Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας

Ἰωάννης ὁ Χρυσόστομος

Η νηστεία ως μέσο μετάνοιας και η θεία παιδαγωγία

Ανάλυση της νηστείας ως αγγελικής πολιτείας και θεραπείας της πτώσης, μέσα από το παράδειγμα της Νινευή, τη φιλανθρωπία των θείων απειλών και τη σχέση ελεύθερης προαίρεσης και πρόγνωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Μεγάλα τὰ πρὸ ἡμῶν, μικρὰ τὰ παρ᾽ ἡμῶν· ἐὰν δὲ καὶ τῶν μικρῶν ἀποτύχωμεν, φανερῶς ἀλλότριοι τῶν νηστευσάντων ἐγενόμεθα. Οὐδεὶς ἡμῶν νηστεύει τεσσαράκοντα ἡμέρας· ἐπὶ γὰρ τεσσαράκοντα διαστήματα ἀναπαυόμεθα, ὥσπερ οἱ ὁδεύοντες, καθ᾽ ἑσπέραν αὐλιζόμενοι, καὶ πάλιν ἀρχόμενοι. Εἰ δὲ ἐκεῖνοι καὶ τὰς τεσσαράκοντα ἐνήστευσαν, ἡμεῖς δὲ οὐδὲ μετὰ ἀναπαύσεως τὴν αὐτὴν ὁδὸν ἐκείνοις ὁδεύομεν, μηδὲ τολμήσωμεν μνημονεῦσαι ὧν τὴν μίμησιν οὐκ ἔχομεν. Νηστεία, ἀγγέλων ἐστὶ κατὰ τὸ δυνατὸν μίμησις, καταφρόνησις τῶν παρόντων, σχολὴ προσευχῆς, τρυφὴ ψυχῆς, χαλινὸς σώματος καὶ πραΰτης ἐπιθυμίας. Καὶ οἴδασιν οἱ νηστεύοντες, ὅτι πραΰνει τὰς ἡδονὰς, καὶ οὐκ ἀγνοοῦσιν οἱ πειρασθέντες· μαλάσσει θυμὸν, συνδάκνει τὴν ὀργὴν, καὶ καταπαύει τὰ φυσικὰ κύματα, ἀνεγείρει τὸν λογισμὸν, καὶ φαιδρὰν ἀπεργάζεται τὴν ψυχὴν, κουφίζει τὴν σάρκα, ἀπελαύνει ἀκρασίας αἰσχρὰς τὰς νυκτερινὰς, ἀπαλλάσσει μέθης, ῥύεται κεφαλαλγίας· φαιδρὰ φέρει καὶ τὰ χρώματα καὶ τὰ βλέμματα. Εὔτακτα ἐν νηστείαις τὰ κινήματα, εὔκολος ἡ γλῶσσα, μὴ διαστρεφομένη ἀπὸ οἴνου, ὀρθὸς ὁ λογισμός· οὐ γὰρ ἐκχέονται αἱ ἐπιθυμίαι. Χορεύει ἐν σωφροσύνῃ, γαλήνην κρατεῖ· ὁ γὰρ ἔξω ἄνθρωπος σχολάζει, καὶ ὧν μὲν πάσχομεν ἐν μέθῃ, οὐ μεμνήμεθα, ὧν δὲ ἀπαλλαττόμεθα ἐν νηστείαις, ἔχομεν τὴν ὑπόμνησιν.

