Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Το αληθινό κάλλος, η πνευματική ανεξαρτησία και η ελευθερία της παρθένου

Η παρθενία προβάλλεται ως υπέρβαση της ματαιοδοξίας και της εξάρτησης από τα υλικά αγαθά, παρέχοντας πνευματική ευταξία, αταραξία και ελευθερία από τους κοινωνικούς περιορισμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 10

Ὅτι εὔκολον ἡ παρθενία. Οὐκ ἀναγκάζεται πολυπραγμονεῖν τὸν νυμφίον οὐδὲ μή τινα ἀπάτην ὑπομείνῃ δέδοικεν. Θεὸς γάρ ἐστιν οὐκ ἄνθρωπος, δεσπότης οὐχ ὁμόδουλος. Καὶ τῶν μὲν νυμφίων τὸ μέσον τοσοῦτον· σκόπει δὲ καὶ ἐπὶ τίσιν ἁρμόζονται. Οὐ γὰρ ἀνδράποδα οὐδὲ γῆς πλέθρα οὐδὲ τόσα καὶ τόσα χρυσίου τάλαντα, ἀλλ᾽ οὐρανοὶ καὶ τὰ ἐν οὐρανοῖς ἀγαθὰ τὰ ἕδνα ταύτης τῆς νύμφης ἐστί. Πρὸς τούτοις ἡ μὲν γεγαμηκυῖα φρίττει τὸν θάνατον τῶν τε ἄλλων ἕνεκεν καὶ ὅτι τοῦ συνοικοῦντος αὐτὴν διαζεύγνυσιν. Ἡ δὲ παρθένος καὶ ποθεῖ τὴν τελευτὴν καὶ βαρύνεται τῇ ζωῇ, σπεύδουσα τὸν νυμφίον ἰδεῖν πρόσωπον πρὸς πρόσωπον καὶ τῆς δόξης ἀπολαῦσαι ἐκείνης.

Ὅτι ἡ παρθενία οὐδενὸς δεῖται τῶν οὐκ ἐφ᾽ ἡμῖν. Οὔτε δὲ τὸ πενίᾳ συζῆν καθάπερ ἐπὶ τοῦ γάμου παραβλάψαι δύναιτ᾽ ἂν αὐτὴν ἀλλὰ καὶ μᾶλλον ποθεινοτέραν τῷ νυμφίῳ τὴν ἑκοῦσαν τοῦτο ὑπομένουσαν ποιεῖ οὔτε τὸ ἐκ ταπεινῶν γεγονέναι οὔτε τὸ μὴ διαλάμπειν τὴν τοῦ σώματος ὥραν οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τί λέγω ταῦτα;

Κἂν γὰρ μηδὲ ἐλευθέρα οὖσα τύχῃ, οὐδὲ τοῦτο αὐτῆς λυμαίνεται τὴν μνηστείαν, ἀλλὰ ἀρκεῖ ψυχὴν ἐπιδείξασθαι καλὴν καὶ τῶν πρωτείων τυχεῖν. Οὐκ ἔστιν ἐκεῖ φοβηθῆναι ζηλοτυπίαν, οὐκ ἔστιν ἀλγῆσαι διαφθονουμένην ἑτέρᾳ γυναικὶ ὡς λαμπροτέρῳ συνεζευγμένῃ ἀνδρί. Οὐ γάρ ἐστιν ὅμοιος αὐτῷ οὐδὲ ἴσος οὐδεὶς ἀλλ᾽ οὐδὲ κατὰ μικρὸν ἐγγύς· ἐν δὲ τῷ γάμῳ κἂν τῶν σφόδρα πλουτούντων καὶ μεγάλα δυναμένων ἔχῃ τις ἄνδρα, ἀλλ᾽ ὅμως δύναιτ᾽ ἂν ἑτέραν εὑρεῖν πολλῷ μείζονα ἔχουσαν. Οὐχ ὡς ἔτυχε δὲ ἐλαττοῖ τὴν ἐκ τῆς τῶν ἡττόνων ὑπεροχῆς ἡδονὴν ἡ τῶν μειζόνων ὑπερβολή, ἀλλ᾽ ἡ πολλὴ τρυφὴ τῶν χρυσίων καὶ τῶν ἱματίων καὶ τῆς τραπέζης καὶ τῆς ἄλλης ἀδείας ἱκανὴ δελείσαι ψυχὴν καὶ ἐφελκύσασθαι· καὶ πόσαι τούτων ἀπολαύουσι γυναῖκες; Τὸ γὰρ πλεῖστον τῶν ἀνθρώπων μέρος πενίαις συζῇ καὶ ταλαιπωρίαις καὶ πόνοις. Εἰ δέ τινες εἶεν αἱ τούτων μετέχουσαι, σφόδρα μὲν ὀλίγαι καὶ εὐαρίθμητοι καὶ αὗται δὲ παρὰ τὸ τῷ θεῷ δοκοῦν· οὐδενὶ γὰρ ἐφίεται ἐν τούτοις τρυφᾶν ὡς καὶ ἀπεδείξαμεν ἐν τοῖς πρόσθεν λόγοις.

