Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Η μεταθανάτια κρίση και το αγεφύρωτο χάσμα

Περιγράφεται η κατάσταση του ανελεήμονος πλουσίου στην κόλαση, η μάταιη ικεσία του προς τον πατριάρχη Αβραάμ και η υπενθύμιση του αγεφύρωτου χάσματος μεταξύ δικαίων και αμαρτωλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἐκεῖνος ἐν τοσούτῳ πλούτῳ διάγων, τοῦ Θεοῦ οὐκ ἐμνημόνευσεν· οὗτος ἐν τοσαύτῃ ἀσθενείᾳ κατακείμενος τὸν Θεὸν οὐκ ἐβλασφήμησεν. Δεῦρο λοιπὸν ἴδωμεν καὶ ἐν τῷ αἰῶνι ἐκείνῳ ἀμφοτέρου τὸ τέλος. Θʹ. Ἐγένετο, φησὶν, ἀποθανεῖν τὸν πλούσιον, καὶ ἀπενεχθῆναι εἰς κόλασιν αἰώνιον. Ἀπέθανε δὲ καὶ ὁ Λάζαρος, καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους Ἀβραάμ. Καὶ ὑπάρχων ἐν τῷ πυρὶ ὁ πλούσιος ἴδεν τὸν Λάζαρον ἀναπαυόμενον εἰς τοὺς κόλπους Ἀβραὰμ, καὶ ἐγνώρισεν αὐτόν. Καὶ ἔκραξε λέγων· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ποῦ ὁ πλοῦτος; ποῦ ὁ χρυσός, ποῦ ὁ ἄργυρος; ποῦ ἡ στέγη ἡ ἀργυρᾶ; ποῦ ἡ φαντασία τῶν παίδων; ποῦ ὁ οἶνος ὁ ἐκχυνόμενος, καὶ νῦν ῥανίδα ὕδατος ἐπιζητεῖς καὶ ἐπιθυμεῖς; Ἐλέησόν με, πάτερ Ἀβραάμ; Ὦ ἄθλιε πλούσιε! Ὅτε εἰς τὸν πυλῶνά σου ἔκειτο ὁ Λάζαρος, γνωρίσαι αὐτὸν οὐκ ἤθελες· καὶ νῦν Λάζαρον ἐπιθυμεῖς εἰς βοήθειαν; Ἐλέησόν με, ἀνωφελὴς λοιπὸν ἡ ἱκεσία σου. Παρῆλθεν ὁ καιρὸς τοῦ ἐλέους. Ἐκεῖ λοιπὸν οὐκ ἔστιν ἔλεος. Ἡ γὰρ κρίσις ἀνήλεός ἐστι τῷ μὴ ποιήσαντι ἔλεος. Τί ἐπιθυμεῖς ἔλεος, ὅπερ σὺ ἐπὶ γῆς οὐκ ἐκτήσω; Ἐλέησόν με, πάτερ Ἀβραὰμ, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ποίῳ δακτύλῳ, ὦ πλούσιε; ὃν σὺ φαγεῖν ἐπὶ τραπέζης οὐ κατεδέξω;

Τότε κατανοῆσαι τὰς χεῖρας αὐτοῦ οὐκ ἤθελες, ἀλλ᾽ ἐβδελύσσου, καὶ νῦν τῇ γλώσσῃ σου ἅψασθαι παρακαλεῖς; Ἐλέησόν με, πάτερ Ἀβραάμ. Πῶς καλεῖς αὐτὸν πατέρα μὴ πράξας τὰ τοῦ υἱοῦ; Ἐκεῖνος πατὴρ τῶν ἐν φωτὶ διαγόντων ἐστίν. Οὐδεμία συμφωνία φωτὶ πρὸς σκότος.

Μὴ καλέσῃς αὐτὸν πατέρα. Σὺ γὰρ κατὰ τὸν ἀνελεήμονά σου τρόπον, υἱὸς σκότους καὶ γεέννης ὑπάρχεις. Πῶς δὲ καλεῖς αὐτὸν πατέρα, τὸν υἱὸν αὐτοῦ Λάζαρον μὴ ἐλεήσας; Ιʹ. Ὁ δὲ πατριάρχης οὗτος ὁ μέγας οὐκ ἐμάλλαξεν αὐτὸν τῇ ὀδύνῃ· οὐ προσέθηκεν πόνον, οὐκ ἔπληξεν αὐτὸν λόγοις· οὐκ ἠρνήσατο τὴν φύσιν τὴν ἀνθρωπίνην.

Ἀλλὰ πραείᾳ τῇ φωνῇ καὶ ἱλαρὸς τῷ προσώπῳ ἀπεκρίνατο, λέγων· Τέκνον, ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐπὶ τῆς γῆς, καὶ Λάζαρος τὰ κακά. Διὰ τοῦτο οὗτος ἐνταῦθα ἀναπαύεται, καὶ σὺ ὀδυνᾶσαι. Ὅμως χάσμα μέγα ἐστὶν ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν, καὶ οὐδεὶς δύναται αὐτὸ περάσαι ἐξ ἡμῶν.