶν προσφερόντων. Μὴ τοίνυν ὀκνήσῃ τις ὑμῶν, παρακαλῶ, κἂν δύο λεπτὰ, κἂν δέκα ὀβολοὺς εἰς τὸ γαζοφυλάκιον τῶν χηρῶν καὶ ὀρφανῶν καταβαλεῖν· οὕτω γὰρ καὶ ἡ ἁγία Γραφὴ διδάσκει, ὅτι καθὼς ἂν ἔχῃ τις προαίρεσιν, εὐπρόσδεκτός ἐστι παρὰ τῷ Θεῷ. Μὴ οὖν γένηται ἡ τράπεζα ἐκείνη ἀλλοτρία τῆς σῆς καρποφορίας· ἀλλ᾽ ἔχε μερίδα μετ᾽ αὐτῆς, ἵνα λάβῃς μερίδα μετὰ τῶν κομιζομένων, ἔλεος παρὰ τοῦ ἐλεήμονος Θεοῦ τοῦ εἰπόντος· Ἐλεεῖτε, ἵνα ἐλεηθῆτε.

Ὥσπερ γὰρ πιστεύεται, ὅτι ἔστιν ἄγγελος ἐξ οὐρανοῦ ὁ τὰς προσευχὰς δεχόμενος τοῦ λαοῦ, καὶ προσφέρων τῷ Θεῷ ταύτας, καὶ σπουδάζεις μετὰ πάντων ἀποδοῦναι τῷ Θεῷ τὰς εὐχὰς, ἵνα σου τὸ δῶρον τῆς προσευχῆς μετὰ πάντων ἀποδεχθῇ· οὕτω πίστευε, ὅτι καὶ ἐν τούτοις ἐστὶν ἄγγελος ὁ δεχόμενος τὰ παρὰ σοῦ διδόμενα τοῖς πτωχοῖς, καὶ ταῦτα προσφέρων τῷ Θεῷ. Καὶ ποῖός ἐστιν οὗτος ὁ ἄγγελος, ἀλλ᾽ ἢ ὁ τὰς προσευχὰς καὶ τὰς ἐλεημοσύνας Κορνηλίου τῷ Θεῷ προσενέγκας, καὶ εἰπὼν αὐτῷ· Κορνήλιε, αἱ ἐλεημοσύναι σου καὶ αἱ προσευχαί σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ; Καὶ ἦν τὸ πρώην Ἕλλην· μετὰ τοῦτο δὲ, ἀφ᾽ οὗ ἐλάλησεν αὐτῷ ὁ ἄγγελος, ἐγένετο πιστὸς, καὶ οὕτω προσεδέχθησαν. Πόσῳ μᾶλλον σοῦ τοῦ φιλοχρίστου;