Ὅτι τὸ χρυσοφορεῖν μείζονα τῆς ἡδονῆς ἔχει τὸν φόβον. Πλὴν ἀλλὰ θῶμεν πάλιν τῷ λόγῳ καὶ ταύτην συγχωρεῖσθαι τὴν τρυφὴν καὶ μήτε τὸν προφήτην μήτε Παῦλον ἀποφήνασθαι πρὸς τὰς χλιδώσας τῶν γυναικῶν. Τί τὸ ὄφελος τῶν πολλῶν χρυσίων; Ἕτερον μὲν οὐδέν, βασκανία δὲ καὶ φροντὶς καὶ φόβος οὐχ ὁ τυχών. Οὐ γὰρ μόνον ὅταν εἰς τὸ κιβώτιον αὐτὰ ἀποθῶνται οὐδὲ νυκτὸς καταλαβούσης μόνον ταράττονται ταῖς φροντίσιν, ἀλλὰ καὶ ὅταν αὐτὰ περικέωνται, καὶ ὅταν ἡμέρα ᾖ τὴν αὐτὴν ὑπομένουσι μέριμναν, μᾶλλον δὲ καὶ χαλεπωτέραν. Καὶ γὰρ ἐν βαλανείοις καὶ ἐκκλησίαις παραγίνονται αἱ τὰ τοιαῦτα κακουργοῦσαι γυναῖκες. Κἀκείνων δὲ πολλάκις χωρὶς ὑπὸ τοῦ πλήθους ὠθούμεναι καὶ πιεζόμεναι αἱ χρυσοφοροῦσαι οὐδὲ αἰσθάνονται ἐκπεσόντος αὐταῖς τῶν χρυσίων τινός. Οὕτω γοῦν πολλαὶ οὐ ταῦτα μόνον ἀλλὰ πολλῷ τούτων ἔτι τιμιώτερα περιδέραια ἀπὸ τιμίων συγκείμενα λίθων διασπασθέντα καὶ ἐκπεσόντα ἀπώλεσαν.

Πλὴν ἀλλὰ μηδὲ οὗτος ἔστω ὁ φόβος ἀλλὰ καὶ αὕτη ἐξῃρήσθω ἡ φροντίς.

Ὅτι τὸ χρυσοφορεῖν καὶ τῷ κάλλει λυμαίνεται καὶ τὴν ἀμορφίαν ἐπιτείνει. Εἶδεν ἕτερος, φησί, καὶ ἐθαύμασεν. Ἀλλὰ οὐ τὴν περικειμένην ἀλλὰ τὰ περικείμενα, ἐκείνην δὲ διὰ ταῦτα καὶ ἐκάκισε πολλάκις ὥσπερ παρὰ τὴν ἀξίαν κοσμουμένην αὐτοῖς. Ἂν μὲν γὰρ εὔμορφος ᾖ, λυμαίνεται τῷ κάλλει τῆς φύσεως. Ὁ πολὺς γὰρ κόσμος ἐκεῖνος οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι γυμνόν, τὸ πλεῖστον αὐτοῦ μέρος ἀποφερόμενος· ἐὰν δὲ ἄμορφος ᾖ καὶ δυσειδής, ἀτερπεστέραν ἀπέδειξεν οὕτω μᾶλλον αὐτήν. Ἡ γὰρ ἀμορφία πανταχοῦ καθ᾽ ἑαυτὴν μὲν φαινομένη ὅσον ἐστὶ φαίνεται μόνον· ὅταν δὲ αὐτῇ παραβάλληται λίθων λαμπρότης καὶ ἑτέρας τινὸς ὕλης κάλλος, ἐπιτείνεται εἰς δυσείδειαν μειζόνως. Τό τε γὰρ τοῦ σώματος μέλαν πολλῷ μελάντερον δείκνυσιν ἐπικείμενον τοῦ μαργαρίτου τὸ φῶς καὶ ὥσπερ ἐν σκότῳ στίλβον, τό τε τοῦ προσώπου δυσδιάπλαστον τὰ τῶν ἱματίων ἄνθη πολὺ κάκιον ἀποφαίνει οὐκ ἀφιέντα καθ᾽ ἑαυτὸν ἀγωνίζεσθαι τὸν τῆς ὄψεως τύπον παρὰ τοῖς θεαταῖς, ἀλλὰ πρὸς τὸ χειροποίητον ἐκεῖνο καὶ ἀμήχανον κάλλος ὅθεν μείζων ἡ ἧττα γίνεται.

