Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Η διαχείριση του πλούτου, η δοκιμασία της πενίας και η μέλλουσα κρίση

Η υπομονή του Ιώβ έναντι των πειρασμών, η παραβολή του Λαζάρου και η αναφορά στην τελική κρίση σε αντιδιαστολή με τη ματαιότητα της τρυφής και την πραγματική αξία του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Πάλιν πενήτων ὑπόμνησις, πάλιν πλουσίων ὄνειδος. Οὐκ ἀξίωμα διαβάλλω, μὴ γένοιτο, ἀλλ᾽ ἀκόλαστον γνώμην· οὐ πλοῦτον διαβάλλω, ἀλλὰ τοὺς κακῶς πλουτοῦντας· καλὸν γὰρ ὁ πλοῦτος τοῖς καλῶς διοικοῦσιν αὐτόν· καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσιν αὐτήν. Ἐπεὶ καὶ Ἀβραὰμ ἦν πλούσιος, καὶ οὐδένα ὑπερηφάνησε, καὶ Λάζαρος πένης ἦν, καὶ οὐδέποτε ἐδυσπέτησε, καὶ μάλιστα ἐν τοσαύτῃ ἀνάγκῃ. Ἵνα τί δὲ δύο πρόσωπα μαρτύρων ἤνεγκα; Φέρε μοι ἐνταῦθα τὸν μακάριον Ἰὼβ ἑκατέρων τὴν πεῖραν εἰληφότα. Καὶ ὅτε πλούσιος ἦν, ἔλεγε, Παντὶ ἀνθρώπῳ ἠνέῳκτό μου ὁ οἶκος· καὶ ὅτε ἐπένετο, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Πόσα ἐπάλαισεν ὁ διάβολος, καὶ τὸν δίκαιον οὐκ ἔῤῥηξε; Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσε, καὶ τὸν στρατιώτην οὐκ ἔτρωσε· τὰ μηχανήματα προσήνεγκε, καὶ τὸν πύργον οὐκ ἐσάλευσε· τὸ δένδρον ἐτίναξε, καὶ τὸν καρπὸν οὐκ ἐτρύγησε· τοὺς κλάδους ἔκλασε, καὶ τὴν ῥίζαν οὐκ ἀνέσπασε· τὸν τοῖχον διώρυξε, καὶ τὸν θησαυρὸν οὐκ ἐσύλησε. Θησαυρὸν δὲ λέγω οὐ χρυσοῦ καὶ ἀργύρου, ἀλλὰ τὴν ἀσάλευτον αὐτοῦ πίστιν· τοῦτον γὰρ τὸν αὐτοῦ θησαυρὸν ἐβούλετο συλῆσαι ὁ διάβολος. Εἶδες τὸν καρπὸν πληθυνόμενον; εἶδες τὴν πίστιν ὡς πέτραν ἐστηριγμένην; εἶδες τὸν πύργον ἄῤῥηκτον ἑστῶτα; εἶδες τὸν στρατιώτην παραταττόμενον, εἶδες τὸν διάβολον ἀφανιούμενον;

εἶδες τὸν Θεὸν βραβεύοντα, εἶδες τὸν διάβολον αἰσχυνόμενον; Ποῖον ὄνομα καλέσαι τὸν δίκαιον οὐκ οἶδα. Ἀθλητὴν αὐτὸν εἴπω; Ἀλλὰ πολύαθλος τοῖς παλαίσμασι. Στρατιώτην αὐτὸν εἴπω; Ἀλλὰ δυνατώτερος τῇ καρδίᾳ. Πύργον αὐτὸν εἴπω; Ἀλλ᾽ ὑψηλότερος τῷ φρονήματι. Πέτραν αὐτὸν εἴπω; Ἀλλὰ στερεώτερος.

Δένδρον αὐτὸν εἴπω; Ἀλλ᾽ ὡραιότερος. Θησαυρὸν αὐτὸν εἴπω; ἀλλὰ πολυτελέστερος. Ποῖον ὄνομα ἔχω ἐπιθεῖναι τῷ δικαίῳ οὐκ οἶδα. Ἀκουέτωσαν οἱ πλούσιοι, ἀκουέτωσαν καὶ οἱ πένητες, πῶς ὁ μακάριος οὗτος ἐν μὲν τῇ εὐημερίᾳ αὐτοῦ διῴκησε τὸν ἑαυτοῦ πλοῦτον, ἐν δὲ πενίᾳ πόσον πειρασμὸν ὑπομείνας, οὐκ ἐλύθη ἡ ἐλπὶς αὐτοῦ ἀπὸ Θεοῦ. Ὁρᾷς ὅτι καλὸν τὸ πλουτεῖν τοῖς καλῶς διοικοῦσι, καὶ καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσι;

Μή μοι λέγε, ὅτι Πενίαν φοβοῦμαι. Πενίαν φοβῇ, καὶ τὸν Θεὸν οὐ φοβῇ; Πτωχείαν φοβῇ, καὶ ἁμαρτίαν οὐ φοβῇ; Μὴ φοβηθῇς πενίαν, ἀλλ᾽ ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Ἐὰν ἔχῃς φίλον τὸν βασιλέα, πλουτίσει σε· καὶ ἐὰν ἀγαπᾷς τὸν Χριστὸν καὶ τοὺς πτωχοὺς, πλουτίσει σε. Αὐτὸς πλουτίζει καὶ πτωχίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἀνυψοῖ πτωχόν. Ὁ Δεσπότης αἰτεῖ ἐντολὴν, καὶ οὐ δίδως αὐτῷ;

