Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Η απαλλαγή από τις θλίψεις του βίου και η παιδαγωγική του Αποστόλου

Επισημαίνεται ότι η παρθενία καθιστά ευκολότερη την επίτευξη της Βασιλείας απαλλάσσοντας τους πιστούς από τις βιωτικές μέριμνες, και αναλύεται η ρητορική μέθοδος του Παύλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 10

Ὅτι εὐκολώτερον εἶναι διὰ παρθενίας ἢ διὰ γάμον βασιλείας τυχεῖν. Τὸ μὲν γὰρ παλαιὸν ἡμῖν οὐ τοσοῦτον ἀρετῆς προύκειτο μέτρον ἀλλὰ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα καὶ ἀντιλοιδορήσασθαι τῷ λοιδορουμένῳ καὶ χρημάτων ἐπιμελήσασθαι ἐξῆν καὶ εὐορκοῦντα ὀμνύναι καὶ ὀφθαλμὸν ἐξορύξαι ἀντὶ ὀφθαλμοῦ καὶ μισῆσαι τὸν ἐχθρὸν καὶ οὔτε τρυφᾶν οὔτε ὀργίζεσθαι οὔτε γυναῖκα τὴν μὲν ἐκβάλλειν, τὴν δὲ ἀντεισάγειν κεκώλυτο. Καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ δύο κατὰ ταὐτὸν ὁμοῦ γυναῖκας ἔχειν ὁ νόμος ἐπέτρεπε, καὶ πολλὴ καὶ ἐν τούτοις καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἡ συγκατάβασις ἦν. Μετὰ δὲ τὴν τοῦ Χριστοῦ παρουσίαν πολλῷ στενωτέρα γέγονεν ἡ ὁδός, οὐ μόνον τῷ τὴν ἄδειαν τῶν εἰρημένων ἁπάντων τὴν ἄφατον ταύτην καὶ πολλὴν περικοπῆναι τῆς ἐξουσίας τῆς ἡμετέρας ἀλλὰ καὶ τῷ τὴν πολλὰ πολλάκις ἀναπείθουσαν καὶ ἀναγκάζουσαν ἡμᾶς καὶ ἄκοντας ἁμαρτάνειν γυναῖκα, ταύτην ἔνδον ἔχειν διὰ παντὸς ἢ μοιχείας ἁλίσκεσθαι βουλόμενον ἐκβάλλειν.

Οὐ ταύτῃ δὲ μόνον ἡμῖν ἡ ἀρετὴ δυσκατόρθωτος ἀλλ᾽ ὅτι κἂν ἀνεκτὸν ἦθος ἔχῃ ἡ συνοικοῦσα, ὁ δι᾽ αὐτὴν καὶ τὰ ἔκγονα ἐκείνης περιρρέων ἡμᾶς φροντίδων ὄχλος οὐδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν συγχωρεῖ, πάντοθεν ὥσπερ τις ἴλιγγος περιστρέφων καὶ βαπτίζων ἡμῶν τὴν ψυχήν. Ἐὰν γὰρ βούληται τὸν τῶν ἰδιωτῶν βίον τὸν ἀκίνδυνον τοῦτον καὶ ἀπράγμονα ζῆν ὁ ἀνήρ, ἀλλ᾽ ὅταν ἴδῃ παῖδας περιεστῶτας καὶ γυναῖκα δαπάνης δεομένην πολλῆς, καὶ ἄκων εἰς τὸν τῶν πολιτικῶν πραγμάτων ἔρριψεν ἑαυτὸν κλύδωνα. Ἐκεῖ δὲ ἐμπεσόντα λοιπὸν οὐδὲ ἔστιν εἰπεῖν ὅσα ἀνάγκη ἁμαρτάνειν ὀργιζόμενον, ὑβρίζοντα, ὀμνύοντα, λοιδορούμενον, ὑποκρινόμενον, πολλὰ πρὸς χάριν πολλὰ πρὸς ἀπέχθειαν ποιοῦντα.

Πῶς γὰρ ἔνι στρεφόμενον ἐν ζάλῃ τοσαύτῃ καὶ βουλόμενον εὐδοκιμεῖν ἐν αὐτῇ μὴ πολὺν τὸν ἀπὸ τῶν ἁμαρτημάτων προστρίβεσθαι ῥύπον; Καὶ τὰ κατὰ τὴν οἰκίαν δὲ εἴ τις ἐξετάσειε, τῆς αὐτῆς καὶ πλείονος δυσκολίας εὑρήσει γέμοντα διὰ τὴν γυναῖκα. Πολλὰ γὰρ ἀνάγκη μεριμνᾶν καὶ ὑπὲρ πολλῶν, ὧν οὐκ ἂν ἐδεήθη καθ᾽ ἑαυτὸν ὢν ὁ ἀνήρ. Καὶ ταῦτα μὲν ὅταν κοσμία τίς ἐστιν ἡ γυνὴ καὶ ἐπιεικής. Ἂν δὲ μοχθηρὰ καὶ ἐπαχθὴς καὶ δυσκάθεκτος, οὐκέτι μόνον ἀνάγκην τὸ πρᾶγμα καλέσομεν ἀλλὰ καὶ τιμωρίαν καὶ κόλασιν. Πῶς οὖν δυνήσεται τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζειν ὁδόν, τὴν εὐλύτων καὶ κούφων δεομένην ποδῶν καὶ ψυχῆς εὐζώνου καὶ εὐσταλοῦς τοσοῦτον ἔχων ἐπικείμενον πραγμάτων ὄγκον, τοσαύταις συνδεδεμένος πέδαις, διὰ τοιαύτης ἀλύσεως ἑλκόμενος κάτω συνεχῶς, τῆς πονηρίας λέγω τῆς γυναικός;

Ὅτι τοῖς δυσκολίας ἐπινοοῦσι περιττὰς οὐδεὶς ὑπὲρ τούτου κεῖται μισθός. Ἀλλὰ τίς ὁ σοφὸς τῶν πολλῶν λόγος πρὸς τοιαῦτα ἅπαντα ἅπερ αὐτοῖς διεξήλθομεν; Οὔκουν πλείονος ἄξιος ἔσται τιμῆς, φησίν, ὁ μετὰ τοσαύτης ἀνάγκης κατορθῶν;

