Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἱερωσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Β΄: Η αναξιότητα ως αιτία αποφυγής του ιερατικού αξιώματος

Η υπεράσπιση της αποφυγής του αξιώματος από τον Ιωάννη λόγω της συναίσθησης της προσωπικής του ανεπάρκειας, και η ανασκευή των κατηγοριών περί προσβολής των εκλεκτόρων και του ποιμνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 12

εʹ. Ὅτι τῆς εἰς τὸν Χριστὸν ἀγάπης ἕνεκεν τὸ πρᾶγμα ἐφύγομεν ΒΑΣ. Σὺ δέ, φησίν, οὐ φιλεῖς τὸν Χριστόν; ΙΩ. Καὶ φιλῶ καὶ φιλῶν οὐ παύσομαί ποτε· δέδοικα δὲ μὴ παροξύνω τὸν φιλούμενον ὑπ᾽ ἐμοῦ. ΒΑΣ. Καὶ τί τούτου γένοιτ᾽ ἂν αἴνιγμα, φησίν, ἀσαφέστερον, εἰ ὁ μὲν Χριστὸς τὸν φιλοῦντα αὐτὸν ποιμαίνειν προσέταξεν αὐτοῦ τὰ πρόβατα, σὺ δὲ διὰ τοῦτο φῇς οὐ ποιμαίνειν ἐπειδὴ τὸν τοῦτο προστάξαντα φιλεῖς; ΙΩ. Οὐκ ἔστιν αἴνιγμα, ἔφην, ὁ λόγος, ἀλλὰ καὶ λίαν σαφὴς καὶ ἁπλοῦς. Εἰ μὲν γὰρ ἱκανῶς ἔχων διοικῆσαι τὴν ἀρχὴν ταύτην καθὼς ὁ Χριστὸς ἤθελεν, εἶτα ἀπέφυγον, ἔδει πρὸς τὸ παρ᾽ ἐμοῦ λεγόμενον ἀπορεῖν· ἐπειδὴ δὲ ἄχρηστόν με πρὸς τὴν διακονίαν ταύτην ἡ τῆς ψυχῆς ἀσθένεια καθίστησι, ποῦ ζητήσεως ἄξιον τὸ λεγόμενον; Καὶ γὰρ δέδοικα μὴ τὴν ἀγέλην τοῦ Χριστοῦ σφριγῶσαν καὶ εὐτραφῆ παραλαβών, εἶτα αὐτὴν ἐξ ἀπροσεξίας λυμηνάμενος, παροξύνω κατ᾽ ἐμαυτοῦ τὸν οὕτως αὐτὴν ἀγαπήσαντα Θεὸν ὡς ἑαυτὸν ἐκδοῦναι διὰ τὴν ταύτης σωτηρίαν τε καὶ τιμήν. ΒΑΣ. Παίζων λέγεις ταῦτα, φησίν· εἰ γὰρ σπουδάζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἡμᾶς ἀπέδειξας δικαίως ἀλγοῦντας ἢ διὰ τῶν ῥημάτων τούτων δι᾽ ὧν ἀποκρούσασθαι τὴν ἀθυμίαν ἐσπούδασας. Ἐγὼ γὰρ καὶ πρότερον εἰδὼς ὅτι με ἠπάτησας καὶ προὔδωκας, νῦν δὲ πολλῷ πλέον ὅτε καὶ τὰ ἐγκλήματα ἀποδύσασθαι ἐπεχείρησας, τοῦτο μανθάνω καὶ συνίημι καλῶς οἷ τῶν κακῶν με ἤγαγες.

Εἰ γὰρ διὰ τοῦτο σαυτὸν ὑπεξήγαγες τῆς τοιαύτης λειτουργίας ὅτι συνεῖδες οὐκ ἀρκοῦσάν σου τὴν ψυχὴν πρὸς τὸν τοῦ πράγματος ὄγκον, ἐμὲ πρότερον ἐξελέσθαι ἐχρῆν καὶ εἰ πολλὴν πρὸς τοῦτο ἐπιθυμίαν ἔχων ἐτύγχανον, μὴ ὅτι καὶ πᾶσαν τὴν ὑπὲρ τούτων ἐπέτρεψά σοι βουλήν. Νῦν δὲ τὸ σαυτοῦ μόνον ἰδὼν τὸ ἡμέτερον παρεῖδες· εἴθε μὲν οὖν παρεῖδες, καὶ ἀγαπητὸν ἦν, σὺ δὲ καὶ ὅπως εὐχείρωτοι γενώμεθα τοῖς βουλομένοις λαβεῖν ἐπεβούλευσας.

