Ταύτην γὰρ τὴν ὁμολογίαν Θεῷ ποτε πρεσβεύων προσήνεγκεν ὁ φιλόξενος· ταύτην καὶ ἡμᾶς προσφέρειν καλόν. Αὕτη γὰρ ἡ φωνὴ τῆς φύσεως ἀσφαλέστατος χαλινός· αὕτη ἄτακτα βαίνειν οὐ συγχωρεῖ, ἄν τις ἀνάσχοιτο ἐρασθῆναι γῆς, τυγχάνων γῆ αὐτός. Εἰ γὰρ γῆς ἐρᾷ, κτῆμα κεκτήσθω τὸ ἴδιον σῶμα, καρποφόρον δεικνύτω ἑαυτὸν, τὰς ἀρετὰς ὡς εἰσφορὰς ἀποδιδότω τῷ τῆς κτίσεως γεωργῷ. Ὁ πατήρ μου, φησὶν, ὁ γεωργός. Πότε δέ τις ἐπιθυμήσει χρυσοῦ, ὁ γῆν ἐπιστάμενος ἑαυτόν; πότε δὲ ἐρασθείη ἐσθῆτος λαμπρᾶς ὁ κόνιν καλῶν ἑαυτόν; πότε εἰς πόθον ἀξίας ἐλθεῖν σπουδάσει, γῆν ὁμολογήσας ἑαυτόν, Ὅτι γὰρ ὁ ταύτην μελετήσας τὴν φωνὴν οὐκ ἐρεῖ τῷ πλησίον κακῶς, οὐ κινήσει κατὰ τοῦ πέλας γλῶτταν ἢ δεξιὰν, παντί που δῆλόν ἐστιν. Οὕτω σοφή τις καὶ θεία ἡ τοῦ φιλοξένου φωνή· Ἐγὼ γὰρ, ἔλεγε, φησὶν, εἰμὶ, οὐ πλάσμα σὸν, ὅπερ ἦν ἀληθὲς, οὐκ εἰκὼν σὴ, ὅπερ ἀψευδὲς, οὐκ ἐμφύσημα θεῖον, ὅπερ ἀκριβὲς, οὐ λογικὸς ἀνδριὰς, ὅπερ ἀσφαλές· ἀλλὰ ταῦτα πάντα δι᾽ εὐλάβειαν σιγήσας καὶ λήθῃ παραδοὺς, γῆν ἐπὶ τοῦ κριτοῦ καὶ σποδὸν καλεῖ ἑαυτόν. Ταύτην τὴν φωνὴν λογισάμενός τις ἐπιείκειαν ἀσκείτω, ταπεινοφροσύνην ζηλούτω, τῷ πλησίον τῶν πρωτείων παραχωρείτω, ἐν ἀξίᾳ μὴ ἐπαιρέσθω, ἐν δυναστείᾳ μὴ φλεγμαινέτω, ἐν ζώνῃ μὴ ὀφρυούσθω, ἐν πλούτῳ μὴ ἐλπιζέτω, ἐν ὑγιείᾳ μὴ λακτιζέτω, ἐν εὐγλωττίᾳ μὴ ἀλαζονευέσθω.