Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Βιβλικά πρότυπα και η προτροπή προς απλόχερη ελεημοσύνη

Ενθάρρυνση για γενναιόδωρη προσφορά μέσα από το παράδειγμα του γεωργού, τη μέριμνα του Χριστού για τους πτωχούς και τις επιταγές της Παλαιάς και Καινής Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Διὰ δὴ τοῦτο οὔτε ἀπαγορεύει καθόλου, οὔτε ὑπισχνεῖται· ἀλλ᾽ ἐπὶ τῇ γνώμῃ τῶν Κορινθίων τοῦτο ποιεῖ, εἰπὼν, Ἐὰν δὲ ᾖ ἄξιον. Ἀκούοντες γὰρ ὅτι Παῦλος μέλλει τὴν προσφορὰν αὐτῶν ἀποφέρειν, πλείονι προθυμίᾳ καὶ σπουδῇ πρὸς τὸ πρᾶγμα ἐκέχρηντο· ὥστε τὰς ἁγίας χεῖρας ἐκείνας διακονήσασθαι τοῖς διδομένοις, καὶ τὰς εὐχὰς τὰς ἐκείνου προστεθῆναι τῇ θυσίᾳ ταύτῃ. Εἰ δὲ Παύλῳ διδόναι μέλλοντες οἱ Κορίνθιοι ὥστε διακομίσαι, μετὰ πλείονος τοῦτο ἐποίουν τῆς προθυμίας· σὺ τῷ Παύλου μέλλων διδόναι Δεσπότῃ (διὰ γὰρ τῶν πενήτων ἐκεῖνος λαμβάνει), ποίαν ἕξεις ἀπολογίαν ἀναβαλλόμενος;

Οὐδὲ γὰρ ἂν, εἰ μὴ μέγα ἦν τὸ πρᾶγμα καὶ πολλῆς ἄξιον σπουδῆς, ὁ τὴν οἰκουμένην πᾶσαν ἐγχειρισθεὶς, καὶ τὰς ὑφ᾽ ἡλίῳ κειμένας μεριμνῶν Ἐκκλησίας, ὑπέσχετο τῇ τῶν χρημάτων οἰκονομίᾳ διακονήσασθαι τούτων. Ταῦτ᾽ οὖν καὶ ἡμεῖς λογιζόμενοι, ἄν τε δοῦναι δέῃ, ἄν τε παρέχουσιν ἑτέροις ὑπηρετεῖν, μὴ κατοκνῶμεν, μηδὲ ἀθυμῶμεν, ὡς τῆς οὐσίας ἡμῖν ἐλαττουμένης. Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν γηπόνον τὰ σπέρματα καταβάλλοντα, καὶ τὰ ὄντα κενοῦντα, μὴ δάκνεσθαι, μηδὲ ἀλγεῖν, μηδὲ ἀνάλωμα νομίζειν εἶναι τὸ γινόμενον, ἀλλὰ κέρδος καὶ πρόσοδον, καίτοι ἀδήλου τῆς ἐλπίδος οὔσης· σὲ δὲ οὐκ ἐπὶ τοιούτοις, ἀλλ᾽ ἐπὶ πολλῷ μείζοσι σπείροντα, καὶ αὐτῷ μέλλοντα τὸ ἀργύριον ἐγχειρίζειν τῷ Χριστῷ, ἀναδύεσθαι, καὶ ναρκᾷν, καὶ πενίαν προβάλλεσθαι; Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς κελεῦσαι τῇ γῇ χρυσίον ἀπηρτισμένον ἐκβαλεῖν; Ὁ γὰρ εἰπὼν, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ δείξας αὐτὴν ἐξαίφνης κομῶσαν, ἠδύνατο κελεῦσαι καὶ πηγὰς καὶ ποταμοὺς χρυσίου ῥεῦσαι πάντοθεν. Ἀλλ᾽ οὐκ ἠθέλησεν, ἀλλ᾽ ἀφῆκεν εἶναι πολλοὺς ἐν πτωχείᾳ, διά τε τὸ ἐκείνοις, διά τε τὸ σοὶ συμφέρον.

Καὶ γὰρ πρὸς ἀρετὴν ἐπιτηδειότερον πενία πλούτου· καὶ τοῖς ἐν ἁμαρτήμασι καθεστηκόσιν οὐ μικρὰ παραμυθία γίνεται ἀπὸ τῆς εἰς τοὺς δεομένους βοηθείας, καὶ τοσαύτη τοῦ πράγματος σπουδὴ τῷ Θεῷ, ὅτι καὶ παραγενόμενος, καὶ σάρκα περιβαλόμενος, καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς, οὐ παρῃτήσατο, οὐδὲ αἰσχύνης ἄξιον εἶναι ἐνόμισεν οἰκονομεῖν αὐτὸς τὰ τῶν πενήτων. Καίτοι γε τοσούτους ἐργασάμενος ἄρτους, καὶ πάντα ἐξ ἐπιτάγματος ποιῶν ἅπερ ἤθελε, καὶ δυνάμενος δεῖξαι μυρίους ἀθρόον θησαυροὺς, οὐκ ἐποίησε τοῦτο· ἀλλὰ γλωσσόκομον ἔχειν ἐκέλευσε τοῖς μαθηταῖς, καὶ τὰ βαλλόμενα βαστάζειν, καὶ τοῖς δεομένοις ἐκεῖθεν ἐπικουρεῖν. Ὅτε γοῦν τῷ Ἰούδᾳ περὶ τῆς προδοσίας αἰνιγματωδῶς διελέγετο, μὴ συνιέντες οἱ μαθηταὶ τὸ λεχθὲν, ἐνόμισαν, φησὶν, ὅτι εἶπεν αὐτῷ ἵνα τοῖς πτωχοῖς τι δῷ· Καὶ γὰρ τὸ γλωσσόκομον αὐτὸς, φησὶν, εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζε. Πολὺς γὰρ τῷ Θεῷ λόγος ἐλέους, οὐ τοῦ παρ᾽ αὐτοῦ μόνον εἰς ἡμᾶς, ἀλλὰ καὶ τοῦ παρ᾽ ἡμῶν εἰς τοὺς συνδούλους ὀφείλοντος γίνεσθαι· καὶ ἐν τῇ Παλαιᾷ, καὶ ἐν τῇ Καινῇ μυρίους ὑπὲρ τούτου τίθησι νόμους, κελεύων διὰ πάντων εἶναι φιλάνθρωπον, καὶ διὰ ῥημάτων, καὶ χρημάτων, καὶ πραγμάτων.

Καὶ Μωϋσῆς ἄνω καὶ κάτω τοὺς περὶ τούτων διασπείρει λόγους ταῖς νομοθεσίαις ἁπάσαις· καὶ οἱ προφῆται ἐκ προσώπου τοῦ Θεοῦ τοῦτο βοῶσιν, ὅτι Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ οἱ ἀπόστολοι πάντες συνῳδὰ τούτοις καὶ ποιοῦσι καὶ λέγουσι. Μὴ τοίνυν καταμελῶμεν τοῦ πράγματος· οὐ γὰρ τοὺς πένητας, ἀλλ᾽ αὐτοὺς ἡμᾶς τὰ μέγιστα ὠφελοῦμεν, καὶ μείζονα λαμβάνομεν ὧν παρέχομεν.