Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας, περὶ Δαβίδ

Ἰωάννης ὁ Χρυσόστομος

Η ιερατική μεσιτεία και η εξουσία της άφεσης των αμαρτιών

Υπεράσπιση της εξουσίας των ιερέων να συγχωρούν αμαρτίες έναντι των Καθαρών, με προβολή της μετάνοιας του Δαβίδ μέσω του προφήτη Νάθαν ως πρότυπο μεσιτείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τὸ δὲ, Σήμερον καθίστημί σε, μὴ ἐν ὡρισμένῃ ἡμέρᾳ λάμβανε, ἀλλὰ τὸ εἰς ἀεὶ καὶ πάντοτε, καθώς φησιν ὁ μακάριος Παῦλος· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, ἀντὶ τοῦ, ᾟ δ᾽ ἂν ἡμέρᾳ ἀκούσητε τοῦ Κυρίου λέγοντος, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς οἱ λεγόμενοι Καθαροί. Ταῦτα δὲ οὐ μόνον πρὸ τοῦ βαπτίσματος καὶ ἐν τῷ νόμῳ, ἀλλὰ καὶ μετὰ τὸ βάπτισμα καὶ ἐν τῇ χάριτι. Αὐτὰ γὰρ ταῦτα ὁ Δεσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐν ἑτέραις λέξεσι παραδιδοὺς ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ οὐχ ἁπλῶς λέξεών τινων, ἀλλὰ πραγμάτων ἐνόχους ἐποίησε τοὺς ἑαυτοῦ μαθητὰς, τοῦ λύειν καὶ δεσμεῖν. Βλέψατε πρὸ πάντων εἰς τὸν μακάριον Πέτρον, πῶς ἐδέσμευσε θανάτῳ τοὺς συμφωνήσαντας τῷ ψεύδει, Ἀνανίαν καὶ Σάπφειραν· πῶς δὲ ἔλυσε τὴν συμφορὰν τοῦ ἐκ γενετῆς κυλλοῦ ἀθρόον, πόδας αὐτῷ χαρισάμενος. Τί ἐροῦσι πρὸς ταῦτα οἱ Καθαροὶ, τῶν καθαρωτέρων, καὶ πάσης ἀκαθαρσίας ἀκαθαρτότεροι; Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾽ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ γῆς.

Τί οὖν ἐροῦσι πρὸς ταῦτα οἱ πολλοὶ, οἱ τὸν κενόδοξον λογισμὸν ἔχοντες, οἱ τολμῶντες λέγειν μεματαιωμένῳ στόματι· Ἐγὼ ἔχω τῷδε τῷ πρεσβυτέρῳ προσελθεῖν, καὶ ἐξομολογήσασθαι αὐτῷ τὰς ἁμαρτίας μου, τῷ πολλάκις πλείονά μου πταίσαντι; πῶς δύναται οὗτος, ἄνθρωπος ὑπάρχων καὶ ἁμαρτωλὸς, τὰς ἐμὰς ἁμαρτίας ἐξαλεῖψαι; Τοιαῦτα προφασίζονται οἱ ἐν ἁμαρτίαις καὶ ἐν ὑπεροψίᾳ ὑψοῦντες ἑαυτούς. Ἀλλ᾽, ὦ ἄνθρωπε, ὁ σαυτῷ ἐπιβουλεύων τοῖς ἀλαζόσι καὶ ἀπατηλοῖς σου ῥήμασιν, ὁ Θεὸν παραπικραίνων διὰ τῆς ἀνοίας σου καὶ ὑψηλοφροσύνης· μὴ γὰρ ἀνθρώπῳ προσέρχῃ, ἢ ἄνθρωπος ἀφίησί σου τὰς ἁμαρτίας; τῷ Δεσπότῃ καὶ βασιλεῖ τῶν ἁπάντων Θεῷ προσέρχῃ, τῷ διὰ τοῦ ἱερέως συγχωροῦντί σοι τὰ πλημμελήματα. Μεσίτης γὰρ, οὐκ αὐθέντης ὑπάρχει ὁ ἱερεύς. Τί τοίνυν κρίνεις καὶ βδελύττῃ, ὃν ὁ Θεὸς οὐ κατακρίνει; Τὸ τίμιον αὐτοῦ σῶμα μελίζει, καὶ τὸ ἄχραντον αὐτοῦ αἷμα ἱερουργεῖ. Ἕως ἐστὶν ἱερεὺς, καὶ ὁ Θεὸς συγχωρεῖ αὐτῷ ἱερουργεῖν, μὴ παραιτήσῃ παρ᾽ αὐτοῦ λαβεῖν τὴν δωρεάν· οὐ γὰρ αὐτὸς παρέχει σοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ἀλλ᾽ ὁ μέγας ἀρχιερεὺς Χριστὸς, ὁ πιστεύσας αὐτῷ τὴν ἱερωσύνην.

