Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας καὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Η υπεροχή της ελεημοσύνης έναντι της παρθενίας

Η παρθενία, παρότι επίπονη, δεν επαρκεί για τη σωτηρία χωρίς την ελεημοσύνη. Αναπτύσσεται αλληγορική ερμηνεία της παραβολής των δέκα παρθένων, όπου η ελεημοσύνη αποτελεί το κριτήριο εισόδου στη Βασιλεία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἐπιδείκνυνται γὰρ οἱ πένητες τὰ ἱμάτια, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός. Οὐχ οὕτως ἥλιος εἰς πάγος ἐλθὼν λύει αὐτὸ, ὡς ἐλεημοσύνη ἐμπεσοῦσα εἰς πλῆθος ἁμαρτιῶν ἀφανίζει αὐτάς. Ἵνα δὲ μάθῃς τῆς ἐλεημοσύνης τὸ ὕψος, τί τῆς παρθενίας ἐπιπονώτερον; Οὐδέν· πολλαί εἰσιν αἱ ἀρεταὶ, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττονες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον· πρὸς τὴν φύσιν παλαίει· ὁ πόλεμος οὗτος ἀνοχὴν οὐκ ἔχει· μάχη ἐστὶν εἰρήνην μηδέποτε ἔχουσα, εἰ μὴ διὰ τοῦ ἐλέους τοῦ Χριστοῦ. Ἕστηκεν ἡ παρθένος τὴν κάμινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη· παρθένος ἐπὶ τῶν ἀνθράκων ἑστῶσα οὐ κατακαίεται· ἐν τῇ καμίνῳ οὖσα οὐ φλέγεται, δρόσον ἔχουσα καθάπερ οἱ τρεῖς παῖδες· πρὸς τὰς ἀοράτους δυνάμεις ἁμιλλωμένη, τὸν Μιχαὴλ μιμεῖται, καὶ πρὸς τὸν Γαβριὴλ ἁμιλλᾶται. Ἐν τῷ παραδείσῳ ἦν ἡ παρθενία, καὶ ὑπὸ τοῦ δράκοντος κατεφθάρη. Διὰ τοῦτο ἐν τοῖς μέσοις χρόνοις οὐκ ἐφαίνετο· ὅτε δὲ ἦλθεν ὁ ἐκ παρθένου γεννηθεὶς Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τότε ἐφάνη πάλιν. Θέλεις δὲ γνῶναι τῆς παρθενίας τὸ μέγεθος;

Μωϋσῆς τὴν θάλασσαν ἔσχισε, τὸν ἀέρα μετέβαλε, μάννα κατήγαγε, καὶ κατελάλησαν αὐτοῦ περὶ τῆς ἰδίας γυναικὸς, τῆς Αἰθιοπίσσης, ὅτι γυναῖκα εἶχε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἀλλὰ καὶ Ἰωσὴφ, εἰ καὶ σωφρονῶν, ἀλλ᾽ ὅμως μετὰ ταῦτα γυναῖκα ἔσχε. Βούλει μαθεῖν, ὅσον ἐστὶν ἡ παρθενία;

Ὁ Χριστὸς ἐλθὼν οὐ κατέδησεν αὐτὴν ἀνάγκῃ· ὁμοῦ γὰρ τὰς ἄλλας ἐπιτείνας ἀρετὰς, ταύτην οὐκ ἐπέτεινεν, ἵνα, ἐὰν ἑκουσίως κατορθώσῃς, στεφανωθῇς. Οἱ ἐγκράτειαν ἀσκοῦντες, καὶ τὴν ἀκτημοσύνην πρώτην αὐτὴν μεταχειρίζονται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐγεννήθησαν οὕτω· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ τὰ μόρια κόψαντες, ἀλλὰ τὴν ἀκόλαστον ἐπιθυμίαν ἀποκοψάμενοι. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Καὶ ὁ Ἀπόστολος τὰς ἀρετὰς ἐπελθὼν πάσας, εἰδὼς αὐτῆς τὸ πέλαγος, λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω.

Εἶδες πῶς μεγάλη ἡ παρθενία; Καὶ ὅμως χωρὶς ἐλεημοσύνης οὐκ ἔσωσεν· ἐλεημοσύναι δὲ χωρὶς παρθενίας ἔσωσαν. Αἱ πέντε παρθένοι αἱ μωραὶ, ἐπειδὴ ἔλαιον οὐκ εἶχον, ἀλλὰ μόνην τὴν παρθενίαν, οὐκ ἐσῆλθον εἰς τὸν νυμφῶνα· λέγουσι γὰρ ταῖς φρονίμοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Δικαίως δὲ ἐκλήθησαν μωραὶ, ὅτι τὸ ἐπιπονώτερον κατορθώσασαι, τὸ χωρὶς πόνου οὐκ ἐποίησαν· τὸν μέγαν ἀνταγωνιστὴν κατήνεγκαν, καὶ ὑπὸ τοῦ ἐλάττονος ἡττήθησαν.

Καὶ ἐλθόντος τοῦ νυμφίου, εἰσῆλθον αἱ φρόνιμοι εἰς τὸν νυμφῶνα· καὶ ἦλθον κἀκεῖναι κρούουσαι· καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Διὰ τί; Ὅτι πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Ἡμᾶς δὲ μὴ γένοιτο ἀκοῦσαι φωνῆς τοιαύτης· τοῖς δὲ τὴν ἐλεημοσύνην κατορθώσασι λέγει· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Διὰ τί; ὅτι παρθενίαν ἐτήρησαν; Οὐδαμῶς· ἀλλ᾽ ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Ἵνα δὲ μάθῃς πόσον ἐστὶν ἡ ἐλεημοσύνη, βούλομαι πάλιν ὑμᾶς ὑπομνῆσαι τῆς ἱστορίας ταύτης. Δέκα παρθένοι ἦσαν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωραί· καὶ φωνὴ ἐγένετο κατὰ τὸ μεσονύκτιον. Ἀνάστητε, ὁ νυμφίος ἔρχεται.

Τὸ μεσονύκτιον ἡ ἀνάστασίς ἐστιν, ὅτε οἱ ἄγγελοι πάντας ἡμᾶς ἐπεγείρωσιν. Ἀναστᾶσαι δὲ αἱ παρθένοι ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. Ἡ δὲ λαμπὰς ἡ παρθενία ἐστὶ, τὸ καθαρὸν, τὸ ὀξὺ, τὸ φωτεινόν. Λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Λέγουσιν αὐταῖς αἱ φρόνιμοι· Φοβούμεθα μή ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν (ἀλλ᾽ οὐχὶ βασκαίνουσαι οὐκ ἔδωκαν· ἐκεῖ γὰρ τίς χρεία χρυσίου λοιπόν; οὐ γάρ ἐστιν ἐκεῖ πλούσιος καὶ πένης), ἀλλ᾽ ἀπελθοῦσαι ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες; Πένητες· σὺ γὰρ μᾶλλον λαμβάνεις ἢ δίδως· δίδως αὐτῷ σὺ γήϊνα, καὶ λαμβάνεις ἐπουράνια.