Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας

Ἰωάννης ὁ Χρυσόστομος

Οι καρποί της νηστείας, η ελεημοσύνη και η μετοχή στο πάθος

Προβολή της εσωτερικής ειρήνης και της ελεημοσύνης ως απαραίτητων στοιχείων της νηστείας, και η σύνδεσή της με τον σταυρό και το πάθος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Οὐκ ἔχεις γαλήνην; οὐκ ἀπήλλαξαι κυμάτων ἀπὸ οἴνου; οὐκ ἀπήλλαξαι ζάλης καὶ χειμῶνος; οὐκ ἐπιθυμεῖς ἀκοῦσαι ὅτι ἡ σὰρξ κεχαλίνωται, μὴ σκιρτῶσα, μὴ ἐρυθριῶσα. οὐκ ᾔδεις σὺ περὶ σωφροσύνης κινεῖν λόγον νῦν; οὐκ ἀκούεις ὅτι ἐνήστευσεν ὁ δεῖνα, καὶ χαίρεις;

Οἱ νηστεύοντες μὴ ἐπὶ κακῷ τὴν νηστείαν νομίζετε· ὁ γὰρ κακὸν νομίζων τὴν νηστείαν, κἂν νηστεύῃ, ἐν κακίᾳ ἐστίν. Οὐκ εἰσὶν ἐν κακοῖς οἱ ἄγγελοι, μὴ χρείαν ἔχοντες τῆς παρ᾽ ἡμῖν τρυφῆς. Οὐ κατ᾽ ἀξίαν ἐσθίομεν, ἀλλὰ κατ᾽ ἔνδειαν ἀποπληρούμεθα. Ὅσα κακὰ παρ᾽ ἡμῶν γίνονται, σβέννυνται ἐν νηστείαις. Νηστείαν δὲ λέγω, οὐ μόνον τὴν ἀποχὴν τῶν τροφῶν, ἀλλ᾽ ἣν οἶδεν Ἡσαΐας· νήστευσον, ἵνα ἀκουσθῇς. Καὶ ἐὰν εἴπῃς τῷ Θεῷ κατὰ τὸν Ἰουδαϊκὸν λόγον· Ἐνηστεύσαμεν καὶ οὐκ εἶδες· ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως· ἀσφαλίζου, μὴ ἀκούσῃς. Ἐν γὰρ ταῖς νηστείαις ὑμῶν εὑρίσκετε ὑμῶν τὰ θελήματα. Ἐὰν τὸ θέλημα Κυρίου πληρώσῃς, τὴν νηστείαν ἐποίησας.

Οὐ γὰρ πραγματεία ἐστὶν ἡ νηστεία, ἵνα κερδήσωμεν μὴ ἐσθίοντες, ἀλλ᾽ ἵνα ὃ μέλλεις ἐσθίειν φάγῃ πτωχὸς ἀντὶ σοῦ· καὶ γίνεταί σοι διπλοῦν τὸ ἀγαθὸν, καὶ ὅτι σὺ νηστεύεις, καὶ ὅτι ἄλλος οὐ πεινᾷ. Κάμνωμεν νηστεύοντες· οὔπω ἀνεσταυρώθημεν νηστεύοντες. Διὰ τί ἡ νηστεία; Ἀντὶ σταυροῦ· μείζονα ἐλάβομεν, μικρὰ ἀποδιδοῦμεν. Ἐσταύρωται διὰ σὲ, καὶ διψᾷ, καὶ πίνει ὄξος μετὰ χολήν. Ἀηδὴς ἡ τροφὴ, μέγα ἡ νηστεία.

Οὔπω ὅσον ἡ χολὴ, καὶ στήκεις κάμνων; οὔπω ἐκρεμάσθης ἐπὶ σταυροῦ. Μὴ ἀγνωμόνει πρὸς Ἰησοῦν, μὴ ἀπόκλαιε ὅτι νηστεύεις, ἀλλὰ ἀπόκλαιε, ὅτι ἀεὶ οὐ νηστεύεις. Τίνων ἀπεστερήθης νηστεύων; οἴνου; Οὐκ οἴνου, ἀλλὰ φλεγμονῆς, κεφαλαλγίας, ἄσθματος μοχθηροῦ.

Ἐννόησον τοίνυν ἐν ποίοις εἶ, ἐν ἡσυχίᾳ, ἐν πραότητι, ἐν γαλήνῃ. Καλὸν χρῶμα ἐν νηστείαις ἐπὶ ταῖς ὄψεσιν ἐγγίνεται, ἥμερον, γαληνόν· οἴνου γὰρ χρῶμα καῦσις πυρός. Ὁ μὴ συμπάσχων τῷ Ἰησοῦ, οὐκ οἶδε τὸν Ἰησοῦν· ὁ ἀποκρουόμενος τὴν νηστείαν, οὐκ οἶδε τὸν σταυρόν. Μὴ ὡς κακῷ προσερχώμεθα τῇ νηστείᾳ, ἵνα μὴ ὡς κακὸν γένηταί σοι τὸ ὑποπτευόμενον· μηδὲ ὡς αἰσχρὸς δοῦλος Θεῷ [δὲ] εὑρεθήσῃ ὑπηρετῶν.

