Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Η ματαιότητα της τρυφής και η απερίσπαστη αφοσίωση στον Θεό

Στηλιτεύεται η προσκόλληση στον πλούτο και τις ηδονές, υπογραμμίζεται ο πρόσκαιρος χαρακτήρας του κόσμου και εξηγείται η ανάγκη για απερίσπαστη πνευματική μέριμνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 10

Ἀλλ᾽ ὁ πολὺς ἄργυρος ὁρώμενος πανταχοῦ πολλὴν παρέχει τὴν τέρψιν τοῖς ὀφθαλμοῖς. Καὶ πόσῳ βέλτιον εἰς τὸν οὐρανὸν ἐνορᾶν καὶ πολλῷ μείζονα ἐκεῖθεν καρποῦσθαι τὴν ἡδονήν. Ὅσον γὰρ ὁ χρυσὸς κασσιτέρου καὶ μολύβδου τοσοῦτον ὁ οὐρανὸς χρυσοῦ καὶ ἀργύρου καὶ πάσης ὕλης λαμπρότερός τέ ἐστι καὶ φαιδρότερος. Καὶ αὕτη μὲν χωρὶς φροντίδος ἡ θεωρία, ἐκείνη δὲ μετὰ πολλῆς τῆς μερίμνης, ὃ μάλιστα πανταχοῦ ταῖς ἐπιθυμίαις λυμαίνεται. Ἀλλ᾽ οὐ βούλει τὸν οὐρανὸν ἰδεῖν; Ἔξεστί σοι τὸν ἐπὶ τῆς ἀγορᾶς κείμενον ἄργυρον ἰδεῖν. «Πρὸς ἐντροπὴν ὑμῖν λέγω» κατὰ τὸν μακάριον Παῦλον, ἐπειδὴ οὕτως ἐπτόησθε πρὸς τὸν τῶν χρημάτων ἔρωτα. Ἀλλ᾽ οὐκ ἔχω τί εἴπω. Πολλὴ γάρ με ἐνταῦθα κατέσχεν ἀπορία καὶ οὐ δύναμαι συνιδεῖν πόθεν ἅπαν ὡς εἰπεῖν τὸ τῶν ἀνθρώπων γένος, ὅταν μὲν ἐξῇ μετ᾽ εὐκολίας καὶ ἀνέσεως τέρπεσθαι, οὐδὲ ἡδονὴν τὸ πρᾶγμα τίθενται, ἐν δὲ τῷ φροντίζειν καὶ περισπᾶσθαι καὶ μεριμνᾶν μάλιστα πάντων ἥδονται.

Διὰ τί γὰρ αὐτοὺς οὐχ οὕτω τέρπει ὁ κείμενος ἐπὶ τῆς ἀγορᾶς ἄργυρος ὡς ὁ κατὰ τὴν οἰκίαν; Καίτοι γε λαμπρότερος ἐκεῖνός ἐστι καὶ μερίμνης ἁπάσης ἐλευθέραν ἀφίησι τὴν ψυχήν. Ὅτι, φησίν, ἐκεῖνος μὲν οὐκ ἐμός, οὗτος δὲ ἐμός. Ἡ πλεονεξία ἄρα ἐστὶν ἡ τὴν ἡδονὴν ἔχουσα, οὐχ ἡ τοῦ ἀργύρου φύσις· ἐπεὶ εἰ τοῦτο ἦν, καὶ ἐκεῖθεν ὁμοίως τέρπεσθαι ἔδει.