Ὅτι δὲ οὐ μόνον ἐν τῇ χάριτι, ἀλλὰ καὶ πρὸ τῆς χάριτος ὁ Θεὸς τοῖς ἀνθρώποις τὴν σωτηρίαν δι᾽ ἀνθρώπου ἐποιεῖτο (τούτου χάριν ὁ Δεσπότης ἡμῶν ἐνηνθρώπησεν, ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων)· οἴδατε ἀκριβῶς τὴν ἱστορίαν κατὰ τὸν μακάριον Δαυῒδ τὸν ἀρτίως εἰρηκότα, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, πῶς ὁ αὐτὸς φόνῳ καὶ μοιχείᾳ περιπεσὼν, τοῖς ἄκροις κακοῖς, ἔμενεν ἀνεξομολόγητος. Τί οὖν ποιεῖ ὁ Θεὸς, ἵνα καὶ τοῦτον πρὸς μετάνοιαν ἐλάσῃ, καὶ τοὺς μετέπειτα ποιήσῃ τὴν μετάνοιαν ἀσπάζεσθαι; Πέμπει πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἐν ἀλλοτρίῳ προσώπῳ τὰ κατ᾽ αὐτοῦ ἐξαγγέλλοντα. Ἐλθὼν γὰρ, φησὶν, ὁ μνημονευθεὶς προφήτης πρὸς τὸν Δαυῒδ ἔφη· Βασιλεῦ, ἔχω σοί τι εἰπεῖν. Ὁ δὲ Δαυῒδ, Λέγε. Καὶ ὁ προφήτης Νάθαν· Ἄνθρωπός τις ἦν πλούσιος, ἔχων ποίμνια καὶ βουκόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης ἔχων ἀμνάδα μίαν, ἥτις ἐκ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε· πλούσιον τὸν Δαυῒδ καλῶν, πένητα τὸν Οὐρίαν. Τί οὖν; Ἦλθε, φησὶ, ξένος πρὸς τὸν πλούσιον. Τίς ὁ ξένος;

Ὁ λογισμὸς τῆς ἐπιθυμίας, ὁ ἐμβάλλων ἡμᾶς εἰς κόλασιν. Ἦλθε ξένος πρὸς τὸν πλούσιον· καὶ ὁ πλούσιος φειδόμενος τῶν οἰκείων προβάτων, πέμψας ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος, καὶ κατέσφαξεν αὐτὴν τῷ ξένῳ.

Τοῦτο ἀκούσας ὁ βασιλεὺς Δαυῒδ, εἰ καὶ τῇ ἁμαρτίᾳ ἦν περιπεσὼν, ἀλλ᾽ ὅμως τὸ δίκαιον ἠμφίεστο· τοῦ γὰρ σώματος ἡ ἁμαρτία, τῆς δὲ ψυχῆς τὸ κατόρθωμα. Ὅθεν ἀποκριθεὶς ἐν θυμῷ ἔφη, Ζῇ Κύριος, ἄξιος θανάτου ὁ ποιήσας τοῦτο, καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλάσιον. Ὑπερβαίνει τὸν νόμον ὁ Δαυΐδ· ὁ νόμος γὰρ τετραπλασίονα κελεύει· οὗτος δὲ ἑπταπλασίονα κελεύει. Ὁ δὲ Νάθαν πρὸς αὐτόν· Σὺ εἶ, βασιλεῦ, ὁ ταῦτα πεποιηκώς. Εἶτα ὁ Δαυῒδ συνετὸς ὑπάρχων, καὶ εὐλαβείᾳ συζήσας, οὐκ ἀπεχρήσατο τῷ βασιλικῷ ἀξιώματι, οὐκ ἐτυράννησε τὸν ἐλέγχοντα, καίπερ δυνάμενος· οὐκ εἶπε, Τίς εἶ σὺ, ὁ τολμήσας ἐπὶ πάντων ὀνειδίσαι με; ᾔδει γὰρ σαφῶς, ὅτι εἰ καὶ βασιλεύς ἐστιν ἐπίγειος, ἀλλ᾽ ὅμως βασιλεύεται ὑπὸ τοῦ βασιλέως τῶν ἄνω δυνάμεων.

