Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Ο χρόνος, ο τρόπος και το πνεύμα της εισφοράς υπέρ των πενήτων

Ανάλυση της εντολής για τακτική αποταμίευση κατά την ημέρα της Κυριακής, η ανάδειξη της οικίας σε εκκλησία και η θεολογική σημασία της ιλαρότητας στην ελεημοσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

γʹ. Τίνες μὲν οὖν εἰσιν οἱ ἅγιοι οὗτοι, καὶ τί δήποτε πλείονα ὑπὲρ αὐτῶν ποιεῖται πρόνοιαν, ἱκανῶς ἀποδέδεικται· δεῖ δὲ λοιπὸν ζητῆσαι, τίνος ἕνεκεν Γαλατῶν μέμνηται. Διὰ τί γὰρ μὴ εἶπε· Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους τοῦτο ποιήσατε· κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων· ἀλλ᾽ εἰπὼν, Περὶ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε; Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ, καὶ οὐδὲ μιᾶς, οὐδὲ δύο, οὐδὲ τριῶν ἀναμιμνήσκει πόλεων, ἀλλὰ ἔθνους ὁλοκλήρου; Ἵνα πλείονα δέξωνται προθυμίαν, καὶ τὰ ἑτέρων ἐγκώμια αὐτοῖς ὑπόθεσις γένηται ζήλου. Εἶτα λέγει καὶ τὸν τρόπον, καθ᾽ ὃν διέταξε· Κατὰ μίαν σαββάτων, φησὶν, ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Μίαν σαββάτων τὴν κυριακὴν ἐκάλεσε.

Καὶ τίνος ἕνεκεν ταύτην ἐπέταξε τῇ εἰσφορᾷ τὴν ἡμέραν; διὰ τί μὴ εἶπε, τῇ δευτέρᾳ τῶν σαββάτων, τῇ τρίτῃ τῶν σαββάτων, ἢ αὐτοῖς τοῖς σάββασιν; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ· ἀλλὰ βουλόμενός τινα καὶ ἀπὸ τοῦ καιροῦ λαβεῖν συμμαχίαν εἰς τὸ προθυμοτέρους ποιῆσαι τοὺς εἰσφέροντας. Οὐ μικρὸν δὲ ἐπιτηδειότης καιροῦ ἐν ἅπασι πράγμασι. Καὶ τί, φησὶν, ὁ καιρὸς ἐπιτήδειον ἔχει πρὸς τὸ πεῖσαι διδόναι ἐλεημοσύνην;

Κατὰ τὴν ἡμέραν ταύτην τὸ πάσης ἐργασίας ἀφίστασθαι, τὸ φαιδροτέραν γίνεσθαι τὴν ψυχὴν ἐκ τῆς ἀνέσεως, τὸ δὲ πάντων μεῖζον, τὸ μυρίων ἡμᾶς κατ᾽ αὐτὴν ἀπολελαυκέναι καλῶν. Ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ κατελύθη ὁ θάνατος, ἐσβέσθη ἡ κατάρα, ἁμαρτία ἠφανίσθη, ᾅδου πύλαι συνεκλάσθησαν, καὶ δέσμιος ὁ διάβολος γέγονε, καὶ ὁ χρόνιος ἀνῃρήθη πόλεμος, καὶ καταλλαγαὶ Θεοῦ πρὸς ἀνθρώπους ἐγένοντο· καὶ πρὸς τὴν προτέραν, μᾶλλον δὲ πρὸς πολλῷ μείζονα ἐπανῆλθεν εὐγένειαν ἡμῶν τὸ γένος, καὶ τὸ θαυμαστὸν ἐκεῖνο καὶ παράδοξον ἐπεῖδε θέαμα ἥλιος, ἄνθρωπον ἀθάνατον γεγενημένον. Τούτων δὲ πάντων ἡμᾶς ἀναμνῆσαι βουλόμενος, καὶ τῶν τοιούτων, τὴν ἡμέραν εἰς μέσον ἤγαγε, μονονουχὶ συνήγορον αὐτὴν λαμβάνων, καὶ πρὸς ἕκαστον λέγων· Ἐννόησον πόσων καὶ ἡλίκων ἀπέλαυσας ἀγαθῶν κατὰ τὴν ἡμέραν ταύτην, ἄνθρωπε· πόσων ἀπηλλάγης κακῶν· τίς ὢν τὸ πρότερον, τίς ἐγένου μετὰ ταῦτα. Εἰ δὲ τὰς γενεθλίους ἡμῶν ἡμέρας, πολλοὶ δὲ τῶν οἰκετῶν κἀκείνας, ἐν αἷς ἠλευθερώθησαν, μετὰ πολλῆς ἄγουσι τῆς τιμῆς, καὶ οἱ μὲν συμπόσια ποιοῦνται, οἱ δὲ ἐλεύθεροι καὶ δῶρα δωροῦνται, πολλὰ τὸν καιρὸν τιμῶντες· πολλῷ μᾶλλον ἡμᾶς χρὴ τιμᾷν τὴν ἡμέραν ταύτην, ἣν οὐκ ἄν τις ἁμάρτοι τῆς ἀνθρωπίνης φύσεως ἁπάσης γενέθλιον προσειπών. Ἀπολωλότες γὰρ ἦμεν, καὶ εὑρέθημεν· νεκροὶ, καὶ ἀνεζήσαμεν· ἐχθροὶ, καὶ κατηλλάγημεν.

