Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης
Ο πλούσιος και ο φτωχός Λάζαρος στην παρούσα ζωή
Αντιπαραβάλλεται η μάταιη και πολυτελής επίγεια ζωή του πλουσίου της παραβολής με την ασθένεια, την εγκατάλειψη και την οδύνη του φτωχού Λαζάρου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο πλούσιος και ο φτωχός Λάζαρος στην παρούσα ζωή
Αντιπαραβάλλεται η μάταιη και πολυτελής επίγεια ζωή του πλουσίου της παραβολής με την ασθένεια, την εγκατάλειψη και την οδύνη του φτωχού Λαζάρου.
Εʹ. Οὕτως ἐπεθύμησεν ῥανίδα ὕδατος καὶ ὁ πλούσιος ἐκεῖνος ὁ ἐν τῷ πυρὶ ὑπάρχων, καὶ παρεκάλει τὸν Ἀβραὰμ λέγων· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ, ἀπόστειλον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ αὐτοῦ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Οὗτος ὁ πλούσιος ὅτε ἦν ἐπὶ τῆς γῆς, πορφύραν ἐνεδιδύσκετο, βύσσον καὶ σηρικά· καὶ προήρχετο ὑπὸ ὀχήματος φερόμενος· οἱ ἵπποι αὐτοῦ ἔξασπροι, χρυσῷ καὶ ἀργύρῳ κεκαλλωπισμένοι, χρυσῷ δὲ τὰ σκέλη ἐμπεπηγμένοι. Παῖδες προτρέχοντες καὶ ἀκολουθοῦντες, μανιάκια χρυσᾶ περικείμενα, ψέλλια καὶ ὁρμίσκοι, καὶ ἁπαξαπλῶς ἐν μεγάλῃ φαντασίᾳ προήρχετο. Ἐν δὲ τῷ ἀρίστῳ αὐτοῦ χρυσὸς ἄμετρος διηκόνει, καὶ ἄργυρος ἀμύθητος, οἶνος πολύτιμος, φασιανοὶ, χῆνες, πορφυρίωνες, πέρδικες, περιστεραὶ, ὄρνεις, λαγωοὶ, ἀρνία, ἔριφοι, μαγείρων πλῆθος θορυβουμένων· ἄλλοι ῥιπίζοντες σποδὴ μὴ μία ὑφίσταται αὐτοῦ τῇ κεφαλῇ· ἄλλοι ἀργυροῦς νιπτῆρας κατέχοντες, καὶ ὀθόνια καθαρὰ ἕτοιμοι παρεστήκεισαν, τὰ ἄκρα τῶν δακτύλων αὐτοῦ ἀποσμήχοντες, ἀνακειμένου αὐτοῦ. Καὶ βλέπε τὴν ἀπανθρωπίαν καὶ τὴν αἰσχύνην.
ϛʹ. Οἱ πάντες ἔκαμνον· αἱματοχειρίαι, θόρυβος τοσοῦτος, ἵνα τοῦ ἑνὸς πλουσίου ἐκείνου τὴν κοιλίαν χορτάσωσιν. Μετὰ δὲ τὸ ἐμπλησθῆναι αὐτὴν τῶν πολυτελῶν βρωμάτων, προετοιμάζονται αὐτῷ καὶ κλῖναι ἐλεφάντιναι, χηνόπλουμα, συνδόναι καθαραὶ καὶ τρυφεραί. Καὶ μὴ δυναμένου ἀφυπνῶσαι διὰ τὴν καρηβαρίαν αὐτοῦ, ἄλλοι τοὺς πόδας ψηλαφῶσιν, ἄλλοι τῆς οἰκίας φροντίζονται, τὰς θύρας καὶ τὰς θυρίδας φυλάσσοντες, μή που φωνὴ, μή που ζόφοι καὶ τοῦτο διυπνίσουσιν. Τοιαύτη ἦν ἡ φαντασία τοῦ πλουσίου.
Ζʹ. Ἦν δέ τις πτωχὸς ὀνόματι Λάζαρος, καὶ ἐβέβλητο εἰς τὸν πυλῶνα τοῦ πλουσίου ἑλκόμενος, καὶ ἐπεθύμει χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Ἔβλεπε γὰρ αὐτὸν ὁ πλούσιος, καὶ ἀπέστρεφε τὸ πρόσωπον αὐτοῦ, ἐβδελύσσετο, διέπτυσεν, παρέτρεχεν, μᾶλλον δὲ παρεβλέπετο.
Οὐκ εἶπεν ὁ ἄθλιος, ὅτι Οὗτος ἄνθρωπός ἐστιν ὡς κἀγώ. Ἡ αὐτὴ χεὶρ τοὺς ἀμφοτέρους ἐδημιούργησεν, ὁμόφυλός μού ἐστι καὶ ὁμογενής. Οὐκ ἔκλινε τὸν λογισμὸν, οὐκ ἐμειλίχθη πρὸς τὴν εὐσπλαγχνίαν. Οὐκ ἠλέησεν τὸν ἐν τοσαύτῃ ἀσθενείᾳ βεβλημένον εἰς τὸν πυλῶνα αὐτοῦ. Οἱ κύνες γὰρ ἐρχόμενοι καὶ βλέποντες αὐτὸν οὕτως κείμενον, καὶ τὸν ἰχῶρα περιῤῥεόμενον, καὶ τῶν μελῶν αὐτοῦ, εὐσπλαγχνίαν πολλὴν ἐπιδεικνύμενοι, ὥσπερ σπόγγον τινὰ προσερχόμενοι τῇ γλώσσῃ ἀπέμασσον τὸν ἰχῶρα ἐκ τῶν μελῶν αὐτοῦ, περιλείχοντες, ὡς ἄριστοί τινες ἰατροὶ θεραπεύοντες, τὰ ἕλκη, μετὰ πολλῆς εὐφημίας κεχηνότες, ἀσφαλιζόμενοι ἀκριβῶς, μή πως φθάσῃ ὁ ἰὸς τῶν ὀδόντων, καὶ καταλυμήνηται τοῦ δικαίου τι. Ὦ τῆς ὠμότητος τοῦ πλουσίου! Οἱ κύνες ἰατρικὴν τέχνην προεβάλλοντο ἐπὶ τοῦ ἀσθενοῦντος, οἱ μὴ εἰδότες Θεὸν, μήτε ἀνάστασιν προσδοκῶντες, πρὸς θεραπείαν τοῦ πένητος ἐπείγοντο. Καὶ ὁ πλούσιος, ὁ προσδοκῶν τὸ φοβερὸν κριτήριον παραστῆναι, τὸν πένητα οὐκ ἠλέησεν.
Ηʹ. Ἴδες τοῦ πλουσίου τὴν ἐνταῦθα δόξαν, τὴν τρυφήν; Ἴδες τοῦ πένητος τὴν ὀλιγοφρόνιον περιφάνειαν, καὶ τὴν τοῦ πλούτου πρὸς ὀλίγον εὐτέλειαν; Ἐκεῖνος ἔνδοξος, οὗτος ἄτιμος· ἐκεῖνος ἐν τρυφερότητι διάγων, οὗτος ἐν ἀσθενείᾳ κατακείμενος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.