Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Οι πρακτικές δυσχέρειες, οι αγωνίες και τα δεινά του έγγαμου βίου

Εκτενής περιγραφή των θλίψεων του γάμου, συμπεριλαμβανομένης της ζηλοτυπίας, της περιουσιακής ανισότητας, των κινδύνων της κυοφορίας και των αγωνιών για την ανατροφή των τέκνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 10

Ὅσον ἡ ζηλοτυπία κακόν. Εἰ γάρ τις, εἰπέ μοι, φύσει ζηλότυπος ὢν τύχοι, ἢ καὶ ἔκ τινος προφάσεως οὐκ ἀληθοῦς τούτῳ ληφθείη τῷ κακῷ τί τῆς τοιαύτης ψυχῆς ἐλεεινότερον γένοιτ᾽ ἄν; Ποῖον πόλεμον, τίνα χειμῶνα τῇ τοιαύτῃ παραβάλλοντες οἰκίᾳ ἀκριβῶς ἐπιτυχεῖν δυνησόμεθα τῆς εἰκόνος; Πάντα ὀδύνης μεστά, πάντα ὑποψίας καὶ στάσεως καὶ ταραχῆς. Τῶν γὰρ δαιμονώντων ἢ φρενίτιδι κατεχομένων νόσῳ οὐδὲν ἄμεινον διάκειται ὁ ταύτῃ τῇ μανίᾳ πληγείς. Οὕτω συνεχῶς ἐξάλλεται καὶ ἀποπηδᾷ καὶ δυσχεραίνει πρὸς ἅπαντας καὶ εἰς τοὺς παρόντας ἁπλῶς καὶ ἀνευθύνους ἀφίησιν ἀεὶ τὴν ὀργήν, κἂν δοῦλος ᾖ κἂν υἱὸς κἂν ὁστισοῦν ἕτερος. Καὶ ἡδονὴ μὲν ἀπελήλαται πᾶσα, κατηφείας δὲ ἅπαντα γέμει καὶ πένθους καὶ ἀηδίας. Κἂν οἴκοι μένῃ, κἂν εἰς ἀγορὰν ἐμβάλῃ, κἂν ἀποδημίαν στέλληται, πανταχοῦ τὸ δεινὸν ἀπέτεκεν θανάτου παντὸς χαλεπώτερον παρακνίζον καὶ ἐρεθίζον αὐτοῦ τὴν ψυχὴν καὶ οὐ συγχωροῦν ἠρεμεῖν. Οὐ γὰρ ἀθυμίαν μόνον αὕτη ἡ νόσος ἀλλὰ καὶ θυμὸν ἀφόρητον τίκτειν εἴωθε. Τούτων δὲ ἕκαστον καὶ καθ᾽ ἑαυτὸ μὲν ἱκανὸν ἀπολέσαι τὸν ἁλόντα· ὅταν δὲ καὶ ὁμοῦ συνελθόντα πολιορκῇ, συνεχῶς αὐτὸν πιέζοντα καὶ οὐδὲ βραχὺν ἀναπνεῖν συγχωροῦντα καιρόν, πόσων τοῦτο θανάτων οὐ χαλεπώτερον;

Ἄν τε γὰρ πενίαν εἴποι τις τὴν ἐσχάτην, ἄν τε νόσον ἀνίατον ἄν τε πῦρ ἄν τε σίδηρον, οὐδὲν ἴσον ἐρεῖ καὶ τοῦτο οἱ πεῖραν λαβόντες ἴσασι μόνοι καλῶς· λόγος γὰρ οὐδεὶς ἂν παραστήσειε τοῦ δεινοῦ τὴν ὑπερβολήν. Ὅταν γὰρ τὴν μάλιστα πάντων ἀγαπωμένην καὶ ὑπὲρ ἧς ἂν ἡδέως καὶ τὴν ψυχὴν προοῖτο, ταύτην ἀναγκάζηται δι᾽ ὑποψίας ἔχειν ἀεί, τί τῶν ἁπάντων αὐτὸν παραμυθήσασθαι δύναιτ᾽ ἄν;

Ἄν τε γὰρ εἰς εὐνὴν τρέπεσθαι, ἄν τε σῖτον ἑλέσθαι καὶ πότον δέῃ, τὴν μὲν τράπεζαν οἰήσεται δηλητηρίων γέμειν φαρμάκων μᾶλλον ἢ ἐδεσμάτων. Ἐπὶ δὲ τῆς εὐνῆς οὐδὲ μικρὸν ἀτρεμεῖν ἀνέξεται χρόνον, ἀλλ᾽ ὥσπερ ἀνθράκων ὑποκειμένων οὕτως θορυβεῖται καὶ μεταστρέφεται· καὶ οὔτε συνουσία φίλων οὔτε πραγμάτων φροντὶς οὔτε κινδύνων φόβος οὔτε ἡδονῆς ὑπερβολὴ οὔτε ἄλλο οὐδὲν τῆς τοιαύτης αὐτὸν ζάλης ἀπαγαγεῖν δυνήσεται· ἀλλὰ παντὸς μὲν χρηστοῦ, παντὸς δὲ λυπηροῦ τυραννικώτερον οὗτος αὐτοῦ κατακρατεῖ τὴν ψυχὴν ὁ χειμών. Ταῦτα διασκεψάμενος ὁ Σολομὼν ἔλεγε· «Σκληρὸς ὡς Ἅιδης ζῆλος.» Καὶ πάλιν· «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως καὶ οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.» Τοσαύτη γὰρ ἡ τῆς νόσου ταύτης μανία, ὡς μηδὲ μετὰ τὴν τοῦ λελυπηκότος τιμωρίαν ἀφεῖσθαι τῆς ὀδύνης. Πολλοὶ γοῦν πολλάκις ἀνελόντες τὸν μοιχόν, τὸν θυμὸν καὶ τὴν ἀθυμίαν οὐκ ἴσχυσαν ἀνελεῖν. Εἰσὶ δὲ οἳ καὶ μετὰ τὸ κατασφάξαι τὰς ἑαυτῶν γυναῖκας ἔμειναν ὁμοίως ἢ καὶ μειζόνως τηκόμενοι τῇ πυρᾷ. Καὶ ὁ μὲν ἀνὴρ τοσούτοις συζῇ κακοῖς καὶ ὅταν μηδὲν ἀληθὲς ὂν τύχῃ· ἡ δὲ ἀθλία καὶ ταλαίπωρος ἐκείνη πολλῷ χαλεπώτερα ὑπομένει τἀνδρός.