Διὰ τοῦτο καὶ προσήκει αὐτὴν τιμᾷν τιμὴν πνευματικὴν, οὐχὶ συμπόσια ποιοῦντας, οὐδὲ οἶνον ἐκχέοντας, οὐδὲ μεθύοντας καὶ χορεύοντας, ἀλλὰ τοὺς πτωχοτέρους τῶν ἀδελφῶν ἐν πολλῇ καθιστάντας ἀφθονίᾳ. Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε, ἀλλ᾽ ἵνα καὶ μιμῆσθε. Μὴ γὰρ δὴ μόνον πρὸς Κορινθίους ταῦτα εἰρῆσθαι νομίζετε, ἀλλὰ καὶ πρὸς ἡμῶν ἕκαστον, καὶ τῶν μετὰ ταῦτα ἐσομένων ἁπάντων· καὶ ποιῶμεν αὐτὸ δὲ τοῦτο, ὅπερ Παῦλος ἐπέταξε· καὶ κατὰ κυριακὴν ἕκαστος ἀποτιθέσθω οἴκοι χρήματα δεσποτικά· καὶ νόμος ἔστω τὸ πρᾶγμα καὶ συνήθεια ἀκίνητος, καὶ οὐ δεησόμεθα παραινέσεως λοιπὸν, οὐδὲ συμβουλῆς· οὐ γὰρ οὕτω λόγος καὶ παραίνεσις ἰσχύει τὰ τοιαῦτα κατορθοῦν, ὡς συνήθεια χρόνῳ βεβαιωθεῖσα.

Ἂν τοῦτο κυρώσωμεν κατὰ κυριακὴν ἀποτίθεσθαί τι πρὸς τὴν τῶν πενήτων ἀντίληψιν, οὐδ᾽ ἂν μυρίαι γένοιντο ἀνάγκαι, τὸν νόμον παραβησόμεθα τοῦτον. Εἰπὼν δὲ, Κατὰ μίαν σαββάτων, ἐπήγαγεν, Ἕκαστος ὑμῶν. Οὐχὶ πλουσίοις λέγω, φησὶ, μόνον, ἀλλὰ καὶ πένησιν· οὐκ ἐλευθέροις, ἀλλὰ καὶ δούλοις· οὐκ ἀνδράσιν, ἀλλὰ καὶ γυναιξί. Μηδεὶς ἔστω ταύτης ἀτελὴς τῆς λειτουργίας, μηδὲ ἄμοιρος τοῦ κέρδους, ἀλλ᾽ ἕκαστος εἰσφερέτω. Οὐδὲ γὰρ ἡ πενία κώλυμα γένοιτ᾽ ἂν τῆς τοιαύτης εἰσφορᾶς. Κἂν γὰρ μυριάκις ᾖς πένης, οὐκ εἶ πενέστερος τῆς χήρας ἐκείνης, ἣ τὴν οὐσίαν πᾶσαν ἐκένωσε. Κἂν μυριάκις ᾖς πτωχὸς, οὐκ εἶ πτωχότερος τῆς Σιδωνίας γυναικὸς, ἣ δράκα ἀλεύρου μόνον ἔχουσα, οὐδὲ οὕτως ἐστενοχωρεῖτο πρὸς τὴν τοῦ προφήτου δεξίωσιν· ἀλλ᾽ ὁρῶσα καὶ χορὸν περιεστῶτα παίδων, καὶ λιμὸν ἐπικείμενον, καὶ οὐδὲν ἀποκείμενον ἕτερον, μετὰ πολλῆς τῆς προθυμίας τὸν προφήτην ἐδέχετο. Τίνος δὲ ἕνεκεν εἶπεν, ὅτι Παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων; Ἐπειδὴ ὁ τιθεὶς ἴσως ᾐσχύνετο καὶ ἠρυθρία ὀλίγον ὂν ἐπιδεῖξαι.

