Περὶ νηστείας. Λόγος βʹ. Πάλιν ἡμᾶς ἡ ἁγία νηστεία πρὸς ἀπόλαυσιν ἀγαθῶν καλεῖ, πάλιν ἀγωνιστὰς κατασκευάζει, πάλιν ἀνδρείους βούλεται εἶναι, ὅπως νικητὰς τῶν παθῶν ἀναδείξῃ, καὶ τὸ κάλλος τῆς ψυχῆς λαμπρότερον ἀποδείξῃ, καὶ διὰ τῶν πόνων στεφάνους ἡμῶν πλέξῃ ταῖς κορυφαῖς. Τί γάρ ἐστι νηστεία, ἢ ἀγώνων στέφανος, καὶ μισθῶν πρόξενος, καὶ σωτηρίας ὁδός; Νηστεία γὰρ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησιν, ἀπὸ αἰχμαλωσίας εἰς τὴν πατρίδα ἐπανάγει· νηστεία τὰ τραύματα τῆς ψυχῆς ἰᾶται, νηστεία σαθρωθεῖσαν ψυχὴν ταῖς ἁμαρτίαις ἀνακαινίζει, νευροῖ τὴν ψυχὴν, ἀνδρειοῖ τὸ φρόνημα, τὸν φόβον τοῦ Θεοῦ εἰσάγει, ἐκπορθεῖ τὰ πάθη, γαληνιᾷ τοὺς λογισμούς. Ἐν ἡμέραις νηστειῶν ἡδοναὶ σβέννυνται, καὶ ἀρεταὶ ἀνθοῦσι, καὶ σωφροσύνης τὸ κάλλος καθαρώτατον δείκνυται, καὶ σῶμα εἰς ψυχὴν μεταβαίνει, πνευματικὸν γενόμενον ὑπὲρ φύσιν. Χαῖρε ἐν νηστείᾳ, καὶ μὴ στύγναζε, ὡς οἱ ὑποκριταί· ἀφανίζουσι τὰ πρόσωπα πρὸς θέαν ἀνθρωπίνην, ἀπολλύντες τὸν μισθὸν τῆς νηστείας. Τοῦ γὰρ Σωτῆρός ἐστιν ὁ λόγος· Ἐν νηστείᾳ ἄλειψόν σου τὴν κεφαλὴν, νίψον τὸ πρόσωπον τῇ εὐποιίᾳ, λάμψον ταῖς ἀρεταῖς, ὅπως ἐμοὶ μόνῳ φαίνῃ νηστεύων, τῷ τὰ κρυπτὰ καθορῶντι.