Ὁ γὰρ διεσπαρμένος ἐν τοῖς ἱματίοις χρυσὸς καὶ ἡ πολλὴ τῶν τὰ τοιαῦτα ἐργαζομένων ποικιλία καὶ ὁ λοιπὸς κόσμος ἅπας καθάπερ τις ἀθλητὴς γενναῖος εὐεκτῶν καὶ σφριγῶν ψωραλέον τινὰ καὶ αἰσχρὸν καὶ λιμώττοντα παρωσάμενος ἀνταγωνιστήν, οὕτω τὴν τοῦ προσώπου δόξαν τῆς περικειμένης καταβαλὼν πρὸς ἑαυτὸν ἐπισπᾶται τοὺς θεατάς, ἐκείνην μὲν καταγελᾶσθαι μειζόνως, αὐτὸν δὲ μεθ᾽ ὑπερβολῆς θαυμάζεσθαι παρασκευάζων.

Τίς ὁ κόσμος τῆς παρθενίας καὶ τί τὸ κάλλος. Ἀλλ᾽ οὐχ ὁ τῆς παρθενίας κόσμος τοιοῦτος. Οὐ γὰρ λυμαίνεται τῇ περικειμένῃ ἐπειδὴ μηδ᾽ ἐστὶ σωματικὸς ἀλλὰ τῆς ψυχῆς ὅλος. Καὶ διὰ τοῦτο ἄν τε δυσειδὴς ᾖ, μετέβαλε τὴν δυσείδειαν εὐθέως κάλλος περιθεῖσα ἀμήχανον, ἄν τε ὡραία καὶ φαιδρά, λαμπροτέραν εἰργάσατο. Οὐ γὰρ λίθοι καὶ χρυσὸς οὐδὲ ἱματίων πολυτέλεια οὐδὲ χρωμάτων πολυτελῆ ἄνθη διάφορα οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν τῶν φθαρτῶν ἐκείνων κοσμεῖ τὰς ψυχὰς ἀλλ᾽ ἀντὶ τούτων νηστεῖαι, παννυχίδες ἱεραί, πραότης, ἐπιείκεια, πενία, ἀνδρεία, ταπεινοφροσύνη, καρτερία—πάντων ἁπλῶς τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ὑπεροψία.

Καὶ γὰρ ὀφθαλμὸς αὐτῇ οὕτω μὲν καλὸς καὶ εὐπρεπὴς ὡς ἀντὶ ἀνθρώπων τὰς ἀσωμάτους δυνάμεις καὶ τὸν τούτων δεσπότην ἔχειν ἐραστήν. Οὕτω δὲ καθαρὸς καὶ διειδὴς ὡς ἀντὶ τῶν σωματικῶν τὰ ἀσώματα κάλλη δύνασθαι καθορᾶν, οὕτω δὲ ἥμερος καὶ γαληνὸς ὡς μηδὲ πρὸς τοὺς ἀδικοῦντας καὶ συνεχῶς λυποῦντας ἀγριαίνειν καὶ διανίστασθαι ἀλλὰ καὶ πρὸς τούτους ἡδὺ καὶ μειλίχιον ἐνορᾶν. Κοσμιότης δὲ αὐτῇ τοσαύτη περίκειται ὡς καὶ τοὺς ἀκολάστους αἰσχύνεσθαι καὶ ἐρυθριᾶν καὶ τῆς οἰκείας ἐνδιδόναι μανίας ὅταν πρὸς αὐτὴν ἴδωσιν ἀκριβῶς. Ὥσπερ δὲ γυναικὶ κοσμίᾳ τὴν διακονουμένην θεράπαιναν καὶ αὐτὴν εἶναι τοιαύτην ἀνάγκη κἂν μὴ βούληται, οὕτω καὶ τὴν σάρκα τῆς οὕτω φιλοσοφούσης ψυχῆς πρὸς τὰ ἐκείνης κινήματα καὶ τὰς οἰκείας ἀνάγκη ῥυθμίζειν ὁρμάς.