Οὐδεὶς ἄχθεται ἐν ἑορταῖς, εἰ μὴ ὁ ἀγνοῶν τὴν δύναμιν τῶν ἑορτῶν. Ὅτε ἑορταὶ τότε μᾶλλον φαιδρύνου. Σὺ δὲ μᾶλλον τοὐναντίον ποιεῖς· ὅτε ἦς ἄγγελος, τότε χαλεπαίνεις. Οὐκ οἶδας τὸ μεταξύ; Ὅτε ἡ φύσις τὸν γάμον ἀπαιτεῖ, οὐ γαμεῖς ὑπὲρ φύσιν. Εὐλαβοῦ ἐν γάμῳ· εἰ τιμᾷς τὰς νηστείας, τὰς ἡμέρας τῶν νηστειῶν γενοῦ ἄγγελος. Οὐ διαβάλλω τὸν γάμον, προκρίνω δὲ τὴν νηστείαν.

Ἃ ἐφάγομεν πρὸ τῆς νηστείας, οὐ μένει μεθ᾽ ἡμῶν. Τί οὖν ἀσχολούμεθα ἐπὶ τὰ μὴ παρόντα; ὅλη ἡ ἡδονὴ τῶν βρωμάτων, ἕως τοῦ καταπιεῖν ἐστιν· ἐπὰν δὲ παρέλθῃ τὸ γευστικὸν χωρίον, γέγονεν ὡς οὐκ ἦν. Ἡ νηστεία δὲ οὐ μαραίνεται, οὐ χωρεῖ ἐν κοιλίᾳ, οὐδὲ διὰ κοιλίας εἰς σκύβαλον μεταβάλλεται· ἀθανασίας γάρ ἐστι πρόξενος, μετ᾽ ἀγγέλων τὸ διαίτημα ἔχει, ὅτι ἀγγέλων κατὰ τὸ δυνατόν ἐστι μίμησις. Ἀκηδιάζεις, ὅτι νήφεις; ὅτι οὐ βεβάρησαι ἀλλοτρίαις εὐπραγίαις; ὅτι ὀρθὸς ὁ λογισμός; ὅτι καθαρὰ ἡ σάρξ; ὅτι ἀνθεῖ ἡ διάνοια; ὅτι ἀκούεις τῆς Γραφῆς μετὰ χαρᾶς; ὅτι τὰ ἀπόῤῥητα σιωπᾷς, καὶ οὐκ εἶ ἄνθρωπος, ἀλλὰ σχεδὸν ἄγγελος;

Ἑορτὴ Κυρίου τοῦ καλέσαντος ἡμᾶς εἰς γάμον πνευματικὸν, τοῦ εἰσελθόντος ἰδεῖν τοὺς ἀνακειμένους· μή τις ἀλλοτρίοις ἱματίοις ἔχων εἰσέλθῃ. Ἱμάτια δεῖ γάμῳ ἐπιφέρεσθαι καθαρὰ καὶ ἀμόλυντα καὶ ἅγια πρὸς γάμους ἁγίους καὶ ἀμολύντους, φαιδρὰ ἔξωθεν, καὶ ἔσωθεν λαμπρά. Ἡσυχαζέτω καὶ ὁ γάμος, καὶ τὴν παραγγελίαν τοῦ ἀποστόλου κατὰ νουθεσίαν ἐχέτω ἕκαστος, τοῦ ἐκ συμφώνου σχολάζειν ἕκαστον ἐν νηστείαις.

Ταῖς νηστείαις δὲ συναπτέσθω καὶ εὐχή· ἡ νηστεία μὲν προτρέπεται, ἡ εὐχὴ δὲ καιρὸν ἔχει· νήστευσον, ὅτι οὐχ ἥμαρτες, καὶ ὅτι ἥμαρτες νήστευσον, καὶ πάλιν ἵνα μὴ ἁμάρτῃς νήστευσον, καὶ ὅπως διαμείνῃ ἃ ἔλαβες. Τοσαῦτα γὰρ εἴδη νηστείας.

Ἥμαρτέ τις, καὶ ἐνήστευσεν ἑαυτὸν κολάζων, ἵνα διαφύγῃ τὴν κόλασιν; νηστεύσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, ἵνα μὴ ἐπαναστῶσι καθ᾽ ἡμῶν αἱ ἐπιθυμίαι. Ὁρᾷς δὲ τὴν νηστείαν ἑπομένην τῇ ἁμαρτίᾳ, τουτέστι, τὴν μετὰ τὴν ἁμαρτίαν, γινομένην ἐν λόγοις τιμωρίας ἐπιστροφήν. Ἀλλ᾽ ἡ νηστεία προηγεῖτο τῶν ἁμαρτημάτων, οὐχ ἵνα ἀφέλῃ τὸ γινόμενον ἁμάρτημα, ἀλλ᾽ ἵνα κωλύσῃ τὸ μέλλον· Ἄλλη νηστεία ἐστὶν, ὁ ζητῶν νόμον νόμου λαβεῖν. Καὶ γὰρ ὁ αἰτῶν νόμον νηστεύει, ὡς Μωϋσῆς ἐνήστευσε, καὶ ἔλαβε νόμον. Πάλιν ἄλλος νηστεύει, ἵνα ὧν κατηξιώθη, τούτων μὴ ἀποτύχῃ. Ἡ δὲ Ἐκκλησία ὁμοῦ νηστεύει, τὴν χάριν καὶ τὴν οἰκονομίαν. Τὸν Ἰησοῦν ἐπιγινώσκει πράγματι, τῷ σταυρωθέντι συνεσταυρωμένη, τῷ Κυρίῳ συμπάσχουσα, ἵνα καὶ συνδοξασθῇ, οὐχ ἵνα τὸν Κύριον πενθῶμεν· ζῇ γὰρ ὁ τοῦ ζῶντος Υἱός· ἀλλ᾽ ἵνα τὴν χάριν ὁμολογῶμεν τῆς οἰκονομίας. Εἰ καὶ πενθοῦμεν ὅτι ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, οὐ δι᾽ αὐτὸν πενθοῦμεν, ἀλλὰ διὰ τὴν τόλμαν τῶν τολμησάντων. Ἀνέστη γὰρ ἐκ νεκρῶν, ἔστη ἐν δόξῃ, ἐν ᾗ προϋπῆρχε παρὰ τῷ Πατρὶ, συνὼν ἦν πρὸς τὸν Πατέρα ὅθεν καὶ ἦν. Οὐκ ἔστι πένθους ἀξία ἡ νίκη τοῦ Ἰησοῦ. Ἀλλὰ νηστεύσωμεν ἑαυτῶν κηδόμενοι, καὶ κοινωνοὶ σπεύδοντες αὐτοῦ εἶναι τῶν παθημάτων· ὥσπερ ἀξίαν πράττωμεν, ἀδελφοί.

Τίς κατηξίωσε κοινωνὸς εἶναι τῶν παθημάτων Χριστοῦ; Μέγα τὸ μυστήριον. Σπεύσωμεν ἐπὶ τὰ ἀγαθὰ, καὶ μὴ ἐκκλίνωμεν εἰς κακά. Ἰησοῦς ἐσταύρωται, ὁ τοῦ ἀθανάτου Υἱός· ἐκρέμασε τὸ σῶμα ἐπὶ τὸν σταυρὸν, οὐ δι᾽ ἑαυτὸν, ἀλλὰ διὰ σέ. Ἔφαγες σὺ ἀπὸ τοῦ ξύλου, νηστεύει αὐτὸς ἐπὶ τοῦ ξύλου· ἔλαβες ἐξ ὧν οὐκ ὤφειλέ σοι· ἐπέθηκεν αὐτὸς σῶμα ἀνθ᾽ ὧν ἔλαβες.

Ἐπιθυμίαν ἡττήθης χαλεπήν· πίνει αὐτὸς ὄξος ἀντὶ ἡδονῆς. Μὴ ἀλλότριος γένῃ τῆς βασιλείας. Ἔγνως ὅτι ἐσταύρωται, ἔγνως ὅτι ὑπὲρ σοῦ ἀπέθανεν, ὁμολόγει ὅτι ζῇ. Ὑπὲρ ζῶντος ποίει τὴν ὁμολογίαν, μαρτύρει τῷ μαρτυρήσαντι, ἀπόθανον ὑπὲρ τοῦ ἀποθανόντος. Εἰ δὲ οὕτω ἀπαιτεῖ θάνατον, μὴ ἀποπηδήσῃς· μικρός ἐστιν ὁ τῆς νηστείας θάνατος. Οὐκ ἔχεις μεγάλα κατορθώματα; χάρισαι αὐτῷ τὰ μικρά· μετ᾽ εὐφροσύνης πρόσδραμε αὐτῷ ἐπὶ ἑορτὰς, μετὰ χαρᾶς δέξαι τὴν νηστείαν.