Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλπίδος

Ἰωάννης ὁ Χρυσόστομος

Ποιμαντικά καθήκοντα, κοινωνικές προτροπές και ακροτελεύτια δοξολογία

Η μίμηση των αγίων, οι υποχρεώσεις του ποιμένα και του ποιμνίου, οι παραινέσεις προς πλουσίους και πένητες, και το επισφράγισμα του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Τρέχε τοίνυν ἵνα καταλάβῃς, πύκτευε καὶ πάλαιε, ἵνα νικήσῃς τὸν ἐχθρόν· ἀλείφου τῷ τῆς εὐσεβείας ἐλαίῳ· ἔχεις παλαίσματα καταλειφθέντα σοι ὑπὸ τῶν ἁγίων πατέρων· λάμβανε τὴν ἀνεξικακίαν τοῦ Μωϋσέως, τοῦ Ἰωσὴφ τὴν σωφροσύνην, τοῦ Δαυῒδ τὴν πραότητα, τοῦ Ἠλία τὴν παρθενίαν, τοῦ Ἐλισσαίου τὴν νηστείαν, τοῦ Ἡσαΐου τὴν ἀκτημοσύνην, Παύλου καὶ Πέτρου τὴν πίστιν, Χριστοῦ τὴν ἀγάπην, ἵνα ἐν πᾶσι καλῶς ἀγωνισάμενος, τῆς νίκης τὰ βραβεῖα ἐκ χειρὸς Θεοῦ ὑποδέξῃ. Ποιμὴν εἶ τῶν λογικῶν προβάτων τοῦ Χριστοῦ; Τὰ πρόβατα μάνδρευε, τὰ πεπλανημένα ἐπίστρεφε, τὰ συντετριμμένα ἐπίδευε, τὰ λυκόδηκτα ἰῶ, τοὺς λύκους ἀπόστρεφε, τοὺς κύνας τοὺς ὑπὲρ τοῦ ποιμνίου οὐ γὰρ ὑπνοῦντας, ἀλλ᾽ ὑλακτοῦντας καὶ λαθροφοροῦντας εἰς τοῦ Δεσπότου τὸ ποίμνιον· τούτους ἀπέλαυνε. Τὴν ἐκ τῆς Μαρίας ἀειθαλῆ βλαστήσασαν χλόην ὑποδείκνυε, τὴν ἀθάνατον πηγὴν τοῦ βαπτίσματος σήμαινε, τὸ ἐσπιλωμένον πρόβατον τῷ ὕδατι τῶν δακρύων ἀπόσμηχε· πάντα πόνον καὶ κάματον ὑπόμενε, ἵνα, φανερωθέντος τοῦ ἀρχιποιμένος Χριστοῦ, δέξῃ τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Πρόβατον εἶ; Πείθου τῷ ποιμένι σου, τὴν μάνδραν μὴ φεῦγε, τὴν πίστιν δὲ στέργε, τὴν ῥάβδον τοῦ ποιμένος μὴ ἐκκλίνῃς. οὐ γὰρ πατάσσει σε, ἵνα ἀποκτείνῃ, ἀλλ᾽ ἵνα ἀπὸ τῆς πλάνης σε ἐπιστρέψῃ.

Τὸ ἐκ τῆς Ἰεσσαὶ ῥάβδου βλαστῆσαν ἄνθος νέμου ἀδιακρίτως, τὴν ἐκ τῆς ἀκροτόμου πέτρας κοχλαδὸν βλαστάνουσαν πηγὴν ἀθάνατον ποτίζου, ἵν᾽ ἐντεῦθεν εἰς τὴν μάνδραν τῆς τρυφῆς μὴ σύναγε πλοῦτον, μᾶλλον δὲ τὸν πλοῦτον μὴ ἀγάπα· χρημάτων φροντίδα φεῦγε, τὰ δίγματα μὴ σύνεχε· τὰ χρήματα μὴ σύναγε, δι᾽ ὧν φύεται τὰ ἐγκλήματα, ἀλλὰ σπεῖρε πλουσίως τὴν τροφὴν τοῖς πένησιν, ἐλπίζων λάβρον καὶ πέπειρον τὸ δράγμα θερίσαι τῆς ψυχῆς. Ὁ πένης μὴ ὀλιγοψύχει, μὴ ἀπολέγου τὴν ζωὴν, μὴ βλασφημήσῃς, ἀλλ᾽ εὐχαρίστει, ὑπόμεινον τὸ ὀλιγοχρόνιον τῆς πενίας ἴστριον, ἐπίβλεπε εἰς τὸν γνώμονά σου Λάζαρον, καὶ ἐλπίδι ἐνδυναμοῦ· τεύξῃ γὰρ καὶ αὐτὸς τῶν Ἀβραμιαίων τῆς ἀναπαύσεως κόλπων· ἔνθα καὶ αὐτοὺς ἡμᾶς ὁ πάντων Δεσπότης Θεὸς ἀξιώσειε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.