Ὅταν γὰρ τὸν ὀφείλοντα εἶναι παραμυθίαν τῶν λυπηρῶν ἁπάντων καὶ ὅθεν προστασίαν ἐχρῆν προσδοκᾶν, τοῦτον ἐκτεθηριωμένον καὶ πάντων πολεμιώτερον ἴδῃ διακείμενον πρὸς αὐτήν, ποῦ δυνήσεται βλέψαι λοιπόν; Πρὸς τίνα καταφύγῃ; Πόθεν τῶν κακῶν εὕρῃ τὴν ἀπαλλαγήν, τοῦ λιμένος αὐτῇ προσκεχωσμένου καὶ μυρίων γέμοντος προβόλων;

Τότε καὶ οἰκέται καὶ θεράπαιναι τἀνδρὸς ὑβριστικώτερον αὐτῇ κέχρηνται. Ὕποπτον μὲν γὰρ καὶ ἄλλως καὶ ἀχάριστον τοῦτο τὸ γένος, ὅταν δὲ καὶ παρρησίας μείζονος ἐπιλάβηται καὶ διαστασιάζοντας πρὸς ἀλλήλους ἴδῃ τοὺς κρατοῦντας αὐτῶν οὐ μικρὰν ἀφορμὴν τῆς οἰκείας λοιδορίας τὸν ἐκείνων λαμβάνουσι πόλεμον. Καὶ γὰρ συντιθέναι καὶ πλάττειν ὅσαπερ ἂν βούλοιντο, ἔξεστιν αὐτοῖς μετὰ ἀδείας ἁπάσης τότε, καὶ τὴν ὑποψίαν ταῖς παρ᾽ αὐτῶν διαβολαῖς δυνατωτέραν ποιοῦσιν. Ἡ γὰρ ἅπαξ τῇ μοχθηρᾷ ταύτῃ νόσῳ κατασχεθεῖσα ψυχὴ πάντα ἐυκόλως τίθεται καὶ πᾶσιν ἀναπετάσασα ἐξ ἴσης τὴν ἀκοὴν οὐκ ἀνέχεται διακρίνειν τοὺς συκοφάντας τῶν μὴ τοιούτων, ἀλλὰ καὶ αὐτοὶ μάλιστα πιστὰ λέγειν δοκοῦσιν, ὅσοι τὴν ὑποψίαν ἐπαίρουσιν, ὅσοι σπουδάζουσιν αὐτῆς καθελεῖν.

Ἐντεῦθεν λοιπὸν ἀνάγκη δεδοικέναι καὶ τρέμειν τοὺς συνοικοῦντας οὐχ ἧττον τοὺς δραπέτας ἐκείνους καὶ τὰς ἐκείνων γυναῖκας καὶ τὴν αὐτῇ πρέπουσαν τάξιν προεμένην αὐτοῖς τὴν ἐκείνων ἀντιλαβεῖν. Πότε οὖν ἀδακρυτὶ διαγαγεῖν δυνήσεται; Ποίαν νύκτα; Ποίαν ἡμέραν; Ποίαν ἑόρτην; πότε στεναγμῶν χωρὶς καὶ θρήνων καὶ ὀδυρμῶν; Ἀπειλαὶ καὶ ὕβρεις καὶ λοιδορίαι διὰ παντός—αἱ μὲν παρὰ τοῦ τετρωμένου μάτην ἀνδρός, αἱ δὲ παρὰ τῶν μιαρῶν θεραπόντων—, φυλακαί, προφυλακαί, καὶ ἅπαντα δέους καὶ τρόμου μεστά. Οὐ γὰρ εἴσοδοι καὶ ἔξοδοι πολυπραγμονοῦνται μόνον ἀλλὰ καὶ ῥήματα καὶ βλέμματα καὶ στεναγμὸς μετὰ πολλῆς βασανίζεται τῆς ἀκριβείας καὶ ἀνάγκη ἢ τῶν λίθων ἀκινητοτέραν εἶναι καὶ σιγῇ πάντα φέρειν καὶ τῷ θαλάμῳ προσηλῶσθαι διαπαντὸς δεσμώτου χεῖρον. Ἢ βουλομένην φθέγγεσθαι καὶ στένειν καὶ ἐξιέναι πάντων εὐθύνας ὑπέχειν καὶ λόγον ἐν τοῖς διεφθαρμένοις ἐκείνοις δικασταῖς, ταῖς θεραπαινίσι λέγω καὶ τῷ πλήθει τῶν οἰκετῶν. Τούτων, εἰ βούλει, μεταξὺ τῶν δεινῶν τίθει καὶ πλοῦτον ἄφατον καὶ τραπέζης πολυτέλειαν καὶ οἰκετῶν ἀγέλας, γένους λαμπρότητα, δυναστείας μέγεθος, δόξαν πολλήν, προγόνων περιφάνειαν.

Μηδὲν ὅλως ἀφῇς τῶν δοκούντων ζηλωτὸν τὸν παρόντα βίον ποιεῖν ἀλλὰ πάντα ἀκριβῶς συναγαγὼν ἀντίθες ταύτῃ τῇ λύπῃ καὶ οὐδὲ φαινομένην ὄψει τὴν ἐξ ἐκείνων ἡδονήν, ἀλλ᾽ οὕτως ἠφανισμένην ὥσπερ ἐν πελάγει πολλῷ σπινθῆρα μικρὸν ἐμπεσόντα σβεσθῆναι εἰκός. Καὶ ταῦτα μὲν ὅταν ὁ ἀνὴρ ζηλοτυπῇ· ἂν δὲ ἐπὶ τὴν γυναῖκά ποτε μεταβαίη τὸ πάθος—οὐκ ὀλιγάκις δὲ τοῦτο εἴωθε γίνεσθαι—, ἐκεῖνος μὲν ῥᾷον διακείσεται τῆς γυναικός, τὸ δὲ πλέον τῆς ὀδύνης πάλιν ἐπὶ τὴν ἀθλίαν ἐκείνην μετέπεσεν.

