Ἴστε γὰρ πάντες σαφῶς, ὅτι συκοφαντίᾳ τῆς Αἰγυπτίας τὴν φυλακὴν οἰκήσας, ψήφῳ δὲ θείας προνοίας τῆς Αἰγύπτου βασιλεύσας, καὶ ἤδη λοιπὸν τῶν ὀνείρων αὐτοῦ, μᾶλλον δὲ τῶν ἀποκαλύψεων, τὴν ἔκβασιν ἐπιδεικνύντων, καὶ τῶν ἀδελφῶν αὐτοῦ κατελθόντων εἰς τὴν Αἴγυπτον διὰ τὴν τῶν ἀναγκαίων σπάνιν, θεασάμενος τούτους ὁ Ἰωσὴφ, καί γε βασιλεὺς ὑπάρχων, καὶ πάσης τῆς Αἰγύπτου δεσπόζων, οὐκ ἐγύμνωσε ξίφος, οὐκ ἐν φυλακῇ κατέκλεισεν, οὐ λιμῷ κατέτηξεν, οὐ πληγὰς ἐπέθηκε, οὐχ ὡς θῆρας τοὺς μὴ ἐλεήσαντας ἑαυτὸν κατενόησεν, οὐχ ὑπεμνήσθη τοῦ χιτῶνος τὸν διασπαραγμὸν, οὐ τοῦ λάκκου τὸν βόθυνον, οὐ τῆς δουλείας τὸ ὀνικὸν, οὐ τοῦ φθόνου τὸν τῦφον, οὐ τῆς μισαδελφίας τὸν καπνὸν, οὐ τῆς πατρικῆς ζημίας τὸν φόρτον, οὐ τοῦ ὁμομητρίου ἀδελφοῦ Βενιαμὶν τὴν ἀλλοτρίωσιν· ἀλλὰ πάντα τὰ λυποῦντα ἐκποδὼν ποιήσας, ἀπειλὴν μετὰ πραότητος συζεύξας, ἀφορμὴν ἐζήτει πῶς ἀναγνωρισθῇ τοῖς ἀδελφοῖς. Μόνον γὰρ ἐθεάσατο τούτους, καὶ τὸν ὁμομήτριον ἀδελφὸν Βενιαμὶν, τὸν ἄκακον, τὸν ἀκέραιον, τὸν ἔσχατον τῆς πατρικῆς ἀμπέλου βότρυν, τὸν ἄγευστον τῆς μισαδελφίας, τὸν ἀδελφὸν καὶ τῇ φύσει καὶ τῇ γνώμῃ, εὐθέως περιχαρέσι δάκρυσι τὰς παρειὰς νοτίσας, ἀνεβόησε λέγων· Ἐγώ εἰμι Ἰωσὴφ ὁ ὑμέτερος ἀδελφός· νῦν δὲ μὴ σκληρὸν ὑμῖν φανήτω. Ὢ τῶν ξένων πραγμάτων! ὁ ἀνεύθυνος ὡς ὑπεύθυνος ἀπολογεῖται. Ἐγώ εἰμι Ἰωσὴφ, ὦ ἀδελφοί.