Εἰ δὲ χρήσεως ἕνεκεν λέγοις, πολλῷ βελτίων ἡ ὕελος, καὶ ταῦτα αὐτοὶ οἱ πλουτοῦντες εἴποιεν ἂν οἱ τὰ ἐκπώματα ἀπὸ τῆς ὕλης ταύτης ὡς τὰ πολλὰ κατασκευάζοντες. Εἰ δέ που διὰ τὸν τῦφον ἀναγκασθεῖεν καὶ ἐξ ἀργύρου τοῦτο ποιῆσαι, πρότερον ἔνδοθεν θέντες τὴν ὕελον οὕτως ἔξωθεν τὸν ἄργυρον περιβάλλουσι, δεικνύντες ὅτι αὕτη μὲν πρὸς πόμα ἡδίων καὶ ἐπιτηδεία, ἐκεῖνος δὲ πρὸς τὸν τῦφον μόνον καὶ τὴν ἀλαζονείαν.

Τί δέ ἐστιν ὅλως ἐμὸς καὶ οὐκ ἐμός; Ταύτα γὰρ ὅταν μετὰ ἀκριβείας ἐξετάσω, ῥήματα μόνον ὁρῶ ψιλά. Πολλοὶ μὲν γὰρ καὶ ζῶντες ἀποπηδῶντα αὐτὸν τῆς αὐτῶν δεσποτείας οὐκ ἴσχυσαν κατασχεῖν. Οἷς δὲ μέχρι τέλους παρέμεινεν, ἐν τῷ καιρῷ τῆς τελευτῆς καὶ ἑκόντες καὶ ἄκοντες αὐτοῦ τῆς ἐξουσίας ἐξέπεσον. Οὐκ ἐπὶ τοῦ ἀργύρου δὲ μόνον καὶ χρυσοῦ ἀλλὰ καὶ ἐπὶ τῶν λουτρῶν καὶ ἐπὶ τῶν παραδείσων καὶ ἐν ταῖς οἰκίαις τὸ ἐμὸν καὶ οὐκ ἐμὸν τοῦτο ῥῆμα ἄν τις ἴδοι μόνον ψιλόν. Ἡ μὲν γὰρ χρῆσις κοινὴ πάντων ἐστίν, πλεονεκτοῦσι δὲ οἱ δοκοῦντες αὐτῶν εἶναι κύριοι τῶν οὐκ ὄντων τὴν ὑπὲρ αὐτῶν φροντίδα. Οἱ μὲν γὰρ ἀπολαύουσι μόνον αὐτῶν, οἱ δὲ μετὰ τοῦ ποιεῖσθαι πολλὴν τὴν ἐπιμέλειαν τὸ αὐτὸ τοῦτο καρποῦνται ὃ μετὰ τῆς ἀμελείας ἐκεῖνοι.

Ὅτι πολλῆς ἀηδίας αἱ πολυτελεῖς γέμουσι τράπεζαι. Εἰ δέ τις τὴν πολλὴν θαυμάζοι τρυφήν, οἷον τὸ τῶν κατακοπτομένων πλῆθος κρεῶν, τὴν περιττὴν τοῦ οἴνου δαπάνην, τῶν καρυκευμάτων τὴν περιεργίαν, τραπεζοποιῶν καὶ σιτοποιῶν καὶ μαγείρων τέχνας, παρασίτων καὶ δαιτυμόνων ὄχλον, εὖ ἴστω ὅτι τῶν μαγείρων αὐτῶν οὐδὲν ἄμεινον ἐν τοῖς τοιούτοις οἱ πλουτοῦντες διάκεινται. Καθάπερ γὰρ ἐκεῖνοι τοὺς δεσπότας οὕτω τοὺς κεκλημένους αὐτοὶ δεδοίκασι μή τινος ἐπιλάβωνται τῶν μετὰ πολλοῦ πόνου καὶ δαπάνης παρασκευασθέντων αὐτοῖς. Καὶ τούτῳ μὲν ἐξισοῦνται τοῖς οἰκέταις, καθ᾽ ἕτερον δὲ καὶ πλεονεκτοῦσιν αὐτῶν ἐκεῖνοι. Οὐ γὰρ μόνον κατηγόρους ἀλλὰ καὶ βασκάνους δεδοίκασι.