Οὔτε γὰρ τοῖς αὐτοῖς ὅπλοις χρήσασθαι ἐπὶ τὸν ὑποπτευθέντα δυνήσεται. Τίς γὰρ ἀνέξεται γυναικὸς κελευούσης οἴκοι μένειν διὰ παντός; Τίς δὲ τὸν δεσπότην τολμήσει παρατηρεῖσθαι τῶν οἰκετῶν καὶ οὐκ εὐθέως ἐπὶ τὸ βάραθρον ἀπαχθήσεται; Οὔτε οὖν τούτοις δυνήσεται ἑαυτὴν παραμυθήσασθαι τοῖς μηχανήμασιν οὔτε γοῦν τὴν ὀργὴν διὰ τῶν ῥημάτων ἐξενεγκεῖν, ἀλλ᾽ ἅπαξ μὲν αὐτὴν ἴσως χαλεπαίνουσαν οἴσει καὶ δὶς ὁ ἀνήρ. Ἐὰν δὲ ἐπιμείνῃ συνεχῶς ἐγκαλοῦσα, διδάξει ταχέως αὐτὴν ὅτι βέλτιον σιγῇ τὰ τοιαῦτα φέρειν καὶ τήκεσθαι. Καὶ ταῦτα μὲν ἐν ταῖς ὑποψίαις· ὅταν δὲ ἀληθὲς ὂν τύχῃ τὸ δεινόν, τὴν μὲν γυναῖκα οὐδεὶς ἐξαιρήσεται τῶν τοῦ ἠδικημένου χειρῶν, ἀλλ᾽ ἔχων αὐτῷ βοηθοῦντας τοὺς νόμους τὴν ἁπάντων αὐτῷ φιλτάτην εἰς δικαστήριον ἀγαγὼν κατέσφαξεν.

Ὁ δὲ ἀνὴρ τὴν μὲν ἀπὸ τῶν νόμων διαφεύγει τιμωρίαν, τὴν δὲ ἄνωθεν καὶ τῇ τοῦ Θεοῦ τετήρηται ψήφῳ. Ἀλλ᾽ οὐχ ἱκανὸν τοῦτο παραμυθήσασθαι τὴν ἀθλίαν ἐκείνην, ἀλλ᾽ ἀνάγκη μακρόν τινα καὶ ἐλεεινὸν ὑπομένειν θάνατον, τὸν ἀπὸ τῶν μαγγάνων, τὸν ἀπὸ τῶν φαρμάκων ἅπερ αἱ πορνευόμεναι γυναῖκες κατασκευάζουσιν. Εἰσὶ δὲ αἷς οὔτε ἐπιβουλῆς ἐπὶ τὰς ἠδικημένας ἐδέησεν ἀλλ᾽ ἔφθασαν ἐκεῖναι προαναρπασθεῖσαι τῇ τῆς ἀθυμίας σφοδρότητι. Ὥστε εἰ καὶ πάντες ἄνδρες ἐπέτρεχον τῷ γάμῳ, τὰς γυναῖκας οὐκ ἐχρῆν αὐτὸν διώκειν.

Οὔτε γὰρ ἂν ἔχοιεν εἰπεῖν ὡς τοσαύτη παρ᾽ αὐταῖς τῆς ἐπιθυμίας ἡ τυραννὶς καὶ τῶν τοῦ πράγματος κακῶν τὸ πλέον αὐταὶ καρποῦνται μέρος, ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξε. Τί οὖν; φησίν, ἅπασι τοῦτο πρόσεστι τοῖς γάμοις;

Ἀλλ᾽ οὐδὲ πάντων ἄπεστι, παρθενίας δὲ πόρρω καὶ μακρὰν πάσης ἐστί. Καὶ ἡ μὲν γαμηθεῖσα κἂν μὴ τῷ δεινῷ περιπέσῃ ἀλλὰ τῇ τοῦ δεινοῦ προσδοκίᾳ περιπεσεῖται. Οὐ γὰρ ἔστι τὴν ἀνδρὶ μέλλουσαν ὁμιλεῖν μὴ μετὰ τῆς ὁμιλίας πάντα ἀναλογίζεσθαι καὶ δεδοικέναι τὰ δεινά. Ἡ δὲ παρθένος οὐ μόνον τῶν δυσχερῶν πραγμάτων ἀλλὰ καὶ τῆς ὑποψίας ἀπήλλακται. Οὐ πρόσεστι τοῦτο πᾶσι τοῖς γάμοις. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ἀλλ᾽ ἐὰν τοῦτο μὴ προσῇ, πολλὰ ἕτερα πρόσεστι, κἂν ἐκεῖνά τις διαφύγῃ, πάντα ἁπλῶς διαφυγεῖν οὐ δυνήσεται.

Ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν ἀκανθῶν τῶν τοῖς ἱματίοις προσπηγνυμένων ἐν τῷ τὰς αἱμασιὰς διαβαίνειν, ὅταν ἐπιστραφῇ τις τὴν μίαν ἐξελεῖν, ἑτέραις κατέχεται πλείοσιν, οὕτω καὶ ἐπὶ τῶν τοῦ γάμου πραγμάτων ὁ τοῦτο διαδρὰς ἐκείνῳ περιπείρεται πάλιν, καὶ ὁ τοῦτο διαδὺς ἄλλῳ προσέπταισε, καὶ ὅλως οὐκ ἔνι γάμον πάσης εὑρεῖν ἀηδίας ἐλεύθερον.