Οὐδὲ γὰρ εἰς ἐκεῖνο καταφυγεῖν ἔχοις ἂν ὅτι ἡ τῶν πολλῶν δόξα ἠπάτησέ σε καὶ μεγάλα τινὰ καὶ θαυμαστὰ περὶ ἡμῶν ὑποπτεύειν ἔπεισεν· οὔτε γὰρ τῶν θαυμαζομένων καὶ ἐπισήμων ἡμεῖς, οὔτε, εἰ καὶ τοῦτο οὕτως ἔχον ἐτύγχανε, τὴν τῶν πολλῶν δόξαν τῆς ἀληθείας προτιμῆσαι ἐχρῆν. Εἰ μὲν γὰρ μηδέποτέ σοι πεῖραν τῆς ἡμετέρας ἔδομεν συνουσίας, ἐδόκει τις εἶναί σοι πρόφασις εὔλογος ἀπὸ τῆς τῶν πολλῶν φήμης φέροντι τὴν ψῆφον· εἰ δὲ οὐδεὶς οὕτω τὰ ἡμέτερα οἶδεν, ἀλλὰ καὶ τῶν γεγεννηκότων καὶ θρεψαμένων αὐτῶν τὴν ἡμετέραν μᾶλλον ἐπίστασαι ψυχήν, τίς οὕτως ἔσται σοι λόγος πιθανὸς ὡς δυνηθῆναι πεῖσαι τοὺς ἀκούοντας ὅτι οὐχ ἑκὼν ἡμᾶς εἰς τοῦτον ὦσας τὸν κίνδυνον; Ἀλλὰ γὰρ ταῦτα ἀφείσθω νῦν· οὐδὲ γὰρ ὑπὲρ τούτων ἀναγκάζομέν σε κρίνεσθαι. Τί πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογησόμεθα; λέγε. ΙΩ. Ἀλλ᾽ οὐδὲ αὐτὸς πρότερον, ἔφην, ἐπ᾽ ἐκεῖνα πορεύσομαι ἕως ἂν διαλύσωμαι τὰ πρὸς σέ, κἂν μυριάκις αὐτὸς ἡμᾶς τῶν ἐγκλημάτων ἐθέλῃς ἀπολύειν. Σὺ μὲν γὰρ ἔφης τὴν ἄγνοιαν ἡμῖν φέρειν συγγνώμην καὶ πάσης ἂν ἡμᾶς ἀφεῖναι κατηγορίας, εἰ μηδὲν τῶν σῶν εἰδότες εἶτά σε εἰς τὰ παρόντα ἠγάγομεν· ἐπειδὴ δὲ οὐκ ἀγνοοῦντας προδοῦναι, ἀλλ᾽ ἀκριβῶς ἐπισταμένους τὰ σά, διὰ τοῦτο πᾶσαν ἡμῖν πρόφασιν εὔλογον καὶ ἀπολογίαν ἀνῃρῆσθαι δικαίαν. Ἐγὼ δὲ πᾶν τοὐναντίον φημί, ὅτι τὰ τοιαῦτα πολλῆς δεῖται τῆς ἐξετάσεως.

Καὶ τὸν μέλλοντα παραδώσειν τὸν εἰς ἱερωσύνην ἐπιτήδειον οὐ δεῖ τῇ τῶν πολλῶν ἀρκεῖσθαι φήμῃ μόνον, ἀλλὰ μετ᾽ ἐκείνης καὶ αὐτὸν μάλιστα πάντων καὶ πρὸ πάντων ἐξητακέναι τὰ ἐκείνου.