Πολλοῖς γὰρ πολλάκις ἀπὸ τῶν τοιούτων συμποσίων ἐτέχθησαν φθόνοι, καὶ οὐ πρότερον ἔστησαν ἕως κινδύνους ἐπήγαγον τοὺς ἐσχάτους. Ἀλλὰ τὸ σιτεῖσθαι πολλὰ πολλάκις ἡδύ. Ἄπαγε. Καὶ γὰρ ὅταν καρηβαρίαι καὶ γαστρὸς διατάσεις καὶ πνεύματος ἐμφράξεις καὶ σκοτοδινίαι καὶ ἴλιγγοι καὶ ἀχλύες καὶ τὰ ἔτι τούτων ἀτοπώτερα ἀπὸ τῆς τρυφῆς ταύτης ἀναβλαστάνῃ δεινά, ποίαν ἡδονὴν καρπωσόμεθα;

Καὶ εἴθε μέχρι τῶν παρ᾽ ἡμέραν λυπηρῶν καὶ τὰ τῆς ἀσχημοσύνης ἐκείνης καὶ τὰ τῆς ζημίας ἵστατο μόνον. Νυνὶ δὲ αἱ μάλιστα τῶν νόσων δυσίατοι ἀπὸ τῶν τοιούτων τραπεζῶν ἔχουσι τὴν ἀρχήν. Καὶ γὰρ ποδαλγίαι καὶ φθόη καὶ νόσος καὶ παράλυσις καὶ σπασμὸς τὸ σῶμα πολιορκεῖ ἕως ἐσχάτης ἀναπνοῆς. Τίνα οὖν ἄν τις ἔχοι τούτων ἀντίρροπον τῶν κακῶν ἡδονὴν εἰπεῖν; Ποίαν δὲ οὐκ ἄν τις ἕλοιτο σκληραγωγίαν ὑπὲρ τῆς τούτων ἀπαλλαγῆς;

Ὅτι χρησιμώτερον καὶ ἥδιον τὸ μὴ τρυφᾶν τοῦ τρυφᾶν. Ἀλλ᾽ οὐχ ἡ εὐτέλεια τοιαύτη, ἀλλὰ πόρρω τούτων ἀφέστηκε τῶν δυσχερῶν ὑγιείας καὶ εὐεξίας ποιητική, ἣν μείζονα οὖσαν εὑρήσεις τῆς τρυφῆς. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἐρρῶσθαι καὶ μηδενὶ τῶν κακῶν ἐνοχλεῖσθαι ἐκείνων ὧν ἕκαστον καὶ καθ᾽ ἑαυτὸ πᾶσαν ἱκανὸν σβέσαι καὶ ἀνατρέψαι ἐκ βάθρων ἡδονήν. Δεύτερον δὲ καὶ ἀπὸ τῶν σιτίων αὐτῶν. Πῶς;

Ὅτι ἡδονῆς ποιητικὸν ἐπιθυμία, ἐπιθυμίαν δὲ οὐχ ὁ κόρος οὐδὲ ἡ πλησμονὴ ἀλλ᾽ ἡ ἔνδεια καὶ ἡ σπάνις ποιεῖ. Αὕτη δὲ οὐκ ἐν ἐκείνοις τοῖς συμποσίοις τοῖς τῶν πλουτούντων ἀλλ᾽ ἐν τοῖς τῶν πενομένων ἀεὶ πάρεστι, παντὸς τραπεζοποιοῦ καὶ μαγείρου μᾶλλον ἐπιστάζουσα πολὺ τοῖς προκειμένοις τὸ μέλι. Οἱ μὲν γὰρ πλουτοῦντες οὔτε πεινῶντες ἐσθίουσι καὶ χωρὶς τοῦ διψεῖν πίνουσι, καὶ πρὶν αὐτοῖς σφοδρῶς ἐπελθεῖν τὴν ἀνάγκην τοῦ ὕπνου καθεύδουσιν.

Οὗτοι δὲ ἐν χρείᾳ τούτων ἁπάντων καθιστάμενοι πρότερον οὕτως αὐτῶν μετέχουσιν, ὃ μάλιστα πάντων αὔξει τὰ τῆς ἡδονῆς. Διὰ τί γάρ, εἰπέ μοι, καὶ ὁ Σολομὼν τὸν ὕπνον τοῦ δούλου φησὶν εἶναι ἡδὺν οὑτωσὶ λέγων· «Ἡδὺς ὕπνος τῷ δούλῳ ἄν τε πολὺ ἄν τε ὀλίγον φάγῃ;» Ἆρα διὰ τὴν στρωμνὴν τὴν ἁπαλήν; Καὶ μὴν ἐπὶ ἐδάφους ἢ ἐπὶ στιβάδος οἱ πλείους καθεύδουσιν. Ἀλλὰ διὰ τὴν ἄδειαν; Ἀλλ᾽ οὐδὲ μικρᾶς καιροῦ ῥοπῆς εἰσι κύριοι. Ἀλλὰ διὰ τὴν ῥᾳστώνην;

Ἀλλ᾽ οὐ διαλιμπάνουσι μόχθοις κοπτόμενοι καὶ ταλαιπωρίαις. Τί ποτ᾽ οὖν ἐστι τὸ ποιοῦν τὸν ὕπνον ἡδύν; Οἱ πόνοι, καὶ τὸ πρότερον εἰς χρείαν καταστάντας οὕτως αὐτοῦ μεταλαμβάνειν. Τοὺς δὲ πλουτοῦντας ἂν μὴ μέθῃ βαπτισθέντας ἡ νὺξ καταλάβῃ, ἀνάγκη διὰ παντὸς ἀγρυπνεῖν καὶ ἐπιστρέφεσθαι καὶ ἀλύειν ἐπὶ τῶν μαλακῶν κειμένους στρωμάτων.

Ὅτι καὶ ψυχὴν λυμαίνεται ἡ τρυφή. Ἐνῆν καὶ ἑτέρωθεν δεῖξαι τῆς τρυφῆς τὴν ἀηδίαν καὶ τὴν ζημίαν καὶ τὴν ἀσχημοσύνην, τὰς νόσους καταλέγοντα ὅσας ἐναπομόργνυται τῇ ψυχῇ πολλῷ πλείους καὶ χαλεπωτέρας οὔσας τῶν σωματικῶν. Καὶ γὰρ μαλακοὺς καὶ ἀνάνδρους καὶ θρασεῖς καὶ ἀλαζόνας καὶ ἀσελγεῖς καὶ ὑβριστὰς καὶ ἀκολάστους καὶ ἀκροχόλους καὶ ὠμοὺς καὶ ἀγεννεῖς καὶ πλεονέκτας καὶ δουλοπρεπεῖς καὶ πρὸς ἅπαν εἰπεῖν τῶν χρησίμων καὶ ἀναγκαίων ἀχρήστους καθίστησιν, ὧν τἀναντία πάντα ἡ αὐτάρκεια ποιεῖ. Ἀλλὰ νῦν πρὸς ἕτερον ἡμῖν ὁ λόγος ἐπείγεται· διὸ μόνον ἐκεῖνο προσθέντες τῶν ἀποστολικῶν πάλιν ἁψώμεθα ῥημάτων. Εἰ γὰρ τὰ δοκοῦντα εἶναι ζηλωτὰ τοσούτων γέμει κακῶν καὶ τοσοῦτον τῇ ψυχῇ καὶ τῷ σώματι τὸν νιφετὸν ἐπάγει τῶν νοσημάτων, ποῦ τὰ λυπηρὰ θήσομεν;

Οἷον ἀρχόντων φόβους, δήμων ὁρμάς, συκοφαντῶν καὶ βασκάνων ἐπιβουλάς, ἃ μάλιστα τοὺς πλουτοῦντας περιστοιχίζεται, ἐν οἷς καὶ τὰς γυναῖκας μειζόνως τῶν κακῶν ἀνάγκη κοινωνεῖν διὰ τὸ μὴ γενναίως τὰς τοιαύτας φέρειν μεταβολάς.

Ὅτι μετὰ τῶν ἄλλων κακῶν καὶ τὰς μεταβολὰς ἀφορήτους ποιεῖ τὸ τρυφᾶν. Καὶ τί λέγω γυναῖκας; Καὶ γὰρ αὐτοὶ οἱ ἄνδρες ταλαιπώρως ὑπὸ τῶν τοιούτων ἁλίσκονται. Ὁ μὲν γὰρ ἐν αὐταρκείᾳ ζῶν οὐδεμίαν μετάπτωσιν δέδοικεν. Ὁ δὲ ἐν ἐκείνῳ τῷ ὑγρῷ καὶ διακεχυμένῳ βίῳ δαπανηθείς, εἴποτε συμβαίη κατὰ περίστασίν τινα καὶ ἀνάγκην παραδοθῆναι πενίᾳ, τεθνήξεται πρότερον ἢ ταύτην οἴσει τὴν μεταβολὴν διὰ τὸ ἀμελέτητον καὶ ἀγύμναστον. Διὰ ταῦτα ὁ μακάριος Παῦλος ἔλεγε· «Θλῖψιν τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.» Εἶτα μετὰ τοῦτό φησιν· «Ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν.»

Ὅτι οὐ γάμου ὁ καιρὸς ὁ παρών. Καὶ τί τοῦτο πρὸς τὸν γάμον; ἴσως ἂν εἴποι τις. Καὶ σφόδρα μὲν οὖν πρὸς αὐτόν. Εἰ γὰρ ἐν τῷ παρόντι βίῳ συγκέκλεισται, ἐν δὲ τῷ μέλλοντι οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ὁ δὲ παρὼν καιρὸς πρὸς τὸ τέλος ἐπείγεται καὶ ἐπὶ θύραις τὰ τῆς ἀναστάσεως ἕστηκεν, οὐ γάμων καιρὸς οὐδὲ κτημάτων ἀλλ᾽ ἐνδείας καὶ τῆς ἄλλης φιλοσοφίας ἁπάσης τῆς ἐκεῖ χρησιμευούσης ἡμῖν. Ὥσπερ γὰρ ἡ παρθένος ἕως μὲν ἂν οἴκοι μένῃ μετὰ τῆς μητρὸς πολλὴν τῶν παιδικῶν ἁπάντων ποιεῖται φροντίδα καὶ κιβώτιον ἐν τῷ ταμιείῳ καταθεμένη τῶν ἀποκειμένων ἐκεῖ καὶ τὴν κλεῖν αὐτὴ κέκτηται καὶ τὴν ἐξουσίαν ἅπασαν ἔχει, καὶ τοσαύτην ὑπὲρ τῆς τῶν μικρῶν ἐκείνων καὶ φαύλων φυλακῆς ἀναδέχεται μέριμναν ὅσην οἱ τὰς μεγάλας ἐπιτροπεύοντες οἰκίας. Ἐπειδὰν δὲ μνηστεύεσθαι δέῃ καὶ ὁ τοῦ γάμου καιρὸς ἀναγκάζῃ τὴν πατρῴαν οἰκίαν ἀφεῖναι, τότε τῆς εὐτελείας ἐκείνης ἀπαλλαγεῖσα καὶ τῆς ταπεινότητος, οἰκίας προστασίαν καὶ κτημάτων καὶ ἀνδραπόδων πλῆθος καὶ ἀνδρὸς θεραπείαν καὶ τὰ ἄλλα τὰ τούτων πολλῶν μείζονα μεριμνᾶν ἀναγκάζεται. Οὕτω καὶ ἡμᾶς χρὴ ποιεῖν, ἐπειδὴ πρὸς τὸν τέλειον ἀγόμεθα βίον καὶ τὸν ἀνδράσι προσήκοντα τὰ ἐπὶ τῆς γῆς πάντα ἀφέντας τὰ ὄντως παιδικὰ ἀθύρματα φαντάζεσθαι τὸν οὐρανὸν καὶ τῆς ἐκεῖ διατριβῆς τὴν λαμπρότητα καὶ τὴν δόξαν ἅπασαν.

Ἡρμόσθημεν γὰρ καὶ ἡμεῖς νυμφίῳ οὕτως ζητοῦντι παρ᾽ ἡμῶν ἀγαπᾶσθαι ὡς μὴ τῶν ἐν τῇ γῇ μόνον μηδὲ τῶν μικρῶν τούτων καὶ εὐτελῶν ἀλλὰ καὶ τῆς ψυχῆς αὐτῆς ἀφίστασθαι δι᾽ αὐτὸν ὅταν δέῃ. Ἐπεὶ οὖν ἐκεῖ λοιπὸν ἀπιέναι χρὴ ἀπαλλάξωμεν ἑαυτοὺς τῆς φροντίδος τῆς εὐτελοῦς. Οὐδὲ γὰρ εἰς βασιλείαν μεθίστασθαι μέλλοντες ἀπὸ πενιχρᾶς οἰκίας, κεραμίδων καὶ ξύλων καὶ ἐπίπλων καὶ τῆς ἄλλης τῆς κατὰ τὴν οἰκίαν ἐφροντίσαμεν ἂν πενίας. Μὴ τοίνυν μηδὲ νῦν τὰ ἐν τῇ γῇ μεριμνῶμεν· ὁ γὰρ καιρὸς ἡμᾶς ἤδη καλεῖ πρὸς τὸν οὐρανόν, καθάπερ καὶ Ῥωμαίοις ἐπιστέλλων ὁ μακάριος Παῦλος ἔλεγε· «Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε.» Καὶ πάλιν· «Ἐνταῦθα ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι.» Τί οὖν δεῖ γάμου τοῖς οὐ μέλλουσιν ἀπολαύεσθαι γάμου ἀλλ᾽ ἐν ἴσῳ τοῖς οὐκ ἔχουσι διακείσεσθαι; Τί δαὶ χρημάτων, τί δαὶ κτημάτων, τί δαὶ τῶν βιωτικῶν, τῆς χρήσεως αὐτῶν ἀώρου λοιπὸν οὔσης καὶ παρὰ καιρόν;

Εἰ γὰρ οἱ μέλλοντες δικαστηρίῳ παραστήσεσθαι τῷ παρ᾽ ἡμῖν καὶ λόγον ὑφέξειν τῶν πεπλημμελημένων, τῆς κυρίας γενομένης ἐγγύς, οὐ γυναικὸς μόνον ἀλλὰ καὶ σίτων καὶ ποτῶν καὶ πάσης ἑαυτοὺς ἀποστήσαντες φροντίδος τῆς ἀπολογίας γίνονται μόνης— πολλῷ μᾶλλον ἡμᾶς τοὺς οὐκ ἐπιγείῳ τινὶ δικαστηρίῳ ἀλλ᾽ οὐρανίῳ βήματι παραστήσεσθαι μέλλοντας καὶ ῥημάτων καὶ πραγμάτων καὶ ἐννοιῶν εὐθύνας ὑφέξειν, πάντων ἀφίστασθαι χρὴ καὶ χαρᾶς καὶ λύπης τῆς ἐπὶ τοῖς παροῦσι πράγμασι καὶ τὴν φοβερὰν μόνον ἐκείνην ἡμέραν μεριμνᾶν. «Εἴ τις», γάρ φησιν, «ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφὰς ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι. Καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναταί μου εἶναι μαθητής.» Σὺ δὲ παρακάθῃ σχολάζων ἐπιθυμίαις γυναικὸς καὶ γέλωτι καὶ διαχύσει καὶ τρυφῇ; «Ὁ κύριος ἐγγύς.» Σὺ δὲ ὑπὲρ χρημάτων φροντίζεις καὶ μεριμνᾷς; «Ἡ βασιλεία τῶν οὐρανῶν ἐφέστηκε.» Σὺ δὲ περὶ οἰκίας καὶ τρυφῆς καὶ τῆς ἄλλης σκοπεῖς ἡδονῆς; «Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου.» Τί οὖν κόπτεις σαυτὸν ἐν τοῖς τοῦ κόσμου πράγμασι τοῖς οὐ μένουσιν ἀλλὰ δαπανωμένοις, τῶν μενόντων καὶ βεβαίων ἀμελῶν;

Οὐκέτι γάμος, οὐδὲ ὠδῖνες, οὐχ ἡδονὴ καὶ μίξις, οὐ χρημάτων εὐπορία οὐδὲ κτημάτων ἐπιμέλεια, οὐ τροφὴ οὐδὲ ἐνδύματα, οὐ γεωργίαι καὶ ναυτιλίαι, οὐ τέχναι οὔτε οἰκοδομαί, οὐ πόλεις οὐδὲ οἰκίαι ἀλλ᾽ ἑτέρα τις κατάστασις καὶ διαγωγή. Ταῦτα δὲ πάντα μικρὸν ὕστερον ἀπολεῖται.

Τοῦτο γάρ ἐστι τὸ εἰρημένον· «Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου.» Τί τοίνυν ὡς εἰς τοὺς αἰῶνας ἅπαντας ἐνθάδε μενοῦντες, οὕτως πᾶσαν σπουδὴν ἐπιδεικνύμεθα, ὑπὲρ πραγμάτων μεριμνῶντες ὧν πρὸ τῆς ἑσπέρας πολλάκις ἀποστησόμεθα; Τί τὸν μοχθηρὸν αἱρούμεθα βίον ἐπὶ τὸν ἀπράγμονα καλοῦντος ἡμᾶς τοῦ Χριστοῦ; «Θέλω,» γὰρ «ὑμᾶς,» φησίν, «ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου.»

Πῶς θέλων ἡμᾶς ἀμερίμνους εἶναι κελεύει μεριμνᾶν. Πῶς οὖν ἡμᾶς ἀμερίμνους εἶναι βούλει εἰς ἑτέραν πάλιν ἐμβαλὼν φροντίδα; Ὅτι οὔτε φροντίζειν τοῦτό ἐστιν, ὥσπερ οὖν οὐδὲ θλίβεσθαι τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, οὐ διὰ τὸ μεταβάλλεσθαι τὴν τῶν πραγμάτων φύσιν ἀλλὰ διὰ τὸ τὴν προαίρεσιν τῶν ταῦτα φερόντων μεθ᾽ ἡδονῆς καὶ τῆς τῶν πραγμάτων φύσεως κρατεῖν. Ὁ μὲν γὰρ ὑπὲρ τούτων φροντίζων ὧν οὐκ εἰς μακρὸν ἀπολαύσεται χρόνον, πολλάκις δὲ οὐδὲ εἰς βραχύν, εἰκότως ἂν λέγοιτο μεριμνᾶν. Ὁ δὲ μείζονας τῶν φροντίδων ἀποληψόμενος τοὺς καρποὺς ἐν τοῖς ἀμερίμνοις παντί που δικαίως ἂν τάττοιτο λόγῳ. Καὶ τούτων δὲ χωρὶς τοσοῦτον τῆς μερίμνης ἑκατέρας τὸ μέσον ὡς μηδὲ μέριμναν ταύτην ἐκείνῃ παραβαλλομένην νομίζεσθαι· οