Ἐγὼ ταῦτα ἀκούων, καὶ διορθούμενος, παρ᾽ ὑμῶν χάριν λαμβάνω· κἂν δοῦλος ᾖ ὁ λέγων, δέχομαι τὴν συμβουλὴν, κἂν ἐλεύθερος ᾖ, προθύμως ἀκούω. Οὐ γὰρ τὸ διάφορον τῶν προσώπων, ἀλλ᾽ ἡ χρῆσις τῆς συμβουλῆς ποιεῖ με δέχεσθαι τὰ λεγόμενα. Εἰ γὰρ Μωϋσῆς ἐκεῖνος, ὁ τηλικοῦτος, ὁ τῷ Θεῷ ὁμιλήσας, τὰς τοῦ κηδεστοῦ αὐτοῦ συμβουλίας οὐκ ἀπεστράφη, καὶ τούτου βαρβάρου ὄντος, ἀλλὰ κἀκεῖνος κατεδέξατο, καὶ ὁ Θεὸς ἐβεβαίωσε· πόσῳ μᾶλλον ἡμεῖς; Οὐ λέγω σοι, ἀκτήμων γενοῦ, ἀλλὰ τὸ περισσὸν εἰς τοὺς πένητας ἀνάλωσον, ἵνα ἡ περισσεία σου ὑπόθεσις σωτηρίας σοι γένηται. Οὐχ ὁρᾶτε πολλοὺς κατὰ τὴν ὁδὸν πένητας, πῶς μένουσι νοσοῦντες καὶ γυμνητεύοντες; καὶ ὁ μὲν νεώτερος, ὁ δὲ πρεσβύτερος, καὶ ἄλλος ὑφ᾽ ἑτέρου στηρίζεται, καὶ πολλὴ ἡ τούτων τραγῳδία. Δὸς οὖν τῷ συνδούλῳ, ἵνα ἔχῃς τὸν Δεσπότην χρεωφειλέτην, τὸν ἡδέως χρεωστοῦντα, τὸν διδόντα τὸ κεφάλαιον μετὰ τοῦ τόκου· ἐπὶ μὲν γὰρ τῶν ἔξω ἔγκλημα ὁ τόκος, ἐπὶ δὲ τοῦ Θεοῦ ἔπαινος. Οὐ δίδως τῷ πένητι; πρόσεχε τῷ δι᾽ αὐτοῦ αἰτοῦντι, καὶ αἰδέσθητι τὸ ἀξίωμα τοῦ λαμβάνοντος· ὁ πένης λαμβάνει, καὶ ὁ Θεὸς δανείζεται. Ἐννόησον ποῦ κατέβη ὁ Δεσπότης σου δι᾽ ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον. Πεινῶντα μὲν γὰρ, φησὶν, εἴδετέ με, καὶ οὐκ ἐθρέψατε· διψῶντα, καὶ οὐκ ἐποτίσατε· ξένον, καὶ οὐ συνηγάγετε· γυμνὸν, καὶ οὐ περιεβάλετε, καὶ τὰ ἑξῆς.