Τίνος ἕνεκεν, ὦ βέλτιστε, καὶ διὰ τί; Ὅτι πλείονα μόχθον ὑφίσταται, φησίν, ἀπὸ τοῦ γάμου. Καὶ τίς αὐτὸν φορτίον τοσοῦτον ἀναδέξασθαι ἠνάγκαζεν; Εἰ μὲν γὰρ ἐντολὴν ἐπλήρου γαμῶν καὶ νόμου παράβασις ἦν τὸ μὴ γαμεῖν, εὐπρόσωπος οὗτος ὁ λόγος ἦν. Εἰ δὲ κύριος ὢν τοῦ μὴ τὸν ζυγὸν ὑπελθεῖν τοῦ γάμου ἑκὼν ἀναγκάζοντος οὐδενὸς δυσκολίας ἑαυτῷ περιθεῖναι τοσαύτας ἠθέλησεν ὥστε ἐπαχθέστερον αὐτῷ γενέσθαι τῆς ἀρετῆς τὸν ἀγῶνα, οὐδὲν τοῦτο πρὸς τὸν ἀγωνοθέτην. Αὐτὸς γὰρ ἓν μόνον ἐπέταξεν ἀνύσαι τὸν κατὰ τοῦ διαβόλου πόλεμον καὶ τὴν κατὰ τῆς κακίας νίκην. Εἴτε γαμῶν καὶ τρυφῶν καὶ πολλὰ μεριμνῶν τις ἀνύοι τοῦτο εἴτε ἀσκούμενος καὶ ταλαιπωρῶν καὶ μετὰ τοῦ μηδὲν ἕτερον μεριμνᾶν οὐδὲν αὐτῷ τούτου μέλει λοιπόν. Τὸν μὲν γὰρ τρόπον τῆς νίκης καὶ τὴν ἐπὶ τὸ τρόπαιον φέρουσαν ὁδὸν οὗτος ἐκείνην εἶναί φησι τὴν πάντων ἀπηλλαγμένην τῶν βιωτικῶν.

Ἐπειδὴ δὲ σὺ μετὰ γυναικὸς καὶ παίδων καὶ τῶν τούτοις ἐπισυρομένων πραγμάτων στρατεύεσθαι βούλει καὶ πολεμεῖν ὡς τὰ αὐτὰ ἀνύσων ἐκείνοις τοῖς οὐδενὶ τούτων ἐμπεπλεγμένοις καὶ πλείονος ἀπολαύσων διὰ τοῦτο θαύματος, νῦν μὲν ἴσως καὶ τῦφον ἡμῖν ἐγκαλέσεις πολὺν ἂν εἴπωμεν ὅτι οὐ δυνατόν σε πρὸς τὴν αὐτὴν ἐκείνοις φθάσαι κορυφήν. Τὸ δὲ τέλος καὶ ὁ τῶν στεφάνων καιρὸς τότε σε πείσει καλῶς ὅτι πολλῷ βελτίων ἀσφάλεια φιλοτιμίας κενῆς καὶ κρεῖττον τῷ Χριστῷ πείθεσθαι ἢ τῇ τῶν οἰκείων ματαιότητι λογισμῶν.

Ὁ μὲν γὰρ Χριστὸς οὐδὲ τὸ τοῖς οἰκείοις ἀποτάξασθαι πᾶσι πρὸς ἀρετὴν ἡμῖν ἀρκεῖν φησιν, ἂν μὴ καὶ ἡμᾶς αὐτοὺς μισήσωμεν. Σὺ δὲ τούτοις πᾶσι φυρόμενος ἔφης δύνασθαι περιγενέσθαι. Ἀλλά, ὅπερ ἔφην, τότε εἴσῃ καλῶς ὅσον πρὸς ἀρετὴν ἐμπόδιον γυνὴ καὶ γυναικὸς φροντίδες.

Εἰ ἐμποδίζει πρὸς τὸν τέλειον βίον γυνή, πῶς βοηθὸν αὐτὴν καλεῖ ἡ γραφὴ τοῦ ἀνδρός. Πῶς οὖν, φησί, βοηθὸν αὐτὴν ἐκάλεσε τὴν ἐμποδίζουσαν; «Ποιήσωμεν» γὰρ «αὐτῷ», φησί, «βοηθὸν κατ᾽ αὐτόν.» Κἀγὼ δέ σε ἐρήσομαι, πῶς βοηθὸς ἡ τοσαύτης ἀποστερήσασα τὸν ἄνδρα ἀσφαλείας καὶ τῆς θαυμαστῆς μὲν ἐκείνης ἐκβαλοῦσα διαγωγῆς τῆς ἐν τῷ παραδείσῳ, εἰς δὲ τὴν τοῦ παρόντος βίου ταραχὴν ἐμβαλοῦσα; Ταῦτα γὰρ οὐ μόνον οὐ βοηθοῦ ἀλλὰ καὶ ἐπιβούλου. «Ἀπὸ» γὰρ «γυναικός», φησίν, «ἀρχὴ ἁμαρτίας καὶ δι᾽ αὐτὴν ἀποθνήσκομεν πάντες.» Καὶ ὁ μακάριος δὲ Παῦλος «Ἀδάμ», φησίν, «οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε.» Πῶς οὖν βοηθὸς ἡ τῷ θανάτῳ τὸν ἄνδρα ὑποτάξασα; Πῶς βοηθὸς δι᾽ ἧς οἱ υἱοὶ τοῦ Θεοῦ, μᾶλλον δὲ πάντες οἱ τὴν γῆν οἰκοῦντες τότε ἅμα θηρίοις καὶ πετεινοῖς καὶ τοῖς ἄλλοις ἅπασι ζῴοις κατακλυσθέντες ἀπώλοντο; Οὐχ αὕτη τὸν δίκαιον Ἰὼβ ἔμελλεν ἀπολλύναι, εἰ μὴ σφόδρα ἦν ἐκεῖνος ἀνήρ; Οὐκ αὐτὴ τὸν Σαμψὼν ἀπώλεσεν; Οὐ τὸ πᾶν Ἑβραίων γένος τελεσθῆναι τῷ Βεελφεγὼρ καὶ ταῖς συγγενικαῖς κατακοπῆναι χερσὶ παρεσκεύασε; Τὸν δὲ Ἀχαὰβ τίς μάλιστα τῷ διαβόλῳ παρέδωκε καὶ πρὸ τούτου τὸν Σολομῶντα μετὰ τὴν πολλὴν ἐκείνην σοφίαν καὶ εὐδοκίμησιν; Οὐ μέχρι καὶ νῦν πολλὰ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἀναπείθουσι προσκρούειν τῷ Θεῷ;