Διὰ τοῦτό φησι, Σὺ τήρει καὶ φύλαττε, καὶ ὅταν ταῖς κατὰ μέρος εἰσφοραῖς τὸ ὀλίγον πολὺ γένηται, τότε ἄγε εἰς μέσον. Καὶ οὐκ εἶπε, συλλέγων, ἀλλὰ, θησαυρίζων, ἵνα μάθῃς ὅτι ἡ δαπάνη αὕτη θησαυρός ἐστιν, ὅτι τὸ ἀνάλωμα τοῦτο πρόσοδος γίνεται· θησαυρὸς θησαυροῦ παντὸς βελτίων.

Οὗτος μὲν γὰρ ὁ αἰσθητὸς καὶ ἐπιβουλεύεται καὶ μειοῦται, καὶ τοὺς εὑρόντας πολλάκις ἀπώλεσεν· ὁ δὲ ἐν τοῖς οὐρανοῖς, τοὐναντίον ἅπαν· ἀνάλωτος μένει καὶ ἀνεπιβούλευτος, σωτηρία τοῖς κεκτημένοις καὶ τοῖς μεταλαμβάνουσιν. Οὐ γὰρ δαπανᾶται χρόνῳ, οὐχ ἁλίσκεται φθόνῳ, ἀλλ᾽ ἔστιν ἀχείρωτος πάσαις ταῖς τοιαύταις ἐπιβουλαῖς, καὶ μυρία κομίζει τοῖς λέγουσιν αὐτὸν ἀγαθά.

δʹ. Πειθώμεθα τοίνυν, καὶ ποιῶμεν οὕτω καὶ ἡμεῖς· καὶ ἔστω καὶ ἱερὰ χρήματα μετὰ τῶν ἰδιωτικῶν ἐν ταῖς οἰκίαις ἀποκείμενα ταῖς ἡμετέραις, ἵνα καὶ τὰ ἰδιωτικὰ διὰ τούτων φυλάττηται. Καθάπερ γὰρ ἐν ταμιείοις βασιλικοῖς ἂν φανῇ τινος τῶν ἀρχομένων ἀποκείμενα χρήματα, κἀκεῖνα διὰ ταῦτα πολλῆς ἀπολαύει τῆς ἀσφαλείας· οὕτω δὴ καὶ ἐν τῇ οἰκίᾳ τῇ σῇ ἂν ἀποθῇ χρήματα πενήτων καὶ κατὰ κυριακὴν συλλέγῃς, ταῦτα ἐκείνων ἔσται ἀσφάλεια. Οὕτω καὶ οἰκονόμος γενήσῃ τῶν σαυτοῦ χρημάτων ὑπὸ Παύλου χειροτονηθείς. Τί λέγω; Καὶ τὰ ἤδη συλλεγέντα πρὸς τὸ πλείονα συλλέξαι πάλιν ὑπόθεσίς σοι γενήσεται καὶ ἀφορμὴ πλείων. Ἂν γὰρ ἀρχὴν ποιήσῃ μόνον τῆς καλῆς ταύτης συνηθείας, αὐτὸς ὑπὸ σαυτοῦ δυνήσῃ διανίστασθαι πάλιν, οὐδενὸς γενομένου συμβόλου. Γενέσθω τοίνυν ἐκκλησία τῷ τρόπῳ τούτῳ ἡ ἑκάστου οἰκία, χρημάτων ἱερῶν ἔνδον ἀποκειμένων.

