Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ γνώσεως θεοῦ καὶ εἰς τὰ ἅγια θεοφάνια

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική τύφλωση της ανθρωπότητας και η ίαση της Ενσαρκώσεως

Εξετάζεται η προηγούμενη άγνοια του ανθρώπινου γένους, η αδυναμία του Νόμου να προσφέρει θεραπεία και η σωτηριώδης επέμβαση μέσω της θείας ενανθρωπήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

ΙΑʹ. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου λόγος περὶ θεογνωσίας, καὶ εἰς τὰ ἅγια Θεοφάνια, καὶ εἰς τοὺς νεοφωτίστους. Ὥσπερ οἱ τὰς ὄψεις τῶν σωμάτων βεβλαμμένας ἔχοντες χρῄζουσι τῶν ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βάραθρον ἐμπεσόντες ἀποθάνωσιν· οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες χρῄζουσι τῶν εἰς θεοσέβειαν αὐτοὺς ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βυθὸν κακῶν ἐμπεσόντες ἀπόλωνται. Καὶ πᾶσα μὲν ἡ ἀνθρωπότης πρὶν τοιούτῳ κακῷ τῆς ἀβλεψίας περιεκέχυτο· καὶ ὥσπερ συμβαίνει τοῖς ἀμαύρωσιν, ἀντὶ τοῦ ὄντος πολλάκις ὁρᾷν τοὺς μὴ ὄντας, οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες ἀντὶ τοῦ ἑνὸς καὶ μόνου Θεοῦ πολλοὺς ἑώρων τοὺς μὴ ὄντας.

Ἀλλ᾽ ὁ τῶν σωμάτων καὶ ψυχῶν ἰατρὸς ἐξαπέστειλε νόμον καὶ προφήτας, ἰώμενος τῶν ἀνθρώπων τὴν ἀβλεψίαν, καὶ εἰς τὴν αὐτοῦ θεογνωσίαν αὐτοὺς ἄγων, ἀλλὰ τῶν ἀνθρώπων ἀποστραφέντων τὴν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἰατρείαν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ εἰδέναι, καὶ τὰ ὦτα αὐτῶν ἔφραξαν τοῦ μὴ ἀκοῦσαι, κατὰ τὸν τοῦ Ἡσαΐου λόγον, ἵνα μὴ ἐπιστραφῶσι καὶ ἰαθῶσι. Τὰ ὅμοια τούτων καὶ ἄλλος προφήτης, Ἱερεμίας, ἔκραξε λέγων· Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη· οὐκ ἀνέβη ἴασις ἐν αὐτῇ.

Βαβυλὼν δὲ ἑρμηνεύεται σύγχυσις· συγκέχυται γὰρ ἡ ἀνθρωπότης τῇ ἀβλεψίᾳ. Ἀλλ᾽ ὁ μὲν τρόπος ἀρίστων ἰατρῶν· τοὺς μαθητὰς ὑπερβαίνει τῶν χρονίων τραυμάτων ἡ ἰατρεία. Οὕτω καὶ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Ἰησοῦς Χριστὸς ὁρῶν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν μὴ ἰαθεῖσαν τῶν ἀνθρώπων τὴν ἀσέβειαν παραγίνεται ἐξ οὐρανίων ἁψίδων, ἐξ ἁγίας Παρθένου Μαρίας τεχθεὶς, πρῶτον μὲν διὰ τοῦ σταυροῦ τὸν διάβολον τροπωσάμενος, δεύτερον δὲ τὸν θάνατον αἰχμαλωτίζων, διὰ δὲ τῆς τριημέρου αὐτοῦ ἀναστάσεως εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν χαρισάμενος, πάντας εἰς τὴν ἑαυτοῦ θεογνωσίαν ἐπήγαγε. Ποῦ σου, θάνατε, τὸ κέντρον; Παρὰ τοῦ Θεοῦ μακαριότης. Καὶ τοῦτο ἰδὼν ὁ προφήτης Δαυῒδ λέγει· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Τίς δὲ δυνατὸς ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός; Ἄνθρωποι γὰρ ἀνθρώπους μακαρίζοντες οὐδὲν ὠφελοῦσι, πολλάκις δὲ καὶ βλάπτουσι, καθώς φησιν ὁ προφήτης Ἡσαΐας· Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν· ὁ δὲ μακαρίζων σὺν τῷ λόγῳ καὶ τὴν χάριν παρέχει.