Οὐ διὰ τοῦτό φησιν ὁ σοφὸς ἐκεῖνος ἀνήρ· «Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός»; Πῶς οὖν, φησίν, εἶπεν αὐτῷ ὁ Θεός· «Ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ»; Οὐδὲ γὰρ ψεύδεται ὁ Θεός. Οὐδὲ ἐγὼ τοῦτο ἂν εἴποιμι, ἄπαγε, ἀλλ᾽ ἐγένετο μὲν ἐπὶ τούτῳ καὶ διὰ τοῦτο οὐκ ἠθέλησε δὲ μεῖναι ἐπὶ τῆς οἰκείας ἀξίας, καθάπερ οὖν οὐδὲ ὁ ταύτης ἀνήρ. Καὶ γὰρ ἐκεῖνον ὁ Θεὸς ἐποίησε κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν· «Ποιήσωμεν», γάρ φησιν, «ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἡμετέραν» ὥσπερ οὖν εἶπε «Ποιήσωμεν αὐτῷ βοηθόν.» Γενόμενος δὲ ἀμφότερα εὐθέως ἀπώλεσεν. Οὔτε γὰρ τὸ κατ᾽ εἰκόνα οὔτε τὸ καθ᾽ ὁμοίωσιν ἐφύλαξεν—πῶς γάρ; ἐνδοὺς ἐπιθυμίᾳ ἀτόπῳ καὶ ἀπάτῃ ἁλοὺς καὶ μὴ κρατήσας ἡδονῆς—, τό τε κατ᾽ εἰκόνα καὶ ἄκοντος ἀφῃρέθη λοιπόν. Οὐ γὰρ μικρὸν αὐτοῦ τῆς ἀρχῆς ὁ Θεὸς ὑπετέμετο μέρος, τὸν φοβερὸν ἅπασι καθάπερ δεσπότην, ὥσπερ οἰκέτην ἀγνώμονα μετὰ τὸ προσκροῦσαι τῷ δεσπότῃ τοῖς ὁμοδούλοις ποιήσας εὐκαταφρόνητον. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καὶ τοῖς θηρίοις ἅπασιν ἐπίφοβος ἦν. Πάντα γὰρ πρὸς αὐτὸν ἤγαγεν ὁ Θεὸς καὶ οὐδὲν αὐτῷ λυμήνασθαι οὐδὲ ἐπιβουλεῦσαι ἐτόλμησεν· ἑώρα γὰρ ἐν αὐτῷ λάμπουσαν τὴν εἰκόνα τὴν βασιλικήν. Ἐπειδὴ δὲ τοὺς χαρακτῆρας ἐκείνους ἠμαύρωσε διὰ τῆς ἁμαρτίας καὶ ἀπὸ τῆς ἀρχῆς αὐτὸν ἐκείνης κατήγαγεν.

Ὥσπερ οὖν τὸ μὴ πάντων αὐτὸν ἄρχειν τῶν ἐπὶ τῆς γῆς ἀλλ᾽ ἔνια καὶ τρέμειν καὶ δεδοικέναι οὐ ψευδῆ τοῦ Θεοῦ ποιεῖ τὴν ἀπόφασιν τὴν λέγουσαν· «Καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς»· οὐ γὰρ παρὰ τὸν δεδωκότα ἀλλὰ παρὰ τὸν εἰληφότα ὁ τῆς ἐξουσίας ἀκρωτηριασμὸς γέγονεν. Οὕτως οὐδὲ αἱ παρὰ τῶν γυναικῶν ἐπιβουλαὶ εἰς τοὺς ἄνδρας γινόμεναι, ἐκείνῳ τῷ λόγῳ λυμαίνονται τῷ λέγοντι· «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτόν.» Ἐγένετο μὲν γὰρ εἰς τοῦτο, οὐκ ἔμεινε δὲ ἐν τούτῳ.

Χωρὶς δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν ὅτι καὶ πρὸς τὴν τοῦ παρόντος βίου σύστασιν καὶ πρὸς παίδων γονὴν καὶ πρὸς φυσικὴν ἐπιθυμίαν τὴν βοήθειαν ἐπιδείκνυται τὴν αὑτῆς· ὅταν δὲ μηκέτι καιρὸς ᾖ τοῦ παρόντος βίου μηδὲ παιδοποιΐας, μηδὲ ἐπιθυμίας, τί μάτην ἐνταῦθα μνημονεύεις βοηθοῦ; Τὴν γὰρ ἐν τοῖς ἐλαχίστοις συμβαλέσθαι δυναμένην μόνον ταύτην ἄν τις ἐν τοῖς μεγάλοις ἐπάγηται συνεργὸν οὐ μόνον οὐδὲν ὤνησεν ἀλλὰ καὶ συνεπόδισεν αὐτὸν ταῖς φροντίσι.

Πῶς ἐν τοῖς πνευματικοῖς ἡ γυνὴ βοηθός. Τί οὖν ἀντεροῦμεν τῷ Παύλῳ, φησί, λέγοντι· «Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;» Ἀλλὰ καὶ τὴν βοήθειαν αὐτῆς ἀναγκαίαν καὶ ἐν τοῖς πνευματικοῖς ἀποφαίνοντι; Καὶ ἐγὼ τοῦτο συνομολογῶ. Οὐδὲ γὰρ αὐτὴν παντελῶς ἐκκόπτω τῆς ἐν τοῖς πνευματικοῖς συμμαχίας (μὴ γένοιτο), ἀλλὰ τότε φημὶ ταῦτα αὐτὴν κατορθοῦν, ὅταν μὴ τὰ τοῦ γάμου πράττῃ ἀλλὰ μένουσα τῇ φύσει γυνὴ πρὸς τὴν τῶν μακαρίων ἀνδρῶν ἀρετὴν διαβαίνῃ. Οὐ γὰρ καλλωπιζομένη οὐδὲ τρυφῶσα οὐδὲ προσόδους ἀπαιτοῦσα τὸν ἄνδρα χρημάτων οὐδὲ πολυτελὴς γινομένη καὶ δαπανηρά, οὕτως αὐτὸν δυνήσεται ἐπαγαγέσθαι· ἀλλ᾽ ὅταν ἀνωτέρω γενομένη πάντων τῶν παρόντων πραγμάτων καὶ τὸν ἀποστολικὸν ἐν ἑαυτῇ χαρακτηρίσασα βίον, πολλὴν μὲν τὴν ἐπιείκειαν, πολλὴν δὲ τὴν κοσμιότητα, πολλὴν δὲ τὴν τῶν χρημάτων ὑπεροψίαν καὶ τὴν ἀνεξικακίαν ἐπιδεικνύηται, τότε αὐτὸν δυνήσεται ἑλεῖν, ὅταν λέγῃ· «Ἔχοντες δὲ τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα», ὅταν διὰ τῶν ἔργων ταῦτα φιλοσοφῇ καὶ τοῦ σωματικοῦ θανάτου καταγελῶσα μηδὲν εἶναι λέγῃ τὴν παροῦσαν ζωήν, ὅταν πᾶσαν τοῦ βίου τούτου τὴν δόξαν κατὰ τὸν προφήτην ἄνθος εἶναι χόρτου νομίζῃ.