Ὅταν γὰρ ἀκούσῃς αὐτοῦ λέγοντος, ὅτι Ἐφ᾽ ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε, ὁρᾷς ὅτι ἐὰν δίδως τῷ πένητι, τῷ Θεῷ δίδως. Ἐὰν μὴ δώσῃς οὖν αὐτῷ, πῶς καὶ σὺ αἰτήσεις αὐτὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἵνα σε ἐλεήσῃ; ἆρα οὐκ ἐγκαλέσει σοι, ὅτι Πεινῶντά με εἶδες, καὶ οὐκ ἐχόρτασας· διψῶντά με εἶδες, καὶ οὐκ ἐπότισας· γυμνὸν εἶδες, καὶ οὐκ ἐνέδυσας; τί ἄρα ἐρεῖς αὐτῷ; ποίαν ἕξεις συγγνώμην; Σὺ σηρικὰ καὶ λαγῷα καὶ αἴγεια περιβέβλησαι, καὶ ὁ πένης ῥάκος οὐκ ἔχει· καὶ σὺ μὲν τρώγεις φασιανοὺς ἢ ὄρνεις καὶ χῆνας καὶ ὅσα ἐστὶν ἐν ἐδέσμασι· καὶ ὁ πένης οὐκ ἰσχύει τὴν ἑαυτοῦ κοιλίαν χορτάσαι ἄρτῳ καὶ λαχάνοις· σὺ ἔχεις τοίχους χρυσορόφους καὶ μάρμαρα Λακεδαιμόνια ποικίλα, καὶ κίονας καὶ περικεφαλαίας κιόνων χρυσᾶς· καὶ ὁ πένης οὐκ ἔχει καλύβην. Καὶ ἐνίοτε ἔχεις τὸν οἶκον ἀπὸ ἁρπαγῆς, ἀπὸ πλεονεξίας· καὶ σὺ τελευτᾷς, καὶ ὑπάγεις μηδὲν ἔχων, καὶ μένει σου ὁ οἶκος διηνεκὴς κατήγορος ἐλέγχων τὰς σὰς πράξεις. Ἕκαστος γὰρ παρερχόμενος μέλλει λέγειν· Οὗτος ὁ οἶκός ἐστιν ἐκείνου τοῦ ἅρπαγος, τοῦ πλεονέκτου· πόσας χήρας ἐκάκωσε; πόσους ὀρφανοὺς κατεπόνησε; πόσα ὑπάρχοντα διήρπασε; πόσους πένητας ἐπλεονέκτησε; Μή μοι λέγε, ὅτι Ὕπαρχός εἰμι.

Οὐκ οἶδα ἀξίωμα ἐγὼ, οὐδὲ διαβάλλω, ἀλλὰ τοὺς κακοὺς τῷ καλῷ κακῶς χρωμένους. Καλὸν τὸ πλουτεῖν· εἴ τι γὰρ ὁ Θεὸς ἐποίησε, πάντα καλὰ λίαν. Βλέπεις πένητα, καὶ ὑπερηφανεῖς, καὶ οὐκ ἐννοεῖς, ὅτι ἄνθρωπος εἶ, καὶ ὁ πένης ἅνθρωπός ἐστιν· ἄνθρωπος, τὸ περισπούδαστον ζῶον τοῦ Θεοῦ· ἄνθρωπος, δι᾽ ὃν οὐρανὸς ἐτανύσθη· ἄνθρωπος δι᾽ ὃν ὁ ἥλιος δρόμους τρέχει· ἄνθρωπος, δι᾽ ὃν ἡ σελήνη ἐπιγινώσκει δυσμάς· ἄνθρωπος, δι᾽ ὃν ἄστρα δίδωσι τὸ φέγγος αὐτῶν, δι᾽ ὃν θάλασσα ἡπλώθη, δι᾽ ὃν ἡ γῆ ἐθεμελιώθη ἐπὶ τῶν ὑδάτων· δι᾽ ὃν ὄρη καὶ νάπαι καὶ βουνοὶ, δι᾽ ὃν ἄλση καὶ δρυμοὶ καὶ φάραγγες καὶ πεδιάδες, δι᾽ ὃν πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, δι᾽ ὃν ἡ γῆ ἀνέτειλε βοτάνην χόρτου, καὶ τὰ ὕδατα ἐκβάλλουσι ψυχὰς ζώσας, δι᾽ ὃν κτήνη, τετράποδα καὶ ἑρπετὰ καὶ πετεινὰ, δι᾽ ὃν χρόνοι καὶ ἐνιαυτοὶ καὶ μῆνες καὶ ἡμέραι καὶ ὧραι καὶ νύκτες, δι᾽ ὃν ἄγγελοι καὶ ἀρχάγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ. Τί δὲ πολλὰ λέγω; Δι᾽ ὃν ὁ Δεσπότης τὸ αἷμα αὐτοῦ ἐξέχεεν. Ἄνθρωπος τιμίῳ αἵματι ἀγορασθεὶς, καὶ τοῦτον παραβλέπεις; οὐκ ἄνθρωπός ἐστιν, ὡς καὶ σὺ, ὅτι πένης ἐστί; διὰ τοῦτο ὑπερηφανεῖς αὐτόν; οὐχὶ πένητας ἐξελέξατο ὁ Θεός; μὴ γὰρ πλουσίους; Πέτρος, ὁ κορυφαῖος τῶν ἀποστόλων, ἡ κρηπὶς τῆς Ἐκκλησίας, ὁ ὄντως Πέτρος καὶ τῷ ὀνόματι καὶ τῷ πράγματι, οὐχὶ πένης ἦν;