Καὶ γὰρ ὀφθαλμὸς καὶ γλῶττα καὶ σχῆμα καὶ βάδισις καὶ πάντα ἁπλῶς πρὸς τὴν ἔνδον εὐταξίαν χαρακτηρίζεται· καὶ καθάπερ μύρον βαρύτιμον κἂν εἰς ἄγγος ἀποκλείηται τὸν ἀέρα τῆς οἰκείας ἀναχρῶσαν εὐωδίας, οὐ τοὺς ἔνδον καὶ πλησίον ἑστῶτας μόνον ἀλλὰ καὶ τοὺς ἔξω πάντας ἐμπίπλησι τῆς ἡδονῆς, οὕτω καὶ ἡ τῆς παρθενικῆς ψυχῆς εὐωδία ταῖς αἰσθήσεσι περιρρέουσα ἐνδείκνυται τὴν ἔνδον ἀποκειμένην ἀρετήν, καὶ τὰς χρυσᾶς τῆς εὐκοσμίας ἐπιβάλλουσα πᾶσιν ἡνίας ἐν πολλῇ τῶν ἵππων ἕκαστον εὐρυθμίᾳ διατηρεῖ, καὶ οὔτε τὴν γλῶτταν ἀφίησιν ἀπηχές τι καὶ ἀνάρμοστον φθέγξασθαι οὔτε τὸν ὀφθαλμὸν μόνον ἀναισχύντως καὶ ὑπόπτως ἐνιδεῖν οὔτε τὴν ἀκοὴν δέξασθαί τι τῶν οὐ προσηκόντων μελῶν. Καὶ ποδῶν δὲ αὐτῇ μέλει ὥστε μὴ ἄτακτα βαδίζειν καὶ διατεθρυμμένα ἀλλ᾽ ἄπλαστόν τινα καὶ ἀνεπιτήδευτον ἔχειν τὴν βάδισιν. Καὶ τὸν ἀπὸ τῶν ἱματίων δὲ καλλωπισμὸν περικόψασα καὶ τῷ προσώπῳ παραινεῖ συνεχῶς μὴ διαχεῖσθαι τῷ γέλωτι ἀλλὰ μηδὲ ἠρέμα μειδιᾶν ἀλλ᾽ ἐπισκύνιον αἰδέσιμον ἀεὶ καὶ αὐστηρὸν ἐπιδείκνυσθαι καὶ πρὸς δάκρυα παρεσκευάσθαι διὰ παντός, πρὸς γέλωτα δὲ μηδέποτε.

Ὅτι ἃ διὰ τὸν Χριστὸν πασχόμενα, κἂν ἀνιαρὰ ᾖ, ἡδονὴν ἔχει. Ὅταν δὲ δακρύων ἀκούσῃς μηδὲν ὑποπτεύσῃς σκυθρωπόν. Τοσαύτην γὰρ ἔχει τὰ δάκρυα ἐκεῖνα τὴν ἡδονὴν ὅσην οὐδὲ ὁ γέλως τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς, ἄκουσον τοῦ Λουκᾶ λέγοντος ὅτι «Μαστιχθέντες οἱ ἀπόστολοι ἀνεχώρουν ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες»· καίτοι γε οὐ τοιαύτη τῶν μαστίγων ἡ φύσις· οὐ γὰρ ἡδονὴν καὶ χαρὰν ἀλλ᾽ ὀδύνην καὶ κόπον ἐργάζεσθαι εἴωθεν. Ἀλλ᾽ ἡ μὲν τῶν μαστίγων φύσις οὐ τοιαύτη, ἡ δὲ εἰς τὸν Χριστὸν πίστις τοιαύτη ὡς καὶ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων κρατεῖν.