Καὶ γὰρ τὰ γαζοφυλάκια τὰ ἐνταῦθα κείμενα τούτων ἐστὶ σύμβολον. Ὅπου πενήτων κεῖται χρήματα, ἄβατος τοῖς δαίμοσιν ὁ τόπος ἐστί· καὶ ὑπὲρ ἀσπίδα, καὶ δόρυ, καὶ ὅπλα, καὶ σώματος ἰσχὺν, καὶ στρατιωτῶν πλῆθος, τὰ πρὸς ἐλεημοσύνην συλλεγόμενα χρήματα τειχίζει τὰς οἰκίας. Εἰπὼν τοίνυν πότε, καὶ παρὰ τίνων, καὶ πῶς τὰ τοιαῦτα συλλέγεσθαι δεῖ χρήματα, τὴν ποσότητα λοιπὸν αὐτοῖς τοῖς εἰσφέρουσιν ἐπέτρεψεν.

Οὐ γὰρ εἶπεν, ὅτι Τόσον καὶ τόσον εἰσένεγκε, ἵνα μὴ βαρὺ τὸ ἐπίταγμα γένηται, πολλῶν πενίαν προβαλλομένων· ὥστε μὴ λέγειν τοὺς πένητας, Τί οὖν, ἂν μὴ δυνώμεθα; ἀλλὰ τῇ δυνάμει τῶν εἰσφερόντων τὸ μέτρον τῆς εἰσφορᾶς ὡρίσατο. Ἕκαστος, φησὶν, ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων, ὅ τι ἂν εὐοδῶται. Καὶ οὐκ εἶπεν, ὅπερ ἂν δυνηθῇ, ἢ ὅπερ ἂν εὑρεθῇ, ἀλλ᾽ Ὅπερ ἂν εὐοδωθῇ· δεικνὺς ὅτι καὶ τὴν ἄνωθεν ῥοπὴν καὶ εὔνοιαν ἕξει συναντιλαμβανομένην αὐτῷ. Οὐ γὰρ δὴ τοῦτο μόνον ὁ Παῦλος ἐσκόπει, ὅπως εἰσενεχθείη τοῖς πένησι χρήματα, ἀλλὰ καὶ ὅπως μετὰ προθυμίας πολλῆς. Ἐπεὶ καὶ ὁ Θεὸς τὴν ἐλεημοσύνην διὰ τοῦτο ὥρισεν, οὐχ ἵνα τρέφωνται μόνον οἱ δεόμενοι, ἀλλ᾽ ἵνα καὶ οἱ παρέχοντες εὐεργετῶνται, καὶ διὰ τούτους μᾶλλον, ἢ δι᾽ ἐκείνους.

Εἰ γὰρ τὸ ἐκείνων ἐσκόπει μόνον, ὅπως δοθείη τὰ χρήματα μόνον ἐπέταττεν ἂν, οὐκ ἂν δὲ τὴν προθυμίαν τῶν διδόντων ἐζήτει· νυνὶ δὲ ὁρᾷς ἄνω καὶ κάτω ὑπὲρ τούτου μάλιστα τὸν Ἀπόστολον διαταττόμενον, ὅπως χαίροντες, ὅπως ἱλαροὶ παρέχοιεν οἱ παρέχοντες.

Καὶ ποτὲ μέν φησι· Μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός· οὐχ ἁπλῶς δότην, ἀλλὰ τὸν μεθ᾽ ἡδονῆς τοῦτο ποιοῦντα. Καὶ πάλιν ἀλλαχοῦ, Ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι.

Ἐπεὶ καὶ τοῦτό ἐστιν ἐλεημοσύνη, τὸ χαίροντα καὶ νομίζοντα λαμβάνειν μᾶλλον ἢ διδόναι, οὕτω παρέχειν. Διὰ τοῦτο παντὶ τρόπῳ πειρᾶται εὔκολον ποιῆσαι τὸ ἐπίταγμα, ἵνα μετὰ προθυμίας ἡ εἰσφορὰ γένηται.