Καὶ γὰρ ὁ μακάριος Παῦλος εἰπών· «Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν ἔχειν καλὴν ἀπὸ τῶν ἔξωθεν», οὐκ ἀναιρεῖ τὴν ἀκριβῆ καὶ βεβασανισμένην ἔρευναν, οὐδ᾽ ὡς προηγούμενον τεκμήριον τοῦτο τίθησι τῆς τῶν τοιούτων δοκιμασίας· καὶ γὰρ πολλὰ πρότερον διαλεχθείς, ὕστερον τοῦτο προσέθηκε, δεικνὺς ὡς οὐκ ἂν αὐτῷ μόνον ἀρκεῖσθαι δεῖ πρὸς τὰς τοιαύτας αἱρέσεις, ἀλλὰ μετὰ τῶν ἄλλων καὶ αὐτὸ παραλαμβάνειν χρή. Συμβαίνει γὰρ πολλάκις τὴν τῶν πολλῶν ψεύδεσθαι φήμην· τῆς δὲ ἀκριβοῦς ἐξετάσεως ἡγησαμένης, οὐδένα ἐκ ταύτης κίνδυνόν ἐστιν ὑποπτεῦσαι λοιπόν. Διὰ τοῦτο μετὰ τὰ ἄλλα τὸ «παρὰ τῶν ἔξωθεν» αὐτὸ τίθησιν· οὐ γὰρ ἁπλῶς ἔφησε· «Δεῖ δὲ αὐτὸν μαρτυρίαν ἔχειν καλήν», ἀλλὰ καὶ τὸ «παρὰ τῶν ἔξωθεν» παρενέβαλε, δηλῶσαι βουλόμενος ὅτι πρὸ τῆς τῶν ἔξωθεν φήμης πρὸς ἀκρίβειαν αὐτὸν διερευνήσασθαι δεῖ. Ἐπεὶ οὖν καὶ αὐτὸς ᾔδειν τὰ σὰ τῶν γεγεννηκότων μᾶλλον, ὡς καὶ αὐτὸς ὡμολόγησας, διὰ τοῦτο δίκαιος ἂν εἴην πάσης ἀφεῖσθαι αἰτίας. ΒΑΣ. Δι᾽ αὐτὸ μὲν οὖν τοῦτο, φησίν, οὐκ ἂν ἔφυγες, εἴ τίς σε γράφεσθαι ἤθελεν. Ἢ οὐ μέμνησαι καὶ παρ᾽ ἡμῶν ἀκούσας καὶ πολλάκις καὶ διὰ τῶν ἔργων αὐτῶν διδαχθεὶς τὸ τῆς ψυχῆς ἀγεννὲς τῆς ἐμῆς; οὐ διὰ τοῦτο εἰς μικροψυχίαν ἡμᾶς διετέλεις σκώπτων ἀεὶ ὅτι καὶ ταῖς τυχούσαις φροντίσι καταπίπτομεν εὐκόλως;

ϛʹ. Ἀπόδειξις τῆς ἀρετῆς τοῦ Βασιλείου καὶ τῆς ἀγάπης τῆς σφοδρᾶς ΙΩ. Μέμνημαι μὲν καὶ ταῦτα πολλάκις, ἔφην, ἀκούσας παρὰ σοῦ τὰ ῥήματα καὶ οὐκ ἂν ἀρνηθείην· ἐγὼ δέ σε εἴ ποτε ἔσκωπτον, παίζων, οὐκ ἀληθεύων, τοῦτο ἐποίουν. Ἀλλ᾽ ὅμως οὐδὲν ὑπὲρ τούτων φιλονεικῶ νῦν· ἀξιῶ δὲ καὶ αὐτὸν τὴν ἴσην μοι παρασχεῖν εὐγνωμοσύνην ὅταν θελήσω τινὸς ἐπιμνησθῆναι τῶν σοι προσόντων ἀγαθῶν. Κἂν γὰρ ἐπιχειρήσῃς ἡμᾶς ἀπελέγξαι ψευδομένους, οὐ φεισόμεθα, ἀλλ᾽ ἀποδείξομεν μετριάζοντά σε μᾶλλον ἢ πρὸς ἀλήθειαν ταῦτα φθεγγόμενον, ἑτέρῳ μὲν οὐδενὶ τοῖς δὲ λόγοις τοῖς σοῖς καὶ ταῖς πράξεσι μάρτυσι κεχρημένοι πρὸς τὴν τῶν λεγομένων ἀλήθειαν. Πρῶτον δέ σε ἐκεῖνο ἐρέσθαι βούλομαι· οἶσθα πόση τῆς ἀγάπης ἡ δύναμις; Ὁ μὲν γὰρ Χριστὸς τὰ τεράστια πάντα ἀφεὶς ἅπερ ἔμελλεν ὑπὸ τῶν ἀποστόλων τελεῖσθαι, «ἐν τούτῳ, φησί, γνώσονται οἱ ἄνθρωποι ὅτι ἐμοί ἐστε μαθηταί, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Ὁ δὲ Παῦλος πλήρωμα τοῦ νόμου φησὶν αὐτὴν εἶναι καὶ ταύτης ἀπούσης οὐδὲν εἶναι τῶν χαρισμάτων ὄφελος. Τοῦτο δὴ τὸ ἐξαίρετον ἀγαθόν, τὸ γνώρισμα τῶν τοῦ Χριστοῦ μαθητῶν, τὸ τῶν χαρισμάτων ἀνωτέρω κείμενον, εἶδον γενναίως ἐν τῇ σῇ πεφυτευμένον ψυχῇ καὶ πολλῷ βρύον τῷ καρπῷ.