Ἡ γὰρ νηστεία καὶ ἑαυτὴν γινώσκει, καὶ τὰ ἀντικείμενα· μέθη δὲ ἑαυτὴν ἀγνοοῦσα, καὶ τὰ ἀπὸ νηστείας ἀγαθὰ ἀγνοεῖ. Τίνος χάριν, εἰπέ μοι, ἀνῃρέθησαν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς; οὐχ ὅτι ὑπουργοῦντες οἴνου ἐγεύσαντο; Τίς ἦν νόμος τῶν Ναζωραίων; οὐχὶ οἴνου ἀπέχεσθαι, καὶ πάντων τῶν ἀπὸ οἴνου; Οἱ περὶ Δανιὴλ σπέρματα ἤσθιον, καταφρονοῦντες τραπέζης τυραννικῆς τοῦ Ναβουχοδονόσορ. Ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμερῶν Δανιὴλ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν· ὅτε ἐπιθυμιῶν ἀπέσχετο, ταύτην τὴν ἐσχάτην προσηγορίαν ἐδέξατο. Ἐνήστευσεν οὐ μίαν ἡμέραν Ἰουδαϊκὴν, οὐ πτωχὴν, ἀλλὰ τρεῖς ἑβδομάδας ἡμερῶν, τὴν ἐκκλησιαστικὴν καὶ αὐτὸς προτυπῶν ὁδόν. Ἄρτον, ἔφην, ἐπιθυμιῶν οὐκ ἔφαγον· οἱ δὲ πεινοῦσιν εἰς ἐπιθυμίας πρὸς τὸν καιρόν· Οἶνος καὶ κρέα οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, ὧν νηστεύει ἡ Ἐκκλησία. Ὅρα ἐν τῇ Παλαιᾷ πολιτείαν Χριστιανικήν. Ἐν μὲν γὰρ τοῖς ἀσθενοῦσιν οἱ τύποι, ἐν δὲ τοῖς προφήταις ἤδη τῆς ἀληθείας τὰ ἴχνη. Ἡ νηστεία ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο.

Εἶπε γὰρ ὁ Θεὸς, Καταστρέφεται Νινευῒ, καὶ οὐ κατεστράφη· προσήνεγκαν γὰρ νηστείαν, καὶ ἐξέφυγεν Ἰωνᾶς, φοβηθεὶς τὴν ἀπὸ τῆς νηστείας βοήθειαν. Καὶ [γὰρ] κατέπιεν αὐτὸν κῆτος· κατέπιε δὲ νηστεῦον. Ὁ γὰρ καταπιὼν οὐκ ἐχρήσατο τῇ θήρᾳ εἰς βρῶσιν, ἀλλ᾽ ἀπέθετο καὶ ἐτήρησε τὴν παρακαταθήκην τῷ Δεσπότῃ, καὶ τὸν μὴ θελήσαντα δι᾽ ἑαυτοῦ ἀπελθεῖν, ἀπήγαγεν ὅπου προσετάχθη. Ἤκουσε Νινευῒ ἡ πόλις ἡ μεγάλη ἑνὸς προφήτου γυμνοῦ, ὃς ἦν ἀπὸ κήτους ἐξελθὼν, οὐδὲ χρῶμα ἀνθρώπου σώζων διὰ τὸν φόβον· εἷς προφήτης ἐπέβη ἐκεῖ, καὶ τὸ σημεῖον, ὅπερ πεποίηκεν, ὁ καιρὸς ἐνεδείξατο.

Ἀλλὰ καὶ εἶπεν, ὅτι Καταστρέφεται ἡ πόλις· προλαβὼν ὤφειλεν αὐτοὺς ἀπαγαγεῖν τῆς πίστεως. Οἱ δὲ ἤκουσαν ἑνὸς προφήτου, καὶ ἀνεκήρυξαν φάρμακον κωλυτικὸν τὴν νηστείαν τῆς καταστροφῆς. Ὁ Ἰωνᾶς ἐφιλονείκει, οὐχ ἵνα καταστραφῇ ἡ Νινευῒ, ἀλλ᾽ ἵνα ἐλεγχθῇ ἐκ παραθέσεως Ἰσραὴλ, ὅτι τὰ ἔθνη ἑτοίμως ὑπακούει καὶ ἑνὶ προφήτῃ, Ἰσραὴλ δὲ τοσούτων παρήκουσε. Προσηνέχθη νηστεία, ἵνα ἀναλυθῇ τοῦ Θεοῦ ἡ ἀπόφασις. Ἦν δὲ ἡ νηστεία οὐχ ἁπλῆ, ἀλλ᾽ ἀποχὴ μὲν βρωμάτων, ἀποχὴ δὲ καὶ ἁμαρτημάτων· ὁ γὰρ δι᾽ ἁμαρτίας νηστεύων, καὶ ἐν ἁμαρτίαις κυλιόμενος, τί ἔτι ποιεῖ; ὡς εἴ τις ἀπὸ βορβόρου λουσάμενος, πάλιν τῷ βορβόρῳ ἐγκυλίεται. Αὐτῆς τῆς ἁμαρτίας δεῖ πρῶτον ἀποσχέσθαι. Τί γὰρ ὠφέλησεν ἐν ἄλλαις ἡμέραις ἁμαρτία προσαχθεῖσα, ἵνα πάλιν αὐτὴν ἐπινοήσωμεν μετὰ τὰ δείγματα τὰ πρότερα; οὐκ ἀσθενεῖ ἡ ψυχὴ ἐπὶ ταῖς προλαβούσαις πληγαῖς; οὐχὶ εὐχόμενοι αἰτούμεθα, ὅτι ἡμαρτήκαμεν; Εἰ ἐπὶ τὰ πρότερα μετανοοῦμεν, τὰ δεύτερα ἵνα τί συνάγομεν; Γέγραπται πάλιν, ὅτι ἀπέσχοντο βρωμάτων, ἀπέσχοντο καὶ ἁμαρτημάτων. Ἐπήκουσεν ὁ Θεός· ἱκανὴ ἡ νηστεία προτρέψασθαι τὸν Δεσπότην. Ὁ Ἰωνᾶς ἠχθέσθη, ὅτι προφήτης ἤμελλεν ἀκούειν· ὁ δὲ Θεὸς ἐναλλάξας τὴν ἀπόφασιν, οὐ κατώκνησε σῶσαι.