Οὐ γὰρ παρὰ τὸ συνεῖναι καθάπερ γυνὴ τούτῳ σῶσαι τὸν ἄνδρα δυνήσεται ἀλλὰ τῷ τὸν εὐαγγελικὸν ἐπιδείκνυσθαι βίον· ἐπεὶ καὶ γάμου χωρὶς ἐποίησαν τοῦτο πολλαὶ γυναῖκες. Ἡ γὰρ Πρίσκιλλα τὸν Ἀπολλὼ προσλαβομένη, φησί, πρὸς πᾶσαν ἐχειραγώγησε τῆς ἀληθείας τὴν ὁδόν. Εἰ δὲ νῦν τοῦτο οὐκ ἐφεῖται, ἐπὶ τῶν γυναικῶν τὴν αὐτὴν ἔνεστιν ἐπιδείξασθαι σπουδὴν καὶ τὸ αὐτὸ κέρδος καρπώσασθαι. Καὶ γάρ, ὅπερ ἔφθην εἰπών, οὐδὲ ἐκείνη διὰ τὸ γυνὴ εἶναι τὸν ἄνδρα ἐφέλκεται, ἐπεὶ οὐδὲν ἂν ἐκώλυσε μηδένα τῶν ἐχόντων γυναῖκα πιστὴν ἄπιστον μένειν, εἴ γε ἡ συνουσία καὶ τὸ συνοικεῖν τὸ πρᾶγμα κατώρθου. Ἀλλ᾽ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τὸ πολλὴν ἐπιδείκνυσθαι τὴν φιλοσοφίαν καὶ τὴν ὑπομονὴν καὶ τῶν τοῦ γάμου περιστάσεων καταγελᾶν καὶ τοῦτο ἔργον τίθεσθαι διηνεκῶς, τοῦτό ἐστι τὸ ποιοῦν τὴν τοῦ συνοικοῦντος σωθῆναι ψυχήν· ὡς ἐὰν ἐπιμένῃ τὰ τῶν γυναικῶν ἐπιζητοῦσα, οὐ μόνον οὐδὲν ἂν αὐτὸν ὤνησεν ἀλλὰ καὶ κατέβλαψεν. Ὅτι δὲ καὶ οὕτως τῶν σφόδρα δυσκόλων τὸ πρᾶγμά ἐστιν, ἄκουσον τί φησι· «Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;» Τούτῳ δὲ τῷ τρόπῳ τῆς ἐρωτήσεως κεχρῆσθαι ἐπὶ τῶν παραδόξως συμβαινόντων εἰώθαμεν.

Τί δὲ μετὰ ταῦτά φησι; «Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.» Ὁρᾷς πῶς συνεχῶς ποιεῖται τὰς μεταβάσεις καὶ πολλὴν καὶ δι᾽ ὀλίγου τῆς παραινέσεως ἑκατέρας τὴν μίξιν; Ὥσπερ γὰρ ἐν τοῖς περὶ τοῦ γάμου λόγοις καὶ τοὺς τῆς ἐγκρατείας ἐνέβαλε μεταξὺ διεγείρων τὸν ἀκροατήν, οὕτω καὶ ἐνταῦθα τοὺς περὶ τοῦ γάμου λόγους πάλιν ἐντίθησι διαναπαύων αὐτόν. Ἤρξατο ἀπὸ τῆς παρθενίας καὶ πρίν τι περὶ αὐτῆς εἰπεῖν εὐθέως ἐπὶ τὸν ὑπὲρ τοῦ γάμου λόγον κατέφυγε. Τὸ γὰρ «Ἐπιταγὴν οὐκ ἔχω», τὸν γάμον συγχωροῦντός ἐστι καὶ εἰσάγοντος.

Εἶτα ἐπὶ τὴν παρθενίαν ἐλθὼν καὶ εἰπὼν ὅτι «Νομίζω τοῦτο καλὸν ὑπάρχειν», ἐπειδὴ εἶδεν ὅτι συνεχῶς αὐτῆς τὸ ὄνομα λεγόμενον τῇ λειότητι τῆς ἀκοῆς πολλὴν ἐμποιεῖ τὴν τραχύτητα, οὐ τίθησιν αὐτὸ πυκνῶς ἀλλὰ καίτοι αἰτίαν ἱκανὴν δι᾽ αὐτὸ παραμυθήσασθαι τοὺς ὑπὲρ αὐτῆς πόνους, τὴν ἐνεστῶσαν ἀνάγκην εἰπών, οὐδὲ οὕτως ἐθάρρησε πάλιν παρθενίαν εἰπεῖν, ἀλλὰ τί; «Καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.» Καὶ οὐδὲ ἐπεξέρχεται τῷ λόγῳ ἀλλὰ διατεμὼν αὐτὸν καὶ διακόψας πρὶν φανῆναι σκληρόν, τοὺς περὶ τοῦ γάμου πάλιν ἐνέβαλε λόγους «Δέδεσαι γυναικί;» λέγων, «μὴ ζήτει λύσιν.» Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, μηδὲ ταύτην ἐνταῦθα κατασκευάσαι τὴν παραμυθίαν ἐβούλετο, περιττὸν ὑπὲρ παρθενίας συμβουλεύοντα περὶ γάμου φιλοσοφεῖν. Εἶτα πάλιν ἐπὶ τὴν παρθενίαν μεθίσταται, καὶ οὐδὲ νῦν αὐτὴν τῇ κυρίᾳ προσηγορίᾳ καλεῖ, ἀλλὰ τί; «Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.» Ἀλλὰ μὴ δείσῃς. Οὐκ ἀπεφήνατο οὐδὲ ἐνομοθέτησεν.

Ὁ γὰρ περὶ τοῦ γάμου λόγος πάλιν ἐγγὺς ἕστηκε, τοῦτον τὸν φόβον ἀνιεὶς καὶ λέγων· «Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες.» Ἀλλὰ μηδὲ νῦν ἀναπέσῃς· πάλιν γάρ σε ἐπὶ τὴν παρθενίαν ἕλκει καὶ τοῦτο ὁ λόγος αὐτοῦ βούλεται, ὁ διδάσκων πολλὴν τῇ σαρκὶ θλῖψιν ὑπομένειν τοὺς τῷ γάμῳ προσέχοντας.

Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι καὶ προσηνεῖς φάρμακον πικρὸν ἢ τομὴν ἢ καῦσιν ἤ τι τῶν τοιούτων προσάγειν μέλλοντες, οὐκ ἀθρόως τὸ πᾶν ἐργάζονται ἀλλ᾽ ἐν τῷ μεταξὺ δόντες ἀναπνεῦσαι τῷ κάμνοντι οὕτως ἀεὶ τὸ λειπόμενον προστιθέασι, τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Παῦλος οὐκ ἀνενδότως οὐδὲ δι᾽ ὅλου οὐδὲ ἐφεξῆς τὴν περὶ τῆς παρθενίας ὕφηνε συμβουλὴν ἀλλὰ διακόπτων αὐτὴν συνεχῶς τοῖς περὶ τοῦ γάμου λόγοις καὶ ταύτης τὸ σφοδρότερον ὑποκλέπτων προσηνῆ τε καὶ εὐπαράδεκτον τὸν λόγον ἐποίησεν. Ἡ μὲν οὖν ποικίλη μίξις τῶν λόγων διὰ τοῦτο γεγένηται.

Ἄξιον δὲ καὶ αὐτὰ λοιπὸν ἐξετάσαι τὰ ῥήματα. «Δέδεσαι», φησί, «γυναικί; Μὴ ζήτει λύσιν.» Τοῦτο οὐχ οὕτως συμβουλεύοντός ἐστιν ὡς τὸ ἄπορον δεικνύντος καὶ ἀδιεξόδευτον τοῦ δεσμοῦ. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν· ἔχεις γυναῖκα; μὴ καταλίπῃς αὐτήν· συνοίκει, μὴ διαστῇς, ἀλλὰ δεσμὸν τὴν συζυγίαν ἐκάλεσε; Τὸ φορτικὸν ἐνταῦθα τοῦ πράγματος ἐνδεικνύμενος. Ἐπειδὴ γὰρ ὡς πρὸς ἐπέραστον πρᾶγμα τὸν γάμον ἅπαντες τρέχουσι, δείκνυσιν ὅτι τῶν δεδεμένων οὐδὲν οἱ γεγαμηκότες διαφέρουσι. Κἀνταῦθα γὰρ ὅπουπερ ἂν ἑλκύσῃ θάτερος, ἀνάγκη καὶ τὸν ἕτερον ἕπεσθαι ἢ διαστασιάζοντα καὶ τὸν ἕτερον συναπολέσθαι ἐκείνῳ. Τί οὖν, ἐὰν ὁ ἀνὴρ κατωφερὴς ᾖ, φησίν, ἐγὼ δὲ ἐγκρατεύεσθαι βούλωμαι; Ἀνάγκη ἐκείνῳ ἕπεσθαι. Καὶ γὰρ μὴ βουλομένην σε τοῦτο ποιεῖν ἡ διὰ τὸν γάμον περιτεθεῖσα ἅλυσις καθέλκει καὶ ἐπισπᾶται πρὸς τὸν συνδεθέντα σοι τὴν ἀρχήν· κἂν ἀντιπέσῃς καὶ διακόψῃς, οὐ μόνον οὐκ ἀπήλλαξας σαυτὴν τῶν δεσμῶν ἀλλὰ καὶ εἰς τιμωρίαν ἐσχάτην ἐνέβαλες.

Ὅτι ἡ ἄκοντος ἐγκρατευομένη τοῦ ἀνδρὸς αὐτὴ τούτου πορνεύοντος δώσει μειζοτέραν δίκην. Ἡ γὰρ ἄκοντος ἐγκρατευομένη τοῦ ἀνδρὸς οὐ τῶν τῆς ἐγκρατείας μισθῶν ἀποστερεῖται μόνον ἀλλὰ καὶ τῆς ἐκείνου μοιχείας αὐτὴ τὸν λόγον ὑπέχει καὶ τὰς εὐθύνας μᾶλλον ἐκείνου. Τί δήποτε; Ὅτι αὐτὴ πρὸς τὸ βάραθρον αὐτὸν τῆς ἀσελγείας ὤθησε τῆς κατὰ νόμον ἀποστερήσασα μίξεως. Εἰ γὰρ μηδὲ πρὸς ὀλίγον τοῦτο ποιεῖν ἐπιτέτραπται ἄκοντος ἐκείνου, τίνα ἂν ἔχοι συγγνώμην ἡ διὰ παντὸς αὐτὸν ταύτης ἀφελομένη τῆς παραμυθίας; Καὶ τί ταύτης, φησί, τῆς ἀνάγκης καὶ τῆς ἐπηρείας βαρύτερον γένοιτ᾽ ἄν; Κἀγὼ τοῦτό φημι.

Τίνος οὖν ἔνεκεν ὑποβάλλεις σαυτὴν τῇ ἀνάγκῃ τοσαύτῃ; Τοῦτον γὰρ τὸν λογισμὸν οὐ μετὰ τὸν γάμον ἀλλὰ πρὸ τοῦ γάμου λαβεῖν ἐχρῆν. Διὰ τοῦτο καὶ ὁ Παῦλος ὑστέραν τὴν ἀπὸ τοῦ δεσμοῦ θεὶς ἀνάγκην, τότε περὶ τῆς λύσεως διαλέγεται. Εἰπὼν γὰρ «Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν», τὸ τηνικαῦτα ἐπήγαγε «Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.» Ποιεῖ δὲ τοῦτο ἵνα σὺ πρότερον ἀκριβῶς ἐπισκεψάμενος καὶ καταμαθὼν τὴν ἀπὸ τῆς συζυγίας βίαν εὐκολώτερον τὸν περὶ τῆς ἀγαμίας δέξῃ λόγον. «Ἐὰν δὲ καὶ γήμῃς», φησίν, «οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν.» Ἰδοὺ τὸ μέγα τοῦ γάμου κατόρθωμα ποῦ τελευτᾷ· εἰς τὸ μὴ ἐγκληθῆναι, οὐκ εἰς τὸ θαυμαστωθῆναι· τοῦτο γὰρ τῆς παρθενίας ἐστίν, ὁ δὲ γεγαμηκὼς ἀρκεῖται ἀκούων ὅτι οὐχ ἥμαρτε.