Ὅτι τὸ ἀπὸ πλουσίων γαμεῖν οὐ ζηλωτὸν ἀλλὰ τοῦ ἀπὸ πενήτων χαλεπώτερον. Ἀλλά, εἰ βούλει, τὰ δυσχερῆ τέως ἀφέντες τὸ δοκοῦν εἶναι ἐν αὐτῷ μακαριστὸν καὶ οὗ πολλοὶ πολλάκις, μᾶλλον δὲ πάντες εὔχονται ἐπιτυχεῖν, τοῦτο ἀγαγόντες εἰς μέσον ἐξετάσωμεν νῦν. Τί δὴ τοῦτό ἐστιν; Τὸ πένητα ὄντα καὶ εὐτελῆ καὶ ταπεινὸν ἀπὸ μεγάλων καὶ δυνατῶν καὶ πολλὰ χρήματα κεκτημένων γυναῖκα λαβεῖν. Ἀλλὰ τοῦτο τὸ ζηλωτὸν ἐκείνου τοῦ ἀπευκτοῦ οὐκ ἐλάττους εὑρήσομεν ἔχον συμφοράς. Ἔστι μὲν γὰρ καὶ ἄλλως τὸ τῶν γυναικῶν γένος ὑπεροπτικὸν καὶ ἀσθενέστερον, διὸ καὶ μᾶλλον ὑπὸ τοῦ πάθους ἁλίσκεται.

Ὅταν δὲ καὶ ἀφορμὰς ἔχῃ τῆς ὑπεροψίας πολλάς, οὐδέν ἐστι τὸ κατέχον αὐτάς. Ἀλλ᾽ ὥσπερ ὕλης τινὸς λαβομένη φλὸξ οὕτως εἰς ὕψος ἄφατον αἴρονται καὶ τὴν τάξιν ἀντιστρέφουσι καὶ πάντα ἄνω καὶ κάτω ποιοῦσιν. Οὐ γὰρ ἀφίησιν ἐν τῇ τῆς κεφαλῆς χώρᾳ μένειν τὸν ἄνδρα ἡ γυνή, ἀλλ᾽ ὑπὸ φρονήματος καὶ ἀπονοίας ἀπωσαμένη τῆς τάξεως αὐτὸν ἐκείνης καὶ εἰς τὴν αὐτῇ προσήκουσαν ἄγουσα τὴν τῆς ὑποταγῆς, αὐτὴ γίνεται κεφαλὴ καὶ ἀρχή. Τί οὖν ταύτης τῆς ἀνωμαλίας χεῖρον γένοιτ᾽ ἄν; Καὶ σιωπῶ τὰ ὀνείδη, τὰς ὕβρεις, τὰς ἀηδίας, ἃ πάντων ἐστὶν ἀφορητότερα.

Ὅτι κἂν δυνηθῇ τις τὴν πλουτοῦσαν ὑποτάξαι γυναῖκα μείζων ἡ ἀηδία. Εἰ δὲ λέγοι τις—καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων ἐγώ, ὅταν τοιοῦτοι γίνωνται λόγοι—· πλουτείτω μόνον καὶ εὔπορος ἔστω, καὶ οὐδὲν ἔργον ἐστὶ κατενεγκεῖν αὐτῆς καὶ ταπεινῶσαι τὸ φρόνημα. Εἴ τις οὖν ταῦτα λέγοι, πρῶτον μὲν ἀγνοεῖ ὅτι τῶν σφόδρα δυσκόλων ἐστίν. Ἔπειτα ὅτι κἂν γένοιτο, οὐ μικρὰν ἔχει τὴν ζημίαν. Τὸ γὰρ ἀνάγκῃ καὶ δεδοικυῖαν καὶ μετὰ βίας ὑποτετάχθαι τῷ ἀνδρὶ τοῦ μετὰ πάσης ἐξουσίας ἐπιτάττειν αὐτῷ βαρύτερον ἔσται καὶ ἀηδέστερον. Τί δήποτε;

Ὅτι πᾶσαν ἐκβάλλει φιλίαν καὶ ἡδονὴν αὕτη ἡ βία· φιλίας δὲ οὐκ οὔσης οὐδὲ πόθου, ἀλλ᾽ ἀντὶ τούτων φόβου καὶ ἀνάγκης τίνος ὁ τοιοῦτος ἄξιος ἔσται γάμος λοιπόν;

Ὅτι ἀφόρητον κακὸν πλουσιώτερον ἄνδρα λαβεῖν. Καὶ ταῦτα μὲν ὅταν ἡ γυνὴ εὔπορος ᾖ. Εἰ δὲ συμβαίη ταύτην μὲν μηδὲν ἔχειν, τὸν δὲ ἄνδρα πλουτεῖν, θεράπαινα μὲν ἀντὶ γαμετῆς καὶ ἀντ᾽ ἐλευθέρας γίνεται δούλη, καὶ τὴν αὐτῇ προσήκουσαν παρρησίαν ἀπολέσασα, τῶν ἀργυρωνήτων οὐδὲν ἄμεινον διακείσεται, ἀλλὰ κἂν ἀσελγαίνειν κἂν παροινεῖν ἐκεῖνος ἐθέλῃ κἂν ἀγαγεῖν ἐπ᾽ αὐτὴν τὴν ἐκείνης εὐνὴν ἑταιριζομένων πλῆθος γυναικῶν, πάντα φέρειν ἀνάγκη καὶ ἀσμενίζειν ἢ τῆς οἰκίας ἐκπεσεῖν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν ἀλλ᾽ ὅτι τἀνδρὸς οὕτω διακειμένου οὔτε οἰκέταις οὔτε θεραπαινίσι μετ᾽ ἐλευθερίας ἐπιτάττειν δυνήσεται, ἀλλ᾽ ὥσπερ ἐν ἀλλοτρίοις ζῶσα καὶ τῶν οὐ προσηκόντων ἀπολαύουσα καὶ δεσπότῃ μᾶλλον ἢ ἀνδρὶ συνοικοῦσα οὕτω καὶ πράττειν καὶ πάσχειν ἅπαντα ἀναγκάζεται. Εἰ δὲ καὶ ἐξ ὁμοίων τις θέλοι γαμεῖν, πάλιν τῷ τῆς ὑποταγῆς νόμῳ τὰ τῆς ὁμοτιμίας λυμαίνεται, τοῦ τῆς οὐσίας μέτρου πείθοντος αὐτὴν ἐξισοῦσθαι τῷ ἀνδρί. Τί οὖν ἄν τις ποιήσειε τοσαύτης δυσκολίας πανταχοῦ οὔσης; Μὴ γάρ μοι, εἴ που σφόδρα ὀλίγοι καὶ εὐαρίθμητοι ταῦτα διέφυγον γάμοι, τούτους εἰς μέσον ἀγάγῃς· οὐ γὰρ ἀπὸ τῶν σπανιζόντων ἀλλ᾽ ἀπὸ τῶν ἀεὶ συμβαινόντων χαρακτηρίζειν τὰ πράγματα προσῆκεν.