Οὐδὲ γὰρ ἦν ψεύσασθαι Θεὸν, ἀλλ᾽ ἀληθεύει ὁ εἰπών· Ἐὰν ἐξαίφνης εἴπω κατ᾽ ἔθνος καὶ βασιλείας καταστρέψαι καὶ ἐκριζοῦν, καὶ μετανοήσει τῆς κακίας, μετανοήσω κἀγὼ ὧν ἀπεφηνάμην.

Οὐκ ἐψεύσατο ὁ Θεὸς ἀνακαλεσάμενος τὴν ἀπόφασιν· οὐδὲ γὰρ ἔπεμψε τὸν προφήτην, ἵνα καταστραφῇ Νινευΐ· τί γὰρ ἀναγκαῖον προειπεῖν; ἀλλ᾽ ἐπειδὴ οὐκ ἤθελε καταστρέψαι, ἠπείλησεν ὅτι Καταστρέφω, ἵνα μετανοήσαντες μὴ καταστραφῶσιν. Οὐκ ἔφαγεν Ἀδὰμ ἀπὸ τοῦ ξύλου, καὶ τότε αὐτὸν ἐτιμωρήσατο ὁ Θεὸς, ἀλλὰ προείρηκεν ὅτι Ἐὰν φάγῃς, ἀποθανῇ, ἵνα μὴ φάγῃ. Οὐκ ἤκουσε τοῦ εἰπόντος, ἔφαγεν, ἐβρώθη.