Τίνος οὖν ἕνεκεν παραινεῖς, φησί, μὴ ζητεῖν γυναῖκα; Καὶ ὅτι δεθέντα καθάπαξ λυθῆναι οὐκ ἔνι, ὅτι πολλὴν ἔχει τὸ πρᾶγμα τὴν θλῖψιν. Τοῦτο οὖν, εἰπέ μοι, κερδανοῦμεν ἀπὸ τῆς παρθενίας μόνον τὸ τὴν ἐνθάδε θλῖψιν διαφυγεῖν; Καὶ τίς ἀνέξεται παρθενεύειν ἐπὶ τοιούτοις μισθοῖς; Τίς δ᾽ ἀνάσχοιτο εἰς τοσοῦτον ἀγῶνα κατιέναι μέλλων τοσούτων ἱδρώτων γέμοντα ταύτην μόνην ἀπολαμβάνειν τὴν ἀμοιβήν;

Διὰ τί ἀπὸ τῶν ἐν τῷ παρόντι ἡδέων εἰς τὴν παρθενίαν προτρέπει. Τί λέγεις; Πρὸς δαίμονάς με μάχεσθαι καλῶν— «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα»—, πρὸς μανίαν φύσεως ἑστάναι προτρέπων, μετὰ σαρκὸς καὶ αἵματος τὰ αὐτὰ ταῖς ἀσωμάτοις δυνάμεσι κατορθῶσαι παρακαλῶν, τῶν ἐν τῇ γῇ μεμνῆσαι καλῶν καὶ ὅτι θλῖψιν οὐχ ἕξομεν τὴν ἀπὸ τῶν γάμων; Διὰ τί γὰρ οὐχ οὕτως εἶπεν· Ἐὰν γὰρ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε, τῶν δὲ ἀπὸ τῆς παρθενίας ἑαυτὴν ἀπεστέρησε στεφάνων, τῶν μεγάλων καὶ ἀπορρήτων δωρεῶν; Διὰ τί μὴ διηγήσατο τὰ μετὰ τὴν ἀθανασίαν αὐταῖς ἀποκείμενα καλά, πῶς εἰς ἀπάντησιν τὰς λαμπάδας λαβοῦσαι μετὰ δόξης πολλῆς καὶ παρρησίας συνεισέρχονται εἰς τὸν νυμφῶνα τῷ βασιλεῖ; Πῶς μάλιστα πάντων πλησίον ἐκείνου τοῦ θρόνου καὶ τῶν παστάδων λάμπουσι τῶν βασιλικῶν;

Ἀλλὰ τούτων μὲν οὐδὲ βραχεῖαν μνήμην πεποίηται ἄνω δὲ καὶ κάτω τῆς ἀπαλλαγῆς τῶν ἐν βίῳ μνημονεύει δυσχερῶν. «Νομίζω», φησί, «τοῦτο καλὸν ὑπάρχειν.» Καὶ ἀφεὶς εἰπεῖν, διὰ τὰ μέλλοντα ἀγαθά, λέγει· «Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην.» Εἶτα πάλιν εἰπών· «Ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε», καὶ σιωπήσας τὰς ἐν τοῖς οὐρανοῖς δωρεάς, ὧν ἑαυτὴν ἀπεστέρησε, «Θλῖψιν», φησί, «τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι.» Καὶ οὐ μέχρι τούτου μόνον ἀλλὰ καὶ ἕως τέλους τὸ αὐτὸ ποιεῖ. Καὶ οὐ παρεισάγει τὸ πρᾶγμα ἀπὸ τῶν μελλόντων ἀγαθῶν ἀλλὰ πάλιν ἐπὶ τὴν αὐτὴν αἰτίαν καταφεύγει· «Ὁ καιρὸς συνεσταλμένος ἐστί» λέγων. Καὶ ἀντὶ τοῦ εἰπεῖν· θέλω ὑμᾶς ἀστράψαι ἐν τοῖς οὐρανοῖς καὶ πολλῷ λαμπροτέρους δειχθῆναι τῶν γεγαμηκότων, πάλιν τῶν ἐνταῦθα ἔχεται λέγων· «Θέλω ὑμᾶς ἀμερίμνους εἶναι.» Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ποιεῖ ἀλλὰ καὶ περὶ ἀνεξικακίας διαλεγόμενος ἐπὶ τὴν αὐτὴν τῆς συμβουλῆς ἦλθεν ὁδόν. Εἰπὼν γὰρ ὅτι «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν», καὶ πρᾶγμα τοσοῦτον ἐπιτάξας καὶ τῆς φύσεως βιάσασθαι τὴν ἀνάγκην κελεύσας καὶ πρὸς οὕτως ἀφόρητον παρατάξασθαι πυράν, ἐν τοῖς περὶ τῶν μισθῶν λόγοις σιωπήσας τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ ἐν τῇ τοῦ λελυπηκότος βλάβῃ τὴν ἀντίδοσιν ἵστησι. «Τοῦτο γάρ», φησί, «ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.»

Τίνος οὖν ἕνεκεν τούτῳ τῆς παρακλήσεως κέχρηται τῷ τρόπῳ; Οὐ δι᾽ ἄγνοιαν οὐδὲ διὰ τὸ μὴ εἰδέναι πῶς ἄν τις ἐπαγάγοιτο καὶ πείσειε τὸν ἀκροατὴν ἀλλὰ καὶ διὰ τὸ μάλιστα πάντων ἀνθρώπων ταύτην κατωρθωκέναι τὴν ἀρετήν, τὴν τοῦ πείθειν λέγω. Τοῦτο πόθεν δῆλον; Ἀπὸ τῶν εἰρημένων αὐτῷ.

Πῶς καὶ τίνι τρόπῳ; Κορινθίοις διελέγετο—πρότερον γὰρ ὑπὲρ τῶν περὶ παρθενίας αὐτῷ διειλεγμένων ἐροῦμεν—Κορινθίοις, ἐν οἷς ἔκρινε μηδὲν εἰδέναι εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, οἷς οὐκ ἠδυνήθη λαλῆσαι ὡς πνευματικοῖς καὶ διὰ τὸ σαρκίνους εἶναι ἔτι γάλα ἐπότιζεν, οἷς καὶ ὅτε ταῦτα ἐπέστελλεν ἐνεκάλει λέγων· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὔπω γὰρ ἠδύνασθε· ἀλλ᾽ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε.» Διὰ τοῦτο ἀπὸ τῶν ἐν τῇ γῇ πραγμάτων, ἀπὸ τῶν ὁρωμένων, ἀπὸ τῶν αἰσθητῶν καὶ προτρέπει εἰς παρθενίαν αὐτοὺς καὶ ἀπάγει τοῦ γάμου. Συνεῖδε γὰρ τοῦτο καλῶς ὅτι τοὺς ταπεινοὺς καὶ χαμαιπετεῖς καὶ πρὸς τὴν γῆν ἔτι κύπτοντας ἀπὸ τῶν ἐν τῇ γῇ μᾶλλον ἐφελκύσαιτο ἄν τις καὶ προτρέψειε. Διὰ τί γάρ, εἰπέ μοι, πολλοὶ τῶν ἀγροικοτέρων ἔτι καὶ παχύτερον διακειμένων τὸν μὲν Θεὸν καὶ ἐπὶ μικροῖς καὶ ἐπὶ μεγάλοις καὶ ὀμνύουσι καὶ ἐπιορκοῦσιν ἀδεῶς, ἐπὶ δὲ τῆς τῶν παίδων κεφαλῆς οὐδ᾽ ἂν ὀμόσαι ἕλοιντο τὴν ἀρχήν; Καίτοι γε καὶ ἡ ἐπιορκία καὶ ἡ κόλασις πολλῷ μείζων ταυτῆς ἐκείνη, ἀλλ᾽ ὅμως τούτῳ μᾶλλον ἢ ἐκείνῳ τῷ ὅρκῳ κατέχονται.