Ὡς μόνον γὰρ ἤκουσε τὴν φωνὴν τοῦ προφήτου, ὅτι Σὺ εἶ, βασιλεῦ, εὐθέως ἐξομολογήσατο· Ἡμάρτηκα τῷ Κυρίῳ. Ὁ δὲ Νάθαν, Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς. Ὦ Νάθαν, τί ἐτόλμησας ἀποφήνασθαι; μέλλεις γὰρ ὑπὸ Ναυάτου ἐγκαλεῖσθαι τοῦ ὑψηλόφρονος. Τῷ Θεῷ ἥμαρτεν ὁ Δαυῒδ, αὐτῷ καὶ ἐξωμολογήσατο· καὶ πόθεν οἶδας, εἰ συγχώρησιν ἔλαβεν, ὅτι σὺ ἀφεῖλες τὸ ἁμάρτημα; πρῶτον μάθε, καὶ τότε μετάδος τῆς ἁμαρτίας τὴν λύσιν. Ὁ δὲ Νάθαν φησίν· Ἐμοὶ ἐνεχείρισεν ὁ Θεὸς τελείαν τὴν τοῦ Δαυῒδ περιοδείαν ποιήσασθαι. Εἰ γὰρ οὐκ ἐβούλετο δι᾽ ἐμοῦ αὐτῷ συγχωρῆσαι, οὐκ ἂν ἀπέσταλκέ με πρὸς αὐτόν. Τίς ἐγκαλεῖ ἰατρῷ περιοδεύοντι ἀνθρώπῳ νοσοῦντι, καὶ οὐκ εὐχαριστεῖ καὶ ἀμοιβὰς ἀποδίδωσι;

Σαφῶς τοίνυν ἀποδέδεικται, ὅτιπερ οὐ μόνον ἐν τῇ χάριτι, ἀλλὰ καὶ πρὸ τῆς χάριτος δι᾽ ἀνθρώπων ὁ Θεὸς τοῖς ἀνθρώποις συνεχώρει τὰ ἁμαρτήματα. Χρησώμεθα δὲ καὶ μετρίῳ ὑποδείγματι πρὸς σαφήνειαν τῶν λεγομένων· Ὑπόθου μοι, ὦ ἄνθρωπε ὁ τῆς μετανοίας ἀντίπαλος, τινὰ ἄνθρωπον σφαλέντα ἐπί τινι ἐγκλήματι, καὶ καταδίκῃ ὑπὸ ἄρχοντος βληθέντα καὶ μέλλοντα αὐτὸν ἢ ἐν ἐξορίᾳ, ἢ ἐν ἄλλῃ τινὶ τιμωρίᾳ, παραπέμπεσθαι· μὴ οὗτος ὁ τῇ καταδίκῃ φρουρούμενος, δι᾽ ἑαυτοῦ πρόεισι, καὶ τὸν ἄρχοντα παρακαλεῖ τῆς συμφορᾶς ἐκείνης ἀπαλλαγῆναι; οὐχὶ τὸν μεσίτην ἰχνεύσας καὶ ζητήσας, τὸν λεγόμενον, ἵνα σαφέστερον εἴπω, δομεστικὸν, δι᾽ αὐτοῦ τὴν σωτηρίαν πρυτανεύεται, καὶ τῆς κρίσεως τὴν ψῆφον σπουδάζει ἀκυρῶσαι, καὶ τοῦ ἄρχοντος τὸν θυμὸν εἰς ἐπιείκειαν μεταποιῆσαι; Εἰ ἐπὶ τῶν σωματικῶν τιμωριῶν εὐταξία τοσαύτη καὶ παράκλησις, ἐπὶ τῶν πνευματικῶν οὐχὶ μᾶλλον ὑψηλοτέρα γενήσεται μεσιτεία καὶ βοηθείας χρεία; Ὥστε, ἄνθρωπε, εἰ διὰ τοῦτο οὐ βούλει προσελθεῖν τῇ μετανοίᾳ, ὅτι ἄνθρωπός ἐστιν ὁ ἱερεὺς ἁμαρτωλὸς, μηδὲ βαπτισθῇς· ἄνθρωπος γάρ ἐστιν ὁ βαπτίζων· μηδὲ κοινωνήσῃς· ἄνθρωπος γάρ ἐστιν ὁ τὸν ἀμνὸν τοῦ Θεοῦ μελίζων. Εἰ δὲ ταῦτα πίστιν ἔχει, κἀκεῖνο πίστει κατάδεξαι. Ὅρα μὴ ἄλλα φυλάττων, καὶ ἄλλα ἀποβαλλόμενος, εἰς κρῖμα ἐμπέσῃς.