Ὅτι πολλὰς ἔχει λύπης ἀνάγκας ἡ γαμηθεῖσα. Ἐπὶ μὲν γὰρ τῆς παρθενίας δύσκολον ταῦτα γενέσθαι, μᾶλλον δὲ ἀδύνατον, ἐπὶ δὲ τῶν γάμων δύσκολον μὴ γενέσθαι. Εἰ δὲ ἐπὶ τοῖς δοκοῦσιν εἶναι χρηστοῖς τοσαῦται τίκτονται ἀηδίαι καὶ συμφοραί, τί ἄν τις ἐπὶ τοῖς ὡμολογημένοις εἴποι λυπηροῖς; Οὐ γὰρ ὑπὲρ ἑνὸς δέδοικε θανάτου μόνον, καίτοι γε ἅπαξ μέλλουσα ἀποθανεῖσθαι, οὐδὲ ὑπὲρ μιᾶς φροντίζει ψυχῆς μίαν ἔχουσα μόνην, ἀλλὰ τρέμει μὲν ὑπὲρ ἀνδρός, τρέμει δὲ ὑπὲρ παίδων, τρέμει δὲ ὑπὲρ τῶν ἐκείνοις προσηκόντων γυναικῶν πάλιν καὶ παίδων, καὶ ὅσῳπερ ἂν εἰς πλειόνας ἐκτείνηται κλάδους ἡ ῥίζα, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν φροντίδων αὐτῇ, καὶ καθ᾽ ἕκαστον τούτων εἴτε ζημία χρημάτων εἴτε σώματος ἀρρωστία εἴτε ἕτερόν τι συμβαίη τῶν ἀβουλήτων, ἀνάγκη κόπτεσθαι καὶ θρηνεῖν τῶν πασχόντων οὐχ ἧττον αὐτῶν. Κἂν μὲν προαπέλθωσιν ἅπαντες ἀφόρητον τὸ πένθος, ἂν δὲ οἱ μὲν μένωσιν, οἱ δὲ ἀώροις ἀπενεχθῶσι θανάτοις, οὐδὲ οὕτως καθαρὰν εὕροι τις ἂν παραμυθίαν.

Ὁ γὰρ ὑπὲρ τῶν ζώντων ἀεὶ φόβος κατασείων τὴν ψυχὴν οὐκ ἐλάττων τῆς ἐπὶ τοῖς τετελευτηκόσι γίνεται λύπης ἀλλ᾽ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, χαλεπώτερος. Τὴν μὲν γὰρ ἐπὶ τοῖς κειμένοις ἀθυμίαν ὁ χρόνος ἐμάλαξε, τὰς δὲ ὑπὲρ τῶν ζώντων φροντίδας ἢ μένειν ἀνάγκη διὰ παντὸς ἢ θανάτῳ παύσασθαι μόνῳ. Εἰ δὲ τοῖς οἰκείοις οὐκ ἀρκοῦμεν πάθεσι, ποῖον βιωσόμεθα βίον τὰς ἑτέρων πενθεῖν ἀναγκαζόμενοι συμφοράς; Πολλαὶ πολλάκις ἐγένοντο γονέων λαμπρῶν, ἀνετράφησαν μετὰ πολλῆς τῆς τρυφῆς, ἐξεδόθησάν τινι τῶν μεγάλα δυναμένων ἀνδρῶν, εἶτα ἐξαίφνης πρὶν ἐπὶ τούτοις μακαρισθῆναι, κινδύνου τινὸς καθάπερ καταιγίδος ἢ πνεύματος προσπεσόντος, κατέδυσαν καὶ αὗται καὶ τῶν τοῦ ναυαγίου συμμετέσχον δεινῶν καὶ μυρίων πρὸ τοῦ γάμου καλῶν ἀπολαύουσαι πρὸς τὴν ἐσχάτην ἀπὸ τοῦ γάμου κατέπεσον συμφοράν. Ἀλλ᾽ οὐδὲ ταῦτα, φησί, πᾶσιν οὐδὲ ἀεὶ συμπίπτειν εἴωθεν. Ἀλλ᾽ οὐδὲ πάντων κεχώρισται—καὶ γὰρ κἀγὼ τὸ αὐτὸ πάλιν ἐρῶ—, ὅτι τοῖς μὲν τοιαῦτα καὶ διὰ τῆς πείρας ἐπῆλθεν, ὅσοι δὲ τὴν πεῖραν διέφυγον, τούτους διὰ τῆς προσδοκίας ἠνίασε. Παρθένος δὲ πᾶσα καὶ τῆς πείρας καὶ τῆς προσδοκίας ἕστηκεν ἀνωτέρω.

Περὶ τῶν παντὶ γάμῳ προσόντων λυπηρῶν. Πλὴν ἀλλ᾽ εἰ δοκεῖ ἐκεῖνα ἀφέντες, ἃ συγκεκλήρωται φύσει τῷ γάμῳ καὶ ἅπερ οὐδεὶς ἂν οὔτε ἑκὼν οὔτε ἄκων διαφύγοι, ταῦτα ἐπισκεψώμεθα νῦν. Τίνα οὖν ἐστι ταῦτα; Ὠδῖνες καὶ τόκοι καὶ παιδία. Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν καὶ τὰ πρὸ τοῦ γάμου καταμάθωμεν ὡς δυνατόν.

Μετὰ ἀκριβείας γὰρ οἱ παθόντες ἴσασι μόνοι. Ἐπέστη τῆς μνηστείας ὁ καιρός, καὶ φροντίδες εὐθέως ἐπάλληλοι καὶ ποικίλαι, τίνα ἄρα λήψεται ἄνδρα μὴ δυσγενῆ, μὴ τῶν ἀτίμων τινά, μὴ αὐθάδη, μὴ ἀπατεῶνα, μὴ ἀλαζόνα, μὴ θρασύν, μὴ ζηλότυπον, μὴ σμικρολόγον τινά, μὴ εὐήθη, μὴ πονηρόν, μὴ σκληρόν, μὴ ἄνανδρον. Ταῦτα γὰρ ἅπαντα συμβαίνειν μὲν οὐκ ἀνάγκη ταῖς γαμουμέναις ἁπάσαις, μεριμνᾶν δὲ ἀνάγκη καὶ φροντίζειν ἅπαντα. Οὔπω γὰρ ὄντος τοῦ κληρωθησομένου δήλου ἀλλ᾽ ἔτι τῆς ἐλπίδος μετεώρου μενούσης πάντα ἡ ψυχὴ δέδοικε καὶ τρέμει καὶ οὐδέν ἐστιν ὅπερ οὐ λογίζεται τούτων.

Εἰ δὲ λέγοι τις ὅτι καὶ τὰ ἐναντία προσδοκῶσα εὐφραίνεσθαι δύναιτ᾽ ἄν, εὖ ἴστω ὅτι οὐχ οὕτως ἡμᾶς αἱ τῶν ἀγαθῶν ἐλπίδες παραμυθοῦνται, ὡς αἱ τῶν πονηρῶν προσδοκίαι λυποῦσι. Τὰ μὲν γὰρ ἀγαθὰ ὅταν ἐλπισθῇ βεβαίως, τότε μόνον τίκτει τὴν ἡδονήν, τὰ κακὰ δὲ κἂν ὑποπτευθῇ μόνον, εὐθέως συνέχεε καὶ συνετάραξε τὴν ψυχήν.

Ὥσπερ δὲ ἐπὶ τῶν ἀνδραπόδων ἡ τῶν ἐσομένων ἀδηλία δεσποτῶν οὐκ ἀφίησιν ἠρεμῆσαι τὴν ἐκείνων ψυχήν, οὕτως καὶ ἐπὶ τῶν παρθένων πάντα τὸν ἀπὸ τῆς μνηστείας καιρὸν χειμαζομένῳ πλοίῳ προσέοικεν αὐτῶν ἡ ψυχή, καθ᾽ ἑκάστην ἡμέραν τῶν γονέων τοὺς μὲν ἐγκρινόντων, τοὺς δὲ ἐκβαλλόντων.

Τὸν γὰρ νικήσαντα χθὲς τῶν μνηστήρων σήμερον παρευδοκίμησεν ἕτερος καὶ τοῦτον πάλιν ἐξέβαλεν ἄλλος. Ἔστι δὲ ὅτε καὶ πρὸς αὐταῖς τοῦ γάμου ταῖς θύραις ὁ μὲν προσδοκηθεὶς νυμφίος κεναῖς ἀπήλλακται χερσί, τῷ δὲ μὴ ἐλπισθέντι τὴν κόρην παρέδωκαν οἱ γονεῖς. Οὐ γυναῖκες δὲ μόνον ἀλλὰ καὶ ἄνδρες χαλεπὰς ἔχουσι τὰς φροντίδας. Τούτους μὲν γὰρ καὶ πολυπραγμονεῖν ἔνεστι, τὴν δὲ ἔνδον συγκεκλεισμένην διὰ παντὸς πῶς ἄν τις περιεργάσαιτο ἢ τρόπων ἕνεκεν ἢ μορφῆς;

Καὶ ταῦτα μὲν κατὰ τὸν τῆς μνηστείας καιρόν, ὅταν δὲ ὁ τοῦ γάμου παραγένηται, ἐπιδίδωσιν ἡ ἀγωνία καὶ τῆς ἡδονῆς πλείων ὁ φόβος, μήποτε ἀπ᾽ αὐτῆς τῆς ἑσπέρας ἀηδής τις εἶναι δόξῃ καὶ τῆς προσδοκίας πολλῷ καταδεεστέρα. Τὸ μὲν γὰρ παρὰ τὴν ἀρχὴν εὐδοκιμήσασαν ὕστερον καταφρονηθῆναι φορητόν· ὅταν δὲ ἀπ᾽ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς φαίνηται προσκορής, πότε δυνήσεται θαυμασθῆναι λοιπόν;

Καὶ μή μοι τοῦτο εἴπῃς· τί δαὶ ἂν εὔμορφος οὖσα τύχῃ; Οὐδὲ γὰρ οὕτω ταύτης ἀπήλλακται τῆς φροντίδος. Πολλαὶ γοῦν διαλάμψασαι σφόδρα κατὰ τὴν τοῦ σώματος ὥραν οὐκ ἴσχυσαν ἄνδρας ἑλεῖν τοὺς αὑτῶν, ἀλλὰ ἀφέντες αὐτὰς ἐκεῖνοι ταῖς σφόδρα λειπομέναις αὐτῶν ἐξέδωκαν ἑαυτούς. Καὶ ταύτης δὲ τῆς φροντίδος λυθείσης ἑτέρα πάλιν ἐπεισέρχεται· τὰς γὰρ ἀηδίας τὰς ἐν τῇ τῆς προικὸς καταβολῇ ὅ τε κηδεστὴς οὐ μετὰ προθυμίας ἀποδιδούς, ἅτε προῖκα κατατιθείς, ὅ τε νυμφίος πάντα μὲν ἀπολαβεῖν σπεύδων, τὴν δὲ εἴσπραξιν μετὰ αἰδοῦς ποιεῖσθαι ἀναγκαζόμενος, ἥ τε γυνὴ ἐν τῇ τῆς ἐκτίσεως ἀναβολῇ αἰσχυνομένη καὶ ἐρυθριῶσα τὸν ἄνδρα παντὸς μᾶλλον ἀγνώμονος ὀφειλέτου τυχοῦσα πατρός— παρίημι νῦν.

Ἀλλὰ γὰρ ἐκείνης τῆς φροντίδος λυθείσης ὁ τῆς ἀπαιδίας εὐθέως ἐπεισέρχεται φόβος καὶ πρὸς τούτῳ πάλιν ἡ τῆς πολυπαιδίας φροντὶς καὶ οὐδενὸς ὄντος τούτων οὐδέπω φανεροῦ ταῖς ἀμφοτέρων ἐξ ἀρχῆς ταράττονται φροντίσι.

Κἂν μὲν εὐθέως κυήσῃ, μετὰ φόβου πάλιν ἡ χαρά· οὐδὲν γὰρ τῶν ἐν τῷ γάμῳ φόβου χωρίς. Ὁ δὲ φόβος, μήποτε γενομένης ἀμβλώσεως διαφθαρῇ μὲν τὸ συλληφθέν, κινδυνεύσει δὲ περὶ τῶν ἐσχάτων ἡ κύουσα. Ἂν δὲ πολὺς μεταξὺ γένηται χρόνος, ἀπαρρησίαστος ἡ γυνὴ ὥσπερ αὐτὴ κυρία οὖσα τοῦ τεκεῖν. Ὅταν δὲ ὁ τοῦ τόκου καιρὸς ἐπιστῇ διακόπτουσι μὲν καὶ διασπῶσι τὴν ἐπὶ τοσούτῳ χρόνῳ πονηθεῖσαν νηδὺν ὠδῖνες, αἳ καὶ μόναι ἱκαναὶ πάντα συσκιάσαι τὰ τοῦ γάμου χρηστά. Θορυβοῦσι δὲ αὐτὴν καὶ ἄλλαι μετὰ τούτων φροντίδες. Ἡ γὰρ ἀθλία καὶ ταλαίπωρος κόρη καίτοι οὕτω σφοδρῶς ὑπὸ τῶν ἀλγηδόνων ἐκείνων κατατεινομένη, δέδοικε τούτων οὐχ ἧττον, μήποτε λελωβημένον καὶ ἀνάπηρον ἀντὶ ἀρτίου καὶ ὑγιοῦς προέλθῃ, μήποτε ἀντὶ ἄρρενος θῆλυ.

Καὶ γὰρ καὶ αὕτη οὐχ ἧττον αὐτὰς τῶν ὠδίνων ἡ ἀγωνία θορυβεῖ τότε· οὐδὲ γὰρ ἐν οἷς εἰσιν ὑπεύθυνοι μόνον ἀλλὰ καὶ ὧν τῆς αἰτίας ἀφίενται κἀν τούτοις δεδοίκασι τοὺς ἄνδρας οὐκ ἔλαττον ἢ ἐν ἐκείνοις, καὶ τὴν ἰδίαν ἀσφάλειαν ἀφεῖσαι σκοπεῖν ἐν τοσούτῳ κινδύνῳ, μεριμνῶσι μή τι τἀνδρὶ τῶν ἀβουλήτων γένηται. Τοῦ δὲ παιδίου πεσόντος εἰς τὴν γῆν καὶ πρώτην ἀφέντος φωνὴν ἕτεραι πάλιν διαδέχονται φροντίδες, ὑπὲρ τῆς σωτηρίας καὶ τῆς ἀνατροφῆς.

Κἂν μὲν εὐφυὲς ὂν τύχῃ καὶ πρὸς ἀρετὴν ἐπιτήδειον, πάλιν ἐν φόβοις οἱ τεκόντες μή τι πάθῃ δεινὸν τὸ τεχθέν, μὴ θάνατον ἄωρον ὑποστῇ, μὴ μεταβάλῃ πρὸς κακίαν τινά. Οὐδὲ γὰρ ἐκ πονηρῶν χρηστοὶ γίνονται μόνον, ἀλλὰ καὶ ἀπὸ σπουδαίων φαῦλοι καὶ πονηροί. Κἂν μὲν τούτων τι γένηται τῶν ἀπευκτῶν, ἀφορητοτέραν ἔχει τὴν λύπην ἢ εἰ παρὰ τὴν ἀρχὴν ταῦτα συνέπεσεν. Ἐὰν δὲ ἅπαντα μένῃ τὰ χρηστὰ βέβαια, ὁ γοῦν ἀπὸ τῆς μεταβολῆς ἀεὶ πάρεστιν αὐτοῖς φόβος κατασείων τὴν ψυχὴν τῶν τεκόντων καὶ πολὺ τῆς ἡδονῆς ὑποτεμνόμενος μέρος. Ἀλλ᾽ οὐ πᾶσι τοῖς γεγαμηκόσι παῖδας ἔχειν συμβαίνει. Οὔκουν ἑτέραν ὁμολογεῖς πάλιν ἀθυμίας ὑπόθεσιν; Ὅταν οὖν καὶ παίδων ὄντων καὶ οὐκ ὄντων καὶ χρηστῶν γενομένων καὶ πονηρῶν διαφόροις συνέχωνται λύπαις καὶ φροντίσι, πόθεν λοιπὸν ἡδίστην καλέσομεν τὴν ἐν τῷ γάμῳ ζωήν;

Πάλιν ἂν μὲν ὁμονοοῦντες οἱ συνοικοῦντες διατελῶσι, φόβος μὴ θάνατος ἐμπεσὼν διακόψῃ τὴν ἡδονήν, μᾶλλον δὲ οὐκέτι φόβος τοῦτο μόνον, οὐδὲ μέχρι προσδοκίας τὸ δεινὸν ἀλλὰ καὶ εἰς ἔργον αὐτὸ προελθεῖν πάντως ἀνάγκη. Οὐδεὶς γὰρ ἔσχεν ἐπιδεῖξαί ποτε ἐν ἡμέρᾳ μιᾷ ἀμφοτέρους τελευτήσαντας· τούτου δὲ οὐκ ὄντος δυνάτου τὸ λειπόμενον ἀνάγκη πολὺ τοῦ θανάτου χαλεπωτέραν ὑπομένειν ζωήν, ἄν τε πολὺν τύχῃ συνῳκηκὼς χρόνον ἄν τε ὀλίγον. Ἐκεῖνος μὲν γὰρ ὅσῳ πλείονα τὴν πεῖραν ἔλαβε, τοσούτῳ μείζονα ἔχει τὴν ὁδύνην τῆς πολλῆς συνηθείας ἀφόρητον ποιούσης τὸν χωρισμόν. Ὁ δὲ πρὶν ἢ γεύσασθαι καὶ ἐμπλησθῆναι τῆς φιλίας, ἀκμαζούσης ἔτι τῆς ἐπιθυμίας, αὐτὴν ἀφαιρεθεὶς αὐτὸ τοῦτο μᾶλλον ἐκείνου πενθεῖ, καὶ ἐξ ὑποθέσεων ἐναντίων ἴσοις ἀμφότεροι συνέχονται τοῖς λυπηροῖς. Τί δὲ χρὴ λέγειν τοὺς ἐν τῷ μεταξὺ γινομένους χωρισμούς, τὰς μακρὰς ἀποδημίας, τὰς συνεζευγμένας αὐτοῖς ἀγωνίας, τὰς νόσους; Καὶ τί τοῦτο πρὸς τὸν γάμον; φησί. Μάλιστα μὲν καὶ ἀπὸ τῆς αἰτίας τῆς τούτου πολλαὶ πολλάκις ἠρρώστησαν. Καὶ γὰρ ὑβρισθεῖσαι καὶ ὀργισθεῖσαι τότε μὲν ὑπὸ τοῦ θυμοῦ, τότε δὲ ὑπὸ τῆς ἀθυμίας πολλοὺς ἔτεκον πυρετούς. Ἐὰν δὲ καὶ παρόντος μηδὲν πάθωσι τοιοῦτον ἀλλὰ προσηνοῦς ἀπολαύσωσι διὰ παντός, ὑπὸ τῆς ἀποδημίας εἰς ταῦτα πάλιν περιίστανται τὰ κακά.

Πλὴν ἀλλὰ ταῦτα πάντα παρείσθω καὶ μηδὲν ἐγκαλῶμεν τῷ γάμῳ, ἀλλ᾽ οὐχὶ μετὰ τούτων κἀκείνης αὐτὸν ἀπαλλάξαι δυνησόμεθα τῆς αἰτίας.

Ποίας δὴ ταύτης; Ὅτι τὸν ὑγιαίνοντα οὐδὲν ἀφίησιν ἄμεινον τοῦ κάμνοντος διακεῖσθαι ἀλλ᾽ εἰς τὴν αὐτὴν τῷ κειμένῳ καθίστησιν ἀθυμίαν.

Ὅτι οὐδὲν μέγα ὁ γάμος κἂν πάντα διαφύγῃ τὰ λυπηρά. Βούλει καὶ ταῦτα πάντα ἐκβαλόντες θῶμεν τῷ λόγῳ τὰ ἀδύνατα καὶ συγχωρήσωμεν γενέσθαι γάμον πάντα ὅμου ἔχοντα τὰ ἀγαθά, πολυπαιδίαν, εὐπαιδίαν, πλοῦτον, γυναικὸς σωφροσύνην, κάλλος, σύνεσιν, ὁμόνοιαν, γῆρας μακρόν; Προσέστω καὶ γένους περιφάνεια καὶ δυναστείας μέγεθος καὶ μηδὲ τὸ κοινὸν τοῦτο τῆς φύσεως ὀχλείτω πάθος ὁ φόβος τῆς τούτων μεταβολῆς, ἀλλ᾽ ἐξαιρείσθω πᾶσα μὲν ἀθυμίας ὑπόθεσις, πᾶσα δὲ φροντίδος καὶ μερίμνης ἀφορμὴ καὶ μήτε ἄλλη τις αἰτία μήτε θάνατος ἄωρος διαζευγνύτω τὸν γάμον, ἀλλὰ καὶ τοῦτον ἐν μιᾷ πάντες δεχέσθωσαν ἡμέρᾳ ἢ ὃ τούτων πολλῷ μακαριώτερον εἶναι δοκεῖ, μενέτωσαν μὲν οἱ παῖδες κληρονόμοι, τοὺς δὲ γονεῖς ἀμφοτέρους ὁμοῦ προπεμπέτωσαν μετὰ γῆρας μακρόν. Καὶ τί τὸ πέρας; Ποῖον τὸ κέρδος ἐκ ταύτης τῆς πολλῆς ἡδονῆς ἔχοντες ἀπελεύσονται ἐκεῖ; Τὸ γὰρ πολλοὺς παῖδας καταλιπεῖν καὶ καλῆς ἀπολαῦσαι γυναικὸς μετὰ τρυφῆς καὶ τῶν ἄλλων ἁπάντων ὧν ἄρτι διῆλθον καὶ εἰς γῆρας ἐλάσαι μακρόν, τί πρὸς τὸ δικαστήριον ἡμᾶς ὠφελῆσαι δυνήδεται ἐκεῖνο ἐν τοῖς αἰωνίοις πράγμασι καὶ ἀληθινοῖς;

Οὐδέν. Οὔκουν σκιὰ ταῦτα καὶ ὄναρ; Ὅταν γὰρ ἐν τοῖς ἐκεῖ ληψομένοις ἡμᾶς αἰῶσι καὶ πέρας οὐκ ἔχουσι μηδὲν ἀπὸ τούτων δυνηθῶμεν κερδᾶναι μήτε παραμυθίας ἀπολαῦσαί τινος, ἐν ἴσῳ τοῖς οὐ μετασχοῦσι τὸν μετασχόντα θετέον.

Οὐδὲ γὰρ εἴ τις ἐν χιλίοις ἔτεσι μίαν νύκτα μόνην εἶδεν ὄναρ χρηστόν, πλέον ἔχειν τι τοῦτον φήσομεν τοῦ μὴ ταύτης ἀπολελαυκότος τῆς ὄψεως. Καίτοι γε οὐδὲ ὅσον ἐβουλόμην εἶπον. Οὐδὲ γὰρ ὅσον τὰ ὀνείρατα ἀπολείπεται τῆς ἀληθείας, τοσοῦτον τὰ ἐνταῦθα ἀφέστηκε τῶν ἐκεῖ ἀλλ᾽ ἔτι μᾶλλον. Οὐδὲ ὅπερ ἐστὶν ἐν ἔτεσι χιλίοις μία νὺξ τοσοῦτον ὁ παρὼν αἰὼν πρὸς τὸν μέλλοντα, ἀλλὰ κἀν τούτῳ πολλῷ πλέον πάλιν τὸ μέσον. Ἀλλ᾽ οὐ τὰ τῆς παρθένου τοιαῦτα, ἀλλὰ πολλὴν ἄπεισιν ἐντεῦθεν ἔχουσα τὴν ἐμπορίαν· μᾶλλον δὲ τὸν λόγον ἄνωθεν ἐξετάσωμεν.