Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Το πρόσωπο του Χριστού στους πένητες και ο καθαρισμός της ψυχής

Η θεολογική ταύτιση του Χριστού με τους εμπερίστατους αδελφούς, η αναγκαιότητα της έμπρακτης αγάπης κατά την προσευχή και η σημασία της ελεημοσύνης για τον ασφαλή θησαυρισμό στον ουρανό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Εἰσέρχεται ὁ πένης εἰς τὴν αὐλήν σου ζητῶν ἐλεημοσύνην, καὶ ἀναλίσκει δύο ὥρας μηδὲν λαμβάνων, καὶ ἐνίοτε ἐπιτάττεις τῷ δούλῳ σου βάλλειν αὐτὸν ἔξω. Οὐκ οἶδας, ὅτι ἐὰν βάλῃς τὸν πτωχὸν ἔξω, τὸν Χριστὸν ἐδίωξας;

Αὐτὸς γὰρ εἶπεν, ὅτι Ἐφ᾽ ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Ὁρᾷς ὅτι ἐὰν ὑβρίζῃς τὸν πένητα, τὸν Χριστὸν ἀτιμάζεις; Ὅσα γὰρ τῷ πένητι ποιήσεις, εἰς Χριστὸν ἀνατρέχει, καθὼς αὐτὸς εἶπε. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι· Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.

Οὐ παύσομαι ὑμᾶς παιδεύων, ἕως ἂν βελτίους γένησθε· γέγραπται γὰρ, Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων. Παρακοὴ θάνατον κατεργάζεται. Βλέπεις πένητα, καὶ οὐκ ἐλεεῖς; πῶς ἀπέρχῃ ἐν τῇ ἐκκλησίᾳ, καὶ εὔχῃ; πῶς τὸ στόμα σου ἀνοίγεις, καὶ ἐπικαλῇ τὸν Θεόν; οὐκ ἐρυθριᾷς; οὐ τρέμεις; οὐ φρίττεις;

Εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ εὔξασθαι; Ποίησον ἐλεημοσύνην, ἵνα ἐγγραφῇ σου ἡ ἐλεημοσύνη καὶ ἡ δέησις. Ἐνίοτέ τινες ἐκβάλλουσι δέησιν παρὰ τοῦ βασιλέως τοῦ ἐπιγείου, καὶ ἀναλίσκουσι διακοσίους χρυσίνους, καὶ πολλάκις οὐδὲν αὐτοῖς προχωρεῖ, ἀλλὰ ὡς σχεδάριον κατέχουσιν αὐτὸ, καὶ σὺ δύο ὀβολῶν οὐ θέλεις ὑπογραφῆναί σου τὴν δέησιν; Ἐνταῦθα ὁ βασιλεὺς ὁ ἐπίγειος ἐπιγράφει, καὶ πολλάκις ἐναντία ἐστὶν ἡ ὑπογραφή· ὁ δὲ βασιλεὺς τῶν βασιλευόντων ἐὰν ὑπογράψῃ, κεκύρωται καὶ βεβαίωται. Εἶδες δέησιν δύο ὀβολῶν ὑπογραφομένην; Διὰ τοῦτο δύο νιπτῆρές εἰσι πρὸ τῶν πυλῶν τῆς ἐκκλησίας· μία τοῦ ὕδατος, ἐν ᾗ νίπτεις τὰς χεῖρας, καὶ μία ἡ χεὶρ τοῦ πένητος, ἐν ᾗ ἀποσμήχεις τὴν ψυχήν σου. Εἰσέρχου εἰς τὴν ἐκκλησίαν, καὶ νίπτε τὰς χεῖράς σου· ἐπίδος εἰς τὴν χεῖρα τοῦ πένητος ὀβολὸν, καὶ ἀπόσμηχε τὴν ψυχήν σου. Ἐὰν δὲ εἰσέλθῃς καὶ νίψῃς καὶ εὔξῃ, τῷ δὲ πένητι μηδὲν ἐπιδώσῃς, τί ὄφελος; Πλοῦτον ἔχεις, καὶ κρύπτεις αὐτὸν ἐπὶ τῆς γῆς, ἐν ᾗ ἔρχονται νυκτὸς λῃσταὶ, καὶ διορύσσουσι καὶ κλέπτουσι τὸν θησαυρόν σου, καὶ ἀναστὰς πρωῒ θεωρεῖς αὐτὸν σεσυλημένον. Θέλεις μὴ συληθῆναι; Ὃ λέγω σοι, τοῦτο ποίησον, καὶ οὐδέποτε συληθήσῃ εἰς τὸν αἰῶνα.

Θησαυρὸν ἔχεις; Χῶσον αὐτὸν εἰς τὴν κοιλίαν τῶν πενήτων, καὶ ἐνδυναμοῦ· οὐδέποτε γὰρ δύναται συληθῆναι. Ἐὰν δὲ χώσῃς εἰς τὴν γῆν, ἀπολέσεις αὐτόν· καὶ ἐὰν δὲ μὴ ἀπολέσῃς, φυλαχθῇ δὲ, μετὰ τὴν τελευτήν σου καὶ ἄλλοι πλουτοῦσιν ἐκ τῶν σῶν. Τί σοι τὸ ὄφελος, ὅτι κάμνεις καὶ μοχθεῖς, καὶ ἄλλοι εἰσέρχονται εἰς τὰ ὑπάρχοντά σου, ἀφ᾽ ὧν οὐ λήψῃ μισθὸν, καὶ κατατρυφῶσιν;

Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, Θησαυρίζει ὁ πλούσιος, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά; Καὶ πάλιν ἀλλαχοῦ ὁ αὐτὸς λέγει, Ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν· καί· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅτι ἐν τῷ ἀποθνήσκειν αὐτὸν οὐ λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.

Καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος τῷ ἄφρονι πλουσίῳ λέγει· Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Ὁρᾷς ὅσα πάσχουσιν οἱ θησαυρίζοντες ἑαυτοῖς ἐπὶ τῆς γῆς. Ἀλλὰ θησαυρίσατε ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ μένει ἄσυλος.