Οὐκ οἶδα ἀξίωμα ἐγὼ, οὐδὲ διαβάλλω, ἀλλὰ τοὺς κακοὺς τῷ καλῷ κακῶς χρωμένους. Καλὸν τὸ πλουτεῖν· εἴ τι γὰρ ὁ Θεὸς ἐποίησε, πάντα καλὰ λίαν. Βλέπεις πένητα, καὶ ὑπερηφανεῖς, καὶ οὐκ ἐννοεῖς, ὅτι ἄνθρωπος εἶ, καὶ ὁ πένης ἅνθρωπός ἐστιν· ἄνθρωπος, τὸ περισπούδαστον ζῶον τοῦ Θεοῦ· ἄνθρωπος, δι᾽ ὃν οὐρανὸς ἐτανύσθη· ἄνθρωπος δι᾽ ὃν ὁ ἥλιος δρόμους τρέχει· ἄνθρωπος, δι᾽ ὃν ἡ σελήνη ἐπιγινώσκει δυσμάς· ἄνθρωπος, δι᾽ ὃν ἄστρα δίδωσι τὸ φέγγος αὐτῶν, δι᾽ ὃν θάλασσα ἡπλώθη, δι᾽ ὃν ἡ γῆ ἐθεμελιώθη ἐπὶ τῶν ὑδάτων· δι᾽ ὃν ὄρη καὶ νάπαι καὶ βουνοὶ, δι᾽ ὃν ἄλση καὶ δρυμοὶ καὶ φάραγγες καὶ πεδιάδες, δι᾽ ὃν πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, δι᾽ ὃν ἡ γῆ ἀνέτειλε βοτάνην χόρτου, καὶ τὰ ὕδατα ἐκβάλλουσι ψυχὰς ζώσας, δι᾽ ὃν κτήνη, τετράποδα καὶ ἑρπετὰ καὶ πετεινὰ, δι᾽ ὃν χρόνοι καὶ ἐνιαυτοὶ καὶ μῆνες καὶ ἡμέραι καὶ ὧραι καὶ νύκτες, δι᾽ ὃν ἄγγελοι καὶ ἀρχάγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ. Τί δὲ πολλὰ λέγω; Δι᾽ ὃν ὁ Δεσπότης τὸ αἷμα αὐτοῦ ἐξέχεεν. Ἄνθρωπος τιμίῳ αἵματι ἀγορασθεὶς, καὶ τοῦτον παραβλέπεις; οὐκ ἄνθρωπός ἐστιν, ὡς καὶ σὺ, ὅτι πένης ἐστί; διὰ τοῦτο ὑπερηφανεῖς αὐτόν; οὐχὶ πένητας ἐξελέξατο ὁ Θεός; μὴ γὰρ πλουσίους; Πέτρος, ὁ κορυφαῖος τῶν ἀποστόλων, ἡ κρηπὶς τῆς Ἐκκλησίας, ὁ ὄντως Πέτρος καὶ τῷ ὀνόματι καὶ τῷ πράγματι, οὐχὶ πένης ἦν;