Καὶ πρὸς τὸ βοηθῆσαι δὲ πένησιν οὐχ οὕτως αὐτοὺς οἱ τῆς βασιλείας διεγείρουσι λόγοι, καίτοι γε συνεχῶς ἐνηχούμενοι, ὡς τὸ χρηστὸν ἐλπίσαι τι κατὰ τὸν παρόντα βίον ἢ ὑπὲρ παίδων ἢ ὑπὲρ ἑαυτῶν. Τότε γοῦν μάλιστα φιλότιμοι γίνονται περὶ τὰς τοιαύτας ἐπικουρίας, ὅταν ἐκ μακρᾶς ἀνενέγκωσι νόσου, ὅταν κίνδυνον διαφύγωσιν, ὅταν δυναστείας τινὸς ἐπιτύχωσι καὶ ἀρχῆς· καὶ ὅλως τοὺς πλείονας τῶν ἀνθρώπων τοῖς παρὰ πόδας εὕροι τις ἂν μᾶλλον νουθετουμένους.

Ἔν τε γὰρ τοῖς χρηστοῖς ταῦτα μᾶλλον προτρέπει, ἔν τε τοῖς λυπηροῖς μειζόνως φοβεῖ, τῷ τὴν αἴσθησιν ἐγγυτέραν ὑπάρχειν αὐτοῖς. Διὰ ταῦτα καὶ Κορινθίοις οὕτω διελέγετο καὶ Ῥωμαίους ἀπὸ τῶν παρόντων εἰς ἀνεξικακίαν ἐγύμναζεν.

Ἡ γὰρ ἀσθενὴς καὶ ἠδικημένη ψυχὴ οὐχ οὕτως εὐκόλως ἀφίησι τῆς ὀργῆς τὸν ἰόν, ὅταν περὶ βασιλείας ἀκούσῃ καὶ εἰς μακρὰς ἐλπίδας ἐμπέσῃ ὡς ὅταν παρὰ τοῦ λελυπηκότος προσδοκήσῃ λήψεσθαι δίκην. Βουλόμενος οὖν διασεῖσαι τῆς μνησικακίας τὴν ῥίζαν καὶ τέως κενῶσαι τὴν ὀργήν, ὃ μᾶλλον ἐπαγωγὸν ἦν πρὸς τὸ παραμυθήσασθαι τὸν ἠδικημένον τοῦτο τίθησιν, οὐκ ἀποστερῶν αὐτὸν τῆς ἐν τῷ μέλλοντι καιρῷ κειμένης τιμῆς, ἀλλὰ τέως αὐτὸν ἐμβιβάσαι σπεύδων οἱῳδήποτε τρόπῳ εἰς τὴν τῆς φιλοσοφίας ὁδὸν καὶ τὰς θύρας ἀνοῖξαι τῆς καταλλαγῆς. Τὸ γὰρ δυσκολώτατον τῆς ἀρχῆς ἐπιλαβέσθαι τοῦ κατορθώματος, μετὰ γὰρ τὴν εἴσοδον οὐκέτι τοσοῦτος ὁ πόνος ἐστίν.

Ἀλλ᾽ οὐχ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο ποιεῖ οὔτε περὶ παρθενίας οὔτε περὶ ἀνεξικακίας διαλεγόμενος. Ἀλλ᾽ ἐκεῖ μὲν τὴν βασιλείαν τίθησι τῶν οὐρανῶν· «Εἰσὶ» γὰρ «εὐνοῦχοι», φησίν, «οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὅτε δὲ εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν παρεκάλει, οὐδὲν ὑπὲρ τῆς τῶν λελυπηκότων βλάβης εἰπών, οὐδὲ τῶν ἀνθράκων μνημονεύσας τοῦ πυρὸς ἀλλὰ πάντα ἐκεῖνα ἀφεὶς πρὸς τοὺς μικροψύχους λέγεσθαι καὶ ταλαιπώρους, αὐτὸς ἀπὸ τῶν μειζόνων αὐτοὺς προτρέπει. Ποίων δὴ τούτων; «Ὅπως γένησθε», φησίν, «ὅμοιοι τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.» Βλέπε πόσον τὸ ἔπαθλον.

Πέτρος γὰρ ἦν ὁ ταῦτα ἀκούων καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορός· διὰ τοῦτο ἀπὸ τῶν πνευματικῶν αὐτοὺς ἐνῆγεν ἐπάθλων. Καὶ ὁ Παῦλος δὲ τοῦτο ἂν ἐποίησεν, εἰ πρός τινας τοιούτους ὁ λόγος ἦν αὐτῷ. Ἐπειδὴ δὲ πρὸς Κορινθίους τοὺς ἀτελέστερον διακειμένους διελέγετο, ἤδη τῶν πόνων αὐτοῖς δίδωσι τοὺς καρποὺς ἵνα προθυμότερον ἐπὶ τὴν ἐργασίαν ἔλθωσι τῆς ἀρετῆς.