Εἰ δὲ μάστιγες ἡδονὴν ἔτεκον διὰ τὸν Χριστόν, τί θαυμάζεις εἰ καὶ τὰ δάκρυα τὸ αὐτὸ ἐργάζεται διὰ τὸν αὐτόν; Διὰ τοῦτο ἣν στενὴν καὶ τεθλιμμένην ἐκάλεσεν ὁδὸν ταύτην πάλιν καλεῖ καὶ ζυγὸν χρηστὸν καὶ φορτίον ἐλαφρόν. Τῇ μὲν γὰρ φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστι, τῇ δὲ τῶν κατορθούντων προαιρέσει καὶ ταῖς ἐλπίσι ταῖς χρησταῖς σφόδρα γίνεται κοῦφον. Διὸ ἀντὶ τῆς εὐρυχώρου καὶ πλατείας τὴν στενὴν καὶ τεθλιμμένην μετὰ πλείονος ἄν τις ἴδοι προθυμίας ὁδεύοντας τοὺς ἑλομένους αὐτήν, οὐ διὰ τὸ μὴ θλίβεσθαι ἀλλὰ διὰ τὸ τῶν θλίψεων ἀνωτέρους εἶναι καὶ μηδὲν πάσχειν ὑπ᾽ αὐτῶν, οἷον καὶ τοὺς ἄλλους εἰκός. Ἔχει μὲν γὰρ θλίψεις καὶ οὗτος ὁ βίος ἀλλ᾽ ὅταν αὐτὰς πρὸς τὰς τοῦ γάμου παραβάλωμεν οὐδὲ θλίψεις χρὴ καλεῖν.

Ὅτι πάντα τὰ ἐπίπονα τῆς παρθενίας τῶν ὠδίνων μόνων τοῦ γάμου οὐκ ἔστιν ἀντίρροπα. Τί γάρ, εἰπέ μοι, παρὰ πάντα τὸν βίον ἡ παρθένος ὑπομένει τοιοῦτον οἷον καθ᾽ ἕκαστον ὡς εἰπεῖν ἐνιαυτὸν ἡ γεγαμημένη, ὠδῖσι καὶ οἰμωγαῖς διακοπτομένη; Τοσαύτη γὰρ τῆς ἀλγηδόνος ταύτης ἡ τυραννὶς ὡς καὶ τὴν θείαν γραφὴν ἡνίκα ἂν αἰχμαλωσίαν καὶ λιμὸν καὶ λοιμὸν καὶ τὰ ἀφόρητα τῶν κακῶν αἰνίττεσθαι βούληται, ὠδῖνας πάντα τὰ τοιαῦτα καλεῖν. Καὶ ὁ Θεὸς δὲ ἀντὶ τιμωρίας αὐτὸ καὶ ἀρᾶς ἐπέθηκε τῇ γυναικί, οὐ τὸ τίκτειν λέγω ἀλλὰ τὸ οὕτω τίκτειν μετὰ πόνων καὶ ὠδίνων· «Ἐν λύπαις γάρ», φησί, «τέξῃ τέκνα.» Ἡ δὲ παρθένος ἀνωτέρω ταύτης ἕστηκε τῆς ὠδῖνος καὶ τῆς ἀρᾶς. Ὁ γὰρ τὴν ἀπὸ τοῦ νόμου κατάραν λύσας καὶ ταύτην ἔλυσε μετ᾽ ἐκείνης.