Οὐκ ἔστιν ἐγκαλέσαι, ὅπου ἐστὶ προαίρεσις; Ἀλλ᾽ οὐκ ᾔδει, φησί τις, ὅτι ἔμελλεν ἐσθίειν; Τάχα αἱρετικὸς ὁ λέγων καὶ κατατρέχων τῆς Παλαιᾶς· πρὸς ὃν ῥηθήσεται· Εἰ ᾔδει οὖν ὁ Σωτὴρ, ὅτι Ἰούδας ἔμελλε προδιδόναι, πῶς τοῦτον ἐξελέξατο; Ἀλλὰ τάχα πρὸς τὸν αἱρετικὸν ἀπολογησόμεθα, ἀντιθέντες τὰ τοῦ Ἰούδα τοῖς κατὰ τὸν Ἀδάμ. Ἆρ᾽ οὖν αὕτη λύσις ἐστὶν, ἢ διπλοῦς δεσμός; Δεῖ οὖν ἡμᾶς ἀπολογήσασθαι, καὶ διὰ τί τὸν Ἰούδαν τοιοῦτον ὄντα ἐξελέξατο, καὶ διὰ τί, εἰδὼς ὅτι ἁμαρτάνει ὁ Ἀδὰμ, ἐν παραδείσῳ τοῦτον τέθεικε. Δεῖ δὲ τὰ μεγάλα ζητήματα κινεῖν ἐν νηστείαις, ὅτε νήφει ἡ ψυχή. ᾜδει ὁ Σωτὴρ (ἐντεῦθεν γὰρ ἀρκτέον), ὅτι Ἰούδας προδίδωσι. Τί οὖν, λέγετε; Ὑπερβολὴν φιλανθρωπίας παριστῶν, ὅτι ὅσον μὲν εἰς ἐμὲ, καὶ ἀπόστολος εἶ, καὶ μετὰ μαθητῶν σε ἀριθμῶ· εἰ δὲ ἀνάξιον σαυτὸν ἀποφαίνεις, ἐμοῦ μὲν φαίνεται ἡ ὑπερβολὴ τῆς φιλανθρωπίας, σοῦ δὲ ἡ ὑπερβολὴ τῆς κακίας. Καὶ γὰρ γλωσσόκομον αὐτῷ ἐπίστευσε τῶν μετρίων, οὐκ ἀγνοῶν ὅτι κλέπτει, ἀλλὰ βουλόμενος διὰ τοῦ δοῦναι αὐτῷ ἐξουσίαν παῦσαι τὸ πάθος. Προῄδει οὖν καὶ προλέγει· οὐ μόνον δὲ προῄδει, ἀλλὰ καὶ πολλάκις προείρηκεν, Εἷς ὑμῶν παραδώσει με. Τί οὖν ἐγκαλέσετε; Ἵνα ὁ πονηρὸς τῇ πονηρίᾳ πληρώσῃ τὴν ἀγαθὴν οἰκονομίαν· καὶ οὐκ ἠνάγκασεν αὐτὸν ὁ ἐκλεξάμενος.

Εἰ γὰρ καὶ ἠνάγκασεν ὁ Ἰησοῦς, οὐχὶ ἠνάγκασεν αὐτὸν προδότην γενέσθαι, ἀλλὰ ἀπόστολον· ἀλλ᾽ οὔτε ἀπόστολον ἀναγκάζει. Τὸ γὰρ μετὰ ἀνάγκης γενόμενον, αὐτὸ λέγεται, ὃ οὐ γίνεται· σώφρων γὰρ μετὰ ἀνάγκης οὐ σώφρων, ὅτι ἀνάγκη ἐγένετο. Οὐδὲ γὰρ δεσμοῖς αἱ ἀρεταὶ γίνονται, ἀλλὰ προαιρέσει ἡ πολιτεία. Διὰ τί οὖν καὶ τὸν Ἀδὰμ ἀφῆκεν ἐν παραδείσῳ; Ἀγαθὸς ἦν ὁ πλάσας, ἐλεύθερον ἐποίησεν, ὡς ἐλευθέρῳ τέθεικεν αὐτὴν τὴν ἐντολήν. Ἀλλ᾽ ᾔδει, ὅτι μέλλει ἐσθίειν. Ἀλλ᾽ ἀνάγκῃ οὐκ ἐκώλυσεν, οὔτε προαίρεσιν κατηνάγκασεν· Ἀδὰμ ἥμαρτε. Διὰ δὲ τὸ ξύλον τίμιος ὁ τόπος, ἐν ᾧ ἦν τὸ τίμιον. Οὐ γὰρ κακὸς ἐκτίσθη, ἀλλὰ κακῶς παρηκούσθη ὁ παραγγείλας. Εἰ δὲ ἡ γεῦσις καὶ τὴν ἐντολὴν ἀπώλεσεν, ἡ νηστεία μετὰ ἐντολῆς ἀνακαλεῖται καὶ σώζει. Σαυτὸν δοκίμασον, ὦ ἄνθρωπε. Τίς γὰρ χρεία ἀναγνωσμάτων; σκόπει σαυτὸν, τίς ἦς πρὸ τῆς νηστείας, καὶ τίς νηστεύων. Τῶν γὰρ πραττομένων τὰ μὲν ὕστερον φέρει τὸν καρπὸν, τὰ δὲ ἐν αὐτῷ τῷ ἔργῳ προξενεῖ καὶ τὸν καρπόν. Ὁ κατερχόμενος εἰς θάλασσαν ἐπὶ θήραν, οὐκ ἐν τῷ καταδύειν ἔχει τὴν θήραν· ὁ δὲ νηστεύων εὐθὺς ἔχει τὸν καρπόν.