Οὕτω γὰρ σκελίζει ἡμᾶς τὸ πονηρὸν θηρίον ὁ διάβολος, καὶ θέλει ἡμᾶς ἐμβαλεῖν εἰς τὴν γέενναν διὰ πολυτρόπων αὐτοῦ μηχανημάτων. Γέγραπται ἐν τῷ νόμῳ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εἰ οὖν ἄρχοντά σοι δέδωκε τὸν ἱερέα ὁ βασιλεὺς τῶν βασιλευόντων, τί ἀποβάλλεις αὐτὸν καὶ ταλανίζεις; μὴ δύνασαι τῷ ἐπιγείῳ βασιλεῖ παριστάμενος διδόντι ἀξίαν ἄρχοντι, κωλῦσαι καὶ εἰπεῖν αὐτῷ· Οὐκ ἔστιν ἄξιος τῆς ἀρχῆς ταύτης γενέσθαι; Εἰ οὖν ἐκεῖνον οὐ δύνασαι κωλῦσαι, ὃν θέλει καὶ ὃν βούλεται δοξάσαι, πῶς τολμᾷς τὸ δεσποτικὸν κέλευσμα κωλυθῆναι ἐπὶ τοῦ ἱερέως, ὅτι ἁμαρτωλός ἐστιν; οὐχὶ Δαυῒδ ὁ προφήτης μοιχείᾳ καὶ φόνῳ περιέπεσεν, ὡς προεῖπον; οὐχὶ Πέτρος ἀρνησάμενος τὸν διδάσκαλον τρὶς, ἁμαρτίᾳ καὶ ἀρνήσει ὑπέπεσεν; οὐχὶ Παῦλος ἐδίωξε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὡς οὐδεὶς ἄλλος; Ἀλλ᾽ ὁ φιλάνθρωπος Δεσπότης τούτους ἐξελέξατο καὶ ἐδόξασεν, ἵνα σύ τινα τῶν τῆς Ἐκκλησίας ἀρχόντων μὴ ἐξουδενώσῃς μηδὲ κρίνῃς. Ὁ γὰρ ἱερεὺς βαπτίζων καὶ προσφέρων τὴν ἀναίμακτον θυσίαν, τὰς χεῖρας κιχρᾷ πρὸς τὸ προκείμενον· τὸ δὲ ἅγιον Πνεῦμα ταῦτα ἁγιάζει καὶ μεγαλύνει. Διὸ καὶ ἐνταῦθα μετανοοῦντός σου καὶ ἐξομολογουμένου, οὐδὲν ἕτερον, ἢ τὴν γλῶτταν κιχρᾷ, καὶ ὁ Θεὸς τὴν σωτηρίαν σοι καὶ τὴν ἄφεσιν παρέχει.