Ὅτι τὸ βαδίζειν τοῦ περιφέρεσθαι ἐπὶ ἡμιόνοις ἥδιον. Ἀλλὰ τὸ περιφέρεσθαι ἐπὶ τῆς ἀγορᾶς ἐπὶ ἡμιόνων ἡδύ. Τῦφος τοῦτο περιττὸς μόνον, ἡδονῆς δὲ ἀπεστέρηται πάσης. Καὶ ὥσπερ οὔτε σκότος τοῦ φωτὸς ἄμεινον οὔτε τὸ συγκεκλεῖσθαι τοῦ λελύσθαι οὔτε τὸ πολλῶν χρῄζειν τοῦ μηδενός, οὕτως οὐδὲ αὐτὴ τοῖς οἰκείοις ποσὶ μὴ κεχρημένη ἄμεινον διακείσεται. Τὰς γὰρ ἀηδίας ὅσας ἐκ τούτων ὑπομένειν ἀνάγκη παρίημι. Καὶ γὰρ οὐχ ὅτε βούλεται ἔξεστιν αὐτῇ τῆς οἰκίας προελθεῖν, ἀλλὰ καὶ πολλάκις χρησίμου τινὸς κατεπειγούσης ἐξόδου οἴκοι μένειν ἀναγκάζεται, καθάπερ τῶν ἐπαιτῶν οἱ τοὺς πόδας ἀποτετμημένοι καὶ οὐκ ἔχοντες ὅτῳ φέροιντο. Κἂν μὲν ὁ ἀνὴρ τύχῃ τὰς ἡμιόνους ἀπασχολήσας μικροψυχία καὶ μάχη καὶ πολλὴ παρασιώπησις· ἂν δὲ αὐτὴ μηδὲν τῶν μελλόντων προορωμένη τὸ αὐτὸ τοῦτο ἐργάσηται, τὸν ἄνδρα ἀφεῖσα καθ᾽ ἑαυτῆς τρέπει τὸν θυμόν, διατρώγουσα συνεχῶς ὑπὸ τῆς ἐπηρείας ἑαυτήν. Καὶ πόσῳ βέλτιον ἦν τοῖς ποσὶ κεχρημένην—διὰ γὰρ τοῦτο ἡμῖν αὐτοὺς ἐποίησεν ὁ Θεός—μηδὲν τούτων ὑπομένειν τῶν δεινῶν ἢ βουλομένην θρύπτεσθαι τοσαύτας ἔχειν λύπης καὶ μικροψυχίας ἀνάγκας. Οὐδὲ γὰρ αὗται μόναι αἱ προφάσεις αὐτὰς οἴκοι κατέχουσιν, ἀλλὰ κἂν ἀλγῆσαι τοὺς πόδας τύχῃ ἄν τε ἀμφοτέρας τὰς ἡμιόνους ἄν τε θατέραν, τὸ αὐτὸ γίνεται.

Καὶ ὅταν μὲν εἰς πόαν ἀπενεχθῆναι συμβῇ—συμβαίνει δὲ τοῦτο καθ᾽ ἕκαστον ἐνιαυτὸν καὶ ἐπὶ πολλαῖς ἡμέραις—, ἀνάγκη πάλιν οἴκοι μένειν ὥσπερ δεδεμένην καὶ μηδὲ χρείας καλούσης ἀναγκαίας ἐξιέναι τῆς οἰκίας.

Εἰ δὲ λέγοι τις ὅτι τοῦ πλήθους ἀπήλλακται τῶν ἐντυγχανόντων οὐκ ἀναγκαζομένη καθ᾽ ἕκαστον τῶν γνωρίμων ὁρᾶσθαι καὶ ἐρυθριᾶν, σφόδρα ἀγνοεῖν μοι δοκεῖ καὶ τὰ ἀπαλλάττοντα καὶ τὰ περιβάλλοντα τὴν γυναικείαν φύσιν τῇ αἰσχύνῃ. Οὔτε γὰρ τὸ φαίνεσθαι οὔτε τὸ κρύπτεσθαι τοῦτο ποιεῖ ἀλλὰ τὸ μὲν ἡ μὴ κατέχουσα τὴν ψυχὴν ἔνδον προπέτεια, τὸ δὲ ἡ σωφροσύνη καὶ ἡ αἰδώς. Διὰ ταῦτα καὶ τῶν ἀπηλλαγμένων τῆς εἰρκτῆς ἐκείνης πολλαὶ καὶ διὰ μέσου τοῦ πλήθους ἐπὶ τῆς ἀγορᾶς βαδίζουσαι οὐ μόνον οὐκ ἐπεσπάσαντο κατηγόρους ἀλλὰ καὶ πολλοὺς ἔσχον τῆς σωφροσύνης τοὺς θαυμαστὰς καὶ διὰ τοῦ σχήματος καὶ διὰ τοῦ βαδίσματος καὶ διὰ τοῦ τῶν ἱματίων ἀνεπιτηδεύτου τῆς ἔνδον κοσμιότητος ἀφιεῖσαι τὴν ἀκτῖνα λαμπράν· οὐκ ὀλίγαι δὲ τῶν ἔνδον καθημένων πονηρᾷ δόξῃ περιέβαλον ἑαυτάς. Ἔνεστι γὰρ καὶ συγκεκλεισμένην μᾶλλον τῶν φαινομένων τοῖς βουλομένοις ἐπιδείκνυσθαι μετὰ πολλῆς τῆς προπετείας καὶ τῆς ἰταμότητος.