Διὰ τοῦτο καὶ ὁ Θεὸς Ἰουδαίοις ἀφεὶς ἐπαγγείλασθαι βασιλείαν οὐρανῶν τὰ τῆς γῆς ἐχαρίζετο ἀγαθά. Καὶ ἀντὶ τῶν πονηρῶν δὲ πράξεων οὐ γέενναν ἀλλὰ τὰς ἐν τῷ αἰῶνι τούτῳ συμφορὰς ἠπείλει, λιμοὺς καὶ λοιμοὺς καὶ νόσους καὶ πολέμους καὶ αἰχμαλωσίαν καὶ ὅσα τοιαῦτα ἕτερα. Τούτοις γὰρ μᾶλλον οἱ σαρκικώτεροι τῶν ἀνθρώπων κατέχονται καὶ ταῦτα μᾶλλον δεδοίκασι. Τῶν δὲ οὐχ ὁρωμένων οὐδὲ παρόντων ἐλάττονα ποιοῦνται λόγον. Διὰ τοῦτο καὶ ὁ Παῦλος τούτοις μᾶλλον ἐνδιατρίβει, ἃ μάλιστα αὐτῶν καθικέσθαι τῆς παχύτητος ἦν ἱκανά. Πρὸς τούτοις δὲ κἀκεῖνο δεῖξαι ἐβούλετο, ὅτι τῶν μὲν ἄλλων ἀγαθῶν ἔνια ἐνταῦθα μὲν ἡμᾶς πόνοις περιβάλλει πολλοῖς, τὸν δὲ καρπὸν ἅπαντα ἐν τῷ μέλλοντι ταμιεύεται χρόνῳ. Ἡ δὲ παρθενία ἐν αὐτῷ τῷ κατορθοῦσθαι οὐ μικρὰς ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβὰς τοσούτων ἀπαλλάττουσα πόνων καὶ φροντίδων. Μετὰ δὲ τούτων καὶ τρίτον τι συγκατεσκεύασε. Ποῖον; Τὸ μὴ τῶν ἀδυνάτων νομισθῆναι τὸ πρᾶγμα εἶναι ἀλλὰ καὶ τῶν σφόδρα δυνατῶν. Ποιεῖ δὲ αὐτὸ ἐκ περιουσίας πολλῆς τὸν γάμον ἀποφαίνων πλείονας ἔχοντα δυσκολίας, ὡς εἰ πρός τινα ἔλεγε, μοχθηρὸν καὶ ἐπίπονόν σοι εἶναι τὸ πρᾶγμα τοῦτο δοκεῖ; Δι᾽ αὐτὸ μὲν οὖν τοῦτο ἔγωγέ φημι δεῖν αὐτὸ μετιέναι ὅτι οὕτω ῥᾷστόν ἐστιν ὡς πολὺ τοῦ γάμου πράγματα ἡμῖν παρέχειν ἐλάττω.

Ἐπειδὴ γὰρ φείδομαι, φησίν, ὑμῶν καὶ οὐ βούλομαι θλῖψιν ὑμᾶς ἔχειν, διὰ τοῦτο ὑμᾶς οὐ θέλω γαμεῖν.

Καὶ ποίαν θλῖψιν; ἴσως εἴποι τις ἄν. Τοὐναντίον μὲν οὖν καὶ ἄνεσιν ἔχοντα πολλὴν καὶ τρυφὴν τὸν γάμον εὑρήσομεν. Καὶ πρῶτον ἁπάντων τὸ μετὰ πάσης ἀδείας τὴν ἐπιθυμίαν ἀποπληροῦν καὶ μηδεμίαν ἀπὸ τῆς φύσεως ὑπομένειν βίαν, οὐ μικρὸν εἰς ῥᾳστώνης λόγον ἐστίν. Ἔπειτα τῷ καὶ τὴν ἄλλην διαγωγὴν ἀπηλλάχθαι κατηφείας καὶ αὐχμοῦ, καὶ μεστὴν εἶναι φαιδρότητος καὶ γέλωτος καὶ χαρᾶς. Καὶ γὰρ τραπέζῃ πολυτελεῖ καὶ μαλακοῖς ἱματίοις καὶ στρωμνῇ μαλακωτέρᾳ, καὶ λουτροῖς διηνεκέσι, καὶ μύροις καὶ οἴνῳ μύρου οὐδὲν χεῖρον διακειμένῳ καὶ ἑτέρᾳ πολλῇ καὶ διαφόρῳ δαπάνῃ λειτουργοῦντες τῇ σαρκὶ πολλὴν ἀπὸ ταύτης παρέχουσιν αὐτῇ τὴν τρυφήν.

Ὅτι καὶ ἐν τῇ παλαιᾷ καὶ ἐν τῇ καινῇ παράνομον ἡ τρυφή. Μάλιστα μὲν οὐδὲ ταῦτα ἐφίεται τῷ γάμῳ. Τὴν γὰρ τῆς μίξεως μόνης ἄδειαν, οὐχὶ δὲ καὶ τὴν τῆς τρυφῆς παρέχειν ἡμῖν εἴωθε. Καὶ μάρτυς ὁ μακάριος Παῦλος οὑτωσὶ λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.» Εἰ δὲ περὶ χηρῶν ταῦτα εἴρηται, ἄκουσον καὶ περὶ τῶν γεγαμηκότων τί φησι· «Γυναῖκας ὡσαύτως ἐν καταστολῇ κοσμίῳ μετὰ πάσης αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ᾽ ὡς πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι᾽ ἔργων ἀγαθῶν.» Καὶ οὐκ ἐνταῦθα δὲ μόνον ἀλλὰ καὶ ἑτέρωθι ἴδοι τις ἂν πολὺν αὐτὸν ποιούμενον τὸν λόγον ὑπὲρ τοῦ μηδ᾽ ὅλως εἶναι τούτων ἡμῖν περισπούδαστον. «Ἔχοντες», γάρ φησι, «διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς ἐπιθυμίας ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.» Καὶ τί λέγω Παῦλον, ὅς, ὅτε τῆς ἄκρας φιλοσοφίας ἦν ὁ καιρὸς καὶ πολλὴ ἡ τοῦ πνεύματος χάρις, ἔλεγε ταῦτα;

Ὁ γὰρ Ἀμὼς ὁ προφήτης τοῖς νηπίοις Ἰουδαίοις διαλεγόμενος, ἐφ᾽ ὧν καὶ τρυφὴ συγκεχώρητο καὶ πολυτέλεια καὶ πάντα ὡς εἰπεῖν τὰ περιττά, ἄκουσον πῶς σφόδρα καθάπτεται τῶν τῇ τρυφῇ προσκειμένων λέγων· «Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων· οἱ πίνοντες τὸν διϋλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι· ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα.»

Ὅτι εἰ καὶ ἐφεῖτο τρυφᾶν ἱκανὰ τὰ τοῦ γάμου λυπηρὰ ταύτην ἀφανίσαι τὴν ἡδονήν. Ὅπερ οὖν ἔφην, μάλιστα μὲν οὐκ ἐφεῖτο τρυφᾶν, εἰ δὲ καὶ μηδὲν τούτων κεκώλυτο, ἀλλὰ πάντα συγκεχώρητο, ἔστιν ἕτερα τούτων ἀντίρροπα εἰς ἀθυμίας καὶ ὀδύνης λόγον, μᾶλλον δὲ οὕτω πλείονα καὶ μείζω ὡς μηδὲ μικρὰν ἀπὸ τούτων ἡμᾶς λαμβάνειν τὴν αἴσθησιν ἀλλ᾽ ἐκποδὼν πᾶσαν γίνεσθαι τὴν ἐξ αὐτῶν ἡδονήν.