Καὶ ὁ Βασίλειος· Ὅτι μὲν πολλή μοι, φησί, τοῦ πράγματος ἡ φροντὶς καὶ μεγίστην ποιοῦμαι τὴν σπουδὴν ὑπὲρ ταύτης τῆς ἐντολῆς, καὶ αὐτὸς ὁμολογῶ· ὅτι δὲ οὐδὲ ἐξ ἡμισείας αὐτὴν διηνύσαμεν, καὶ αὐτὸς ἄν μοι μαρτυρήσῃς, εἰ τὸ πρὸς χάριν λέγειν ἀφεὶς τιμῆσαι τἀληθὲς βουληθείης. ΙΩ. Οὐκοῦν ἐπὶ τοὺς ἐλέγχους τρέψομαι, ἔφην, καὶ ὅπερ ἠπείλησα ποιήσω νῦν, μετριάζειν μᾶλλον ἢ ἀληθεύειν βουλόμενον ἀποδείξας. Ἐρῶ δὲ πρᾶγμα ἄρτι συμβεβηκός, ἵνα μή τις ὑποπτεύσῃ τὰ παλαιά με διηγούμενον τῷ πλήθει τοῦ χρόνου τἀληθὲς ἐπισκιάζειν ἐπιχειρεῖν, τῆς λήθης οὐκ ἀφιείσης ἐπισκῆψαί τι τοῖς πρὸς χάριν λεγομένοις παρ᾽ ἡμῶν.

Ὅτε γὰρ τῶν ἐπιτηδείων τις τῶν ἡμετέρων, ἐπ᾽ ἐγκλήμασιν ὕβρεως καὶ ἀπονοίας συκοφαντηθείς, περὶ τῶν ἐσχάτων ἐκινδύνευε, τότε οὔτε ἐγκαλοῦντός σοί τινος, οὔτε ἐκείνου τοῦ κινδυνεύειν μέλλοντος δεηθέντος, εἰς μέσους σαυτὸν ἔρριψας τοὺς κινδύνους· καὶ τὸ μὲν ἔργον τοῦτο ἦν. Ἵνα δέ σε καὶ ἀπὸ τῶν ῥημάτων ἐλέγξωμεν, ἐπειδὴ γὰρ τὴν προθυμίαν ταύτην οἱ μὲν οὐκ ἀπεδέχοντο, οἱ δὲ ἐπῄνουν καὶ ἐθαύμαζον, καὶ τί πάθω; πρὸς τοὺς ἐγκαλοῦντας ἔφης· ἑτέρως γὰρ οὐκ οἶδα φιλεῖν ἀλλ᾽ ἢ μετὰ τοῦ καὶ τὴν ψυχὴν ἐκδιδόναι τὴν ἐμαυτοῦ ἡνίκα ἄν τινα τῶν ἐπιτηδείων κινδυνεύοντα διασῶσαι δέῃ. Ῥήμασι μὲν ἑτέροις, διανοίᾳ δὲ τῇ αὐτῇ τὰ τοῦ Χριστοῦ φθεγγόμενος ἃ πρὸς τοὺς μαθητὰς ἔλεγε, τῆς τελείας ἀγάπης τοὺς ὅρους τιθείς· «Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησίν, ἢ ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ.» Εἰ τοίνυν μείζονα ταύτης οὐκ ἔστιν εὑρεῖν, ἐπὶ τὸ τέλος αὐτῆς ἔφθασας, καὶ δι᾽ ὧν ἔπραξας καὶ δι᾽ ὧν εἶπας τῆς κορυφῆς ἐπέβης αὐτῆς. Διὰ τοῦτό σε προὐδώκαμεν, διὰ τοῦτο τὸν δόλον ἐρράψαμεν ἐκεῖνον. Ἆρά σε πείθομεν ὅτι οὔτε ἐκ κακονοίας, οὔτε εἰς κίνδυνον ἐμβαλεῖν βουλόμενοι, ἀλλὰ χρήσιμον ἔσεσθαι εἰδότες, εἰς τὸ στάδιον εἵλκομεν τοῦτο; ΒΑΣ. Εἶτα ἀρκεῖν οἴει, φησί, πρὸς τὴν τῶν πλησίον διόρθωσιν τὴν τῆς ἀγάπης δύναμιν; ΙΩ.

Μάλιστα μὲν πολὺ μέρος, ἔφην, πρὸς τοῦτο συμβάλλεσθαι δύναιτ᾽ ἄν· εἰ δὲ βούλει καὶ τῆς φρονήσεως ἡμᾶς τῆς σῆς δείγματα ἐξενεγκεῖν, καὶ ἐπὶ ταύτην βαδιούμεθα καὶ δείξομεν συνετὸν ὄντα μᾶλλον ἢ φιλόστοργον.

Ἐπὶ τούτῳ ἐρυθριάσας ἐκεῖνος καὶ φοινιχθείς· ΒΑΣ. Τὰ μὲν ἡμέτερα, φησί, παρείσθω νῦν· οὐδὲ γὰρ παρὰ τὴν ἀρχήν σε τὸν ὑπὲρ τούτων λόγον ἀπῄτουν. Εἰ δέ τι πρὸς τοὺς ἔξωθεν δίκαιον ἔχεις εἰπεῖν, ἡδέως ἂν τοὺς ὑπὲρ τούτων ἀκούοιμι λόγους. Διὸ τὴν σκιαμαχίαν ταύτην ἀφείς, εἰπὲ τί πρὸς τοὺς λοιποὺς ἀπολογησόμεθα, καὶ τοὺς τετιμηκότας καὶ τοὺς ὑπὲρ ἐκείνων ὡς ὑβρισμένων ἀλγοῦντας.

ζʹ. Ὅτι οὐχ ὑβρίσαι βουλόμενοι τοὺς ψηφισαμένους ἐφύγομεν τὴν χειροτονίαν ΙΩ. Καὶ αὐτὸς λοιπόν, ἔφην, πρὸς τοῦτο ἐπείγομαι· ἐπειδὴ γὰρ ὁ πρός σέ μοι διήνυσται λόγος, εὐκόλως καὶ ἐπὶ τοῦτο τρέψομαι τῆς ἀπολογίας τὸ μέρος. Τίς οὖν ἡ τούτων κατηγορία καὶ τίνα τὰ ἐγκλήματα;

Ὑβρίσθαι φασὶν ὑφ᾽ ἡμῶν καὶ δεινὰ πεπονθέναι ὅτι τὴν τιμὴν ἣν τιμῆσαι ἠθέλησαν, οὐκ ἐδεξάμεθα. Ἐγὼ δὲ πρῶτον μὲν ἐκεῖνό φημι ὅτι οὐδένα λόγον ποιεῖσθαι δεῖ τῆς εἰς ἀνθρώπους ὕβρεως ὅταν διὰ τῆς εἰς ἐκείνους τιμῆς ἀναγκαζώμεθα προσκρούειν Θεῷ· οὐδὲ γὰρ τοῖς ἀγανακτοῦσιν αὐτοῖς τὸ δυσχεραίνειν ἐπὶ τούτοις ἀκίνδυνον, ἀλλὰ καὶ πολλὴν ἔχει τὴν ζημίαν. Δεῖ γάρ, οἶμαι, τοὺς ἀνακειμένους Θεῷ καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτω διακεῖσθαι εὐλαβῶς ὡς μηδὲ ὕβριν τὸ τοιοῦτο ἡγεῖσθαι, κἂν μυριάκις ἠτιμωμένοι τυγχάνοιεν.

Ὅτι δὲ οὐδὲ μέχρι ἐννοίας τετόλμηταί τι τοιοῦτον ἐμοί, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ ἀπονοίᾳ καὶ φιλοδοξίᾳ, ὡς πολλάκις ἔφης τινὰς διαβάλλειν, ἐπὶ τοῦτο ἦλθον ἐγὼ ψηφίσασθαι τοῖς κατηγόροις, τῶν τὰ μέγιστα ἠδικηκότων ἂν εἴην, ἀνδρῶν καταφρονήσας θαυμαστῶν καὶ μεγάλων καὶ πρὸς τούτοις εὐεργετῶν· Εἰ γὰρ τὸ τοὺς μηδὲν ἠδικηκότας ἀδικεῖν κολάσεως ἄξιον, τοὺς τιμῆσαι προελομένους ἀφ᾽ ἑαυτῶν πῶς τιμᾶν χρή; —οὐδὲ γὰρ τοῦτο ἔχοι τις ἂν εἰπεῖν ὅτι εὖ παθόντες ἢ μικρὸν ἢ μέγα παρ᾽ ἐμοῦ, τῶν εὐεργεσιῶν ἐκείνων ἐξέτισαν τὰς ἀμοιβάς—πόσης οὖν οὐκ ἂν εἴη τιμωρίας ἄξιον τοῖς ἐναντίοις ἀμείβεσθαι; Εἰ δὲ τοῦτο μὲν οὐδὲ εἰς νοῦν ἐβαλόμεθά ποτε, μεθ᾽ ἑτέρας δὲ προαιρέσεως τὸ βαρὺ φορτίον ἐξεκλίναμεν, τί παρέντες συγγινώσκειν, εἴ γε ἀποδέχεσθαι μὴ βούλοιντο, ἐγκαλοῦσιν ὅτι τῆς ἑαυτῶν ἐφεισάμεθα ψυχῆς;

Ἐγὼ γὰρ τοσοῦτον ἀπέσχον εἰς τοὺς ἄνδρας ὑβρίσαι ἐκείνους ὅτι καὶ τετιμηκέναι αὐτοὺς φαίην ἂν τῇ παραιτήσει. Καὶ μὴ θαυμάσῃς, εἰ παράδοξον τὸ λεγόμενον· ταχεῖαν γὰρ καὶ τούτου τὴν λύσιν ἐπάξομεν. Τότε μὲν γάρ, εἰ καὶ μὴ πάντες, ἀλλ᾽ οἷς τὸ κακῶς ἀγορεύειν ἡδύ, πολλὰ ἂν εἶχον καὶ ὑποπτεῦσαι καὶ εἰπεῖν περί τε τοῦ χειροτονηθέντος ἐμοῦ, περί τε τῶν ἑλομένων ἐκείνων· οἷον ὅτι πρὸς πλοῦτον βλέπουσιν, ὅτι λαμπρότητα γένους θαυμάζουσιν, ὅτι κολακευθέντες ὑφ᾽ ἡμῶν εἰς τοῦτο ἡμᾶς παρήγαγον· εἰ δὲ καὶ ὅτι χρήμασι πεισθέντες, οὐκ ἔχω λέγειν, εἴ τις καὶ τοῦτο ὑποπτεύσων ἦν.

Καὶ ὁ μὲν Χριστὸς ἁλιεῖς καὶ σκηνοποιοὺς καὶ τελώνας ἐπὶ ταύτην ἐκάλεσε τὴν ἀρχήν· οὗτοι δὲ τοὺς μὲν ἀπὸ τῆς ἐργασίας τῆς καθημερινῆς τρεφομένους διαπτύουσιν, εἰ δέ τις λόγων ἅψαιτο τῶν ἔξωθεν καὶ ἀργῶν τρέφοιτο, τοῦτον ἀποδέχονται καὶ θαυμάζουσι. Τί γὰρ δήποτε τοὺς μὲν μυρίους ἀνασχομένους ἱδρῶτας εἰς τὰς τῆς Ἐκκλησίας χρείας παρεῖδον, τὸν δὲ οὐδέποτε τοιούτων γευσάμενον πόνων, πᾶσαν δὲ τὴν ἡλικίαν ἐν τῇ τῶν ἔξωθεν λόγων ματαιοπονίᾳ καταναλώσαντα, ἐξαίφνης εἰς ταύτην εἵλκυσαν τὴν τιμήν;

ηʹ. Ὅτι καὶ μέμψεως αὐτοὺς ἀπηλλάξαμεν διὰ τῆς φυγῆς Ταῦτα καὶ πλείονα τούτων λέγειν εἶχον ἄν, δεξαμένων ἡμῶν τὴν ἀρχήν. Ἀλλ᾽ οὐ νῦν· πᾶσα γὰρ αὐτοῖς κακηγορίας ἐκκόπτεται πρόφασις καὶ οὔτε ἐμοὶ κολακείαν, οὔτε μισθαρνίαν ἐκείνοις ἔχουσιν ἐγκαλεῖν, πλὴν εἴ τινες αὐτῶν ἁπλῶς μαίνεσθαι βούλοιντο. Πῶς γὰρ ὁ κολακεύων καὶ χρήματα ἀναλίσκων ἵνα τύχῃ τῆς τιμῆς, ἡνίκα ἔδει τυχεῖν, ἑτέροις ἂν ἀφῆκεν αὐτήν; Ὅμοιον γὰρ ἂν εἴη τοῦτο ὥσπερ ἂν εἴ τις πολλοὺς περὶ τὴν γῆν ἀνασχόμενος πόνους ἵνα βρίθηται μὲν αὐτῷ τὸ λήϊον πολλῷ τῷ καρπῷ, οἴνῳ δὲ ὑπερβλύζωσιν αἱ ληνοί, μετὰ τοὺς μυρίους ἱδρῶτας καὶ τὴν πολλὴν τῶν χρημάτων δαπάνην, ἡνίκα ἂν καλαμᾶσθαι καὶ τρυγᾶν δέῃ, τηνικαῦτα ἑτέροις τῆς τῶν καρπῶν ἐκσταίη φορᾶς. Ὁρᾷς ὅτι τότε μὲν εἰ καὶ πόρρω τῆς ἀληθείας ἦν τὰ λεγόμενα, ἀλλ᾽ ὅμως εἶχον πρόφασιν οἱ βουλόμενοι διαβάλλειν αὐτοὺς ὡς οὐκ ὀρθῇ κρίσει λογισμῶν τὴν αἵρεσιν πεποιημένους· ἡμεῖς δὲ αὐτοῖς νῦν οὐδὲ χᾶναι, οὐδὲ ἁπλῶς διᾶραι τὸ στόμα συνεχωρήσαμεν.

Καὶ τὰ μὲν παρὰ τὴν ἀρχὴν λεγόμενα τοιαῦτα ἂν ἦν καὶ τούτων πλείονα. Μετὰ δὲ τὸ τῆς διακονίας ἅψασθαι οὐκ ἂν ἠρκέσαμεν καθ᾽ ἑκάστην ἡμέραν τοῖς ἐγκαλοῦσιν ἀπολογούμενοι, εἰ καὶ πάντα ἡμῖν ἀναμαρτήτως ἐπράττετο, μὴ ὅτι καὶ πολλὰ διαμαρτεῖν ὑπό τε τῆς ἀπειρίας καὶ τῆς ἡλικίας ἠναγκάσθημεν ἄν· νῦν δὲ καὶ ταύτης αὐτοὺς τῆς κατηγορίας ἀπηλλάξαμεν, τότε δὲ μυρίοις ἂν αὐτοὺς περιεβάλομεν ὀνείδεσι. Τί γὰρ οὐκ ἂν εἶπον; παισὶν ἀνοήτοις πράγματα οὕτω θαυμαστὰ καὶ μεγάλα ἐπέτρεψαν· ἐλυμήναντο τοῦ Θεοῦ τὸ ποίμνιον· παίγνια καὶ γέλως γέγονε τὰ χριστιανῶν. Ἀλλὰ νῦν «πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.» Εἰ γὰρ καὶ διὰ σὲ ταῦτα λέγοιεν, ἀλλὰ ταχέως αὐτοὺς διδάξεις διὰ τῶν ἔργων ὅτι οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν, οὐδὲ τὸν πρεσβύτην ἀπὸ τῆς πολιᾶς δοκιμάζειν, οὐδὲ τὸν νέον πάντως ἀπείργειν τῆς τοιαύτης διακονίας, ἀλλὰ τὸν νεόφυτον, πολὺ δὲ ἀμφοτέρων τὸ μέσον.