Ὅτι τὸ πολλὰς ἔχειν θεραπαινίδας ἀνιαρόν. Ἀλλ᾽ ἴσως τὸ τῶν θεραπαινίδων πλῆθος ἡδύ. Ταύτης μὲν οὖν οὐδὲν χεῖρον τῆς ἡδονῆς· τοσαύτας ἔχει τὰς φροντίδας, ὅσαι τὸ πλῆθός ἐστιν· ἀνάγκη γὰρ ἐφ᾽ ἑκάστῃ καὶ ἀρρωστούσῃ καὶ τελευτώσῃ ταράττεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ ταῦτα μὲν ἴσως φορητὰ καὶ τὰ τούτων ἔτι χαλεπώτερα, οἷον τὸ καθ᾽ ἑκάστην διατείνεσθαι τὴν ἡμέραν ῥαθυμίαν ἐπιστρέφουσαν, κακουργίαν ἐκκόπτουσαν, ἀχαριστίας παύουσαν, τὴν ἄλλην πᾶσαν αὐτῶν κακίαν παιδαγωγοῦσαν. Τὸ δὲ πάντων χαλεπώτερον, ὅπερ μάλιστα ἐν τῷ πλήθει τῆς τοιαύτης θεραπείας συμβαίνειν εἴωθεν, ὅταν ἐν τῇ τῶν θεραπαινίδων ἐκείνων ἀγέλῃ εὐπρεπής τις οὖσα τύχῃ. Ἀνάγκη γὰρ τοῦτο πάντως ἐν τῷ πλήθει συμπεσεῖν· οὐδὲ γὰρ ὥστε πολλὰς κτήσασθαι μόνον, ἀλλ᾽ ὥστε καὶ εὐειδεῖς ἐξ ἴσης οἱ πλουτοῦντες σπουδάζουσιν.

Ὅταν οὖν συμβῇ τινα διαλάμπειν ἐν αὐταῖς, ἄν τε ἕλῃ τὸν δεσπότην τῷ φίλτρῳ ἄν τε μηδὲν περαιτέρω τοῦ θαυμασθῆναι ἰσχύσῃ, τὰ τῆς ὀδύνης ἴσα γίνεται τῇ δεσποίνῃ παρευδοκιμουμένῃ εἰ καὶ μὴ τῷ πόθῳ ἀλλὰ τῇ τοῦ σώματος ὥρᾳ καὶ τῷ θαύματι. Ὅταν οὖν τὰ δοκοῦντα εἶναι παρ᾽ αὐτοῖς λαμπρὰ καὶ ζηλωτὰ τοσαύτας ἔχῃ τὰς θλίψεις, τί ἄν τις εἴποι περὶ τῶν λυπηρῶν;

Περὶ τῆς ἀταραξίας τῆς τῇ παρθενίᾳ προσούσης. Ἀλλ᾽ οὐχ ἡ παρθένος ὑπομένει τούτων οὐδέν, ἀλλ᾽ ἀπήλλακται ταραχῆς τὸ δωμάτιον καὶ κραυγὴ πᾶσα ἐκποδὼν ἀπελήλαται, ὥσπερ δὲ ἐν εὐδίῳ λιμένι σιγὴ πάντα κατέχει τὰ ἔνδον καὶ τῆς σιγῆς πλείων ἑτέρα ἀταραξία τὴν ψυχήν, ἅτε ἀνθρώπινον μὲν οὐδὲν μεταχειρίζουσαν, διὰ παντὸς δὲ τῷ Θεῷ διαλεγομένην καὶ πρὸς αὐτὸν ἀτενέστερον ὁρῶσαν. Τίς ἂν οὖν ταύτην ἀναμετρήσειε τὴν ἡδονήν; Ποῖος λόγος τὴν εὐφροσύνην τῆς οὕτω διακειμένης παραστήσειε ψυχῆς; Οὐκ ἔστιν οὐδείς. Ἀλλ᾽ οἱ τοῦ κυρίου κατατρυφῶντες αὐτοὶ μόνοι τὸ μέγεθος ἴσασι ταύτης τῆς τρυφῆς καὶ πῶς ἅπασαν σύγκρισιν ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ.