Ἠρώτησε τὸν Κύριον τῶν Φαρισαίων τις εἰσελθεῖν καὶ φαγεῖν ἄρτον, Εἰσῆλθεν ὁ Δεσπότης, καὶ ἀνέκειτο. Εἰ γὰρ καὶ ᾔδει τῶν καλούντων τὰς γνώμας, ἀλλὰ καὶ μακροθυμῶν ἔφερεν. Ὅτι γὰρ ὁ καλέσας ὑποκριτὴς ἦν, τὰ ἑξῆς δείκνυσιν· Ἀνακειμένου τοῦ Κυρίου καὶ ἔτι ὄντος τοῦ συμποσίου, Γυνή τις ἦν, φησὶν, ἐν τῇ πόλει ἁμαρτωλός. Ἀκούσασα ὅτι Ἰησοῦς ἐκεὶ κατάκειται, ἔρχεται, φησὶν, εἰς τὸν οἶκον· καὶ κομίσασα ἀλάβαστρον μύρου, κατέχεεν ἐπὶ τῶν ποδῶν τοῦ Δεσπότου, καὶ κατεφίλει τὰ ἴχνη, καὶ ἐξέμασσε ταῖς θριξὶν αὐτῆς. Ἵνα δὲ γνῶς, ὅτι ὑποκριτὴς ὁ καλέσας, διαλογίζεται ἐν ἑαυτῷ ὁ Φαρισαῖος· Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ· ὅτι ἁμαρτωλός ἐστιν. Οὐ γὰρ ὑποκριταὶ μόνον οἱ Φαρισαῖοι, ἀλλὰ καὶ φθονεροί. Παρὰ σοὶ Χριστὸς ἀνάκειται, καὶ ταῦτα εἰδώς σου τὸν τρόπον, καὶ οὐδεὶς βασκαίνει· ἦλθεν ἁμαρτωλὸς γυνὴ σωθῆναι, καὶ φθονεῖς, ὦ Φαρισαῖε; Τάχα ἂν ... αὐτοῦ συγγενὴς ἦν, μᾶλλον δὲ τῶν δογμάτων προπάτωρ. Ἵν᾽ οὖν γνῷς, ὅτι οὐκ ἔστι προφήτης, ἀλλ᾽ ὁ προφήτης (ἔχει γάρ τι ἡ τοῦ ἄρθρου προσθήκη), τί μέγα ἦν, εἰ ἔγνω ὅτι ἁμαρτωλὸς ἡ γυνή; Τοῦτο καὶ διὰ φήμης ῥᾴδιον ἦν μαθεῖν· τοῦτο καὶ σὺ ὁ Φαρισαῖος, μὴ ὢν προφήτης, ἐγίνωσκες. Δείκνυσιν οὖν τὸ μεῖζον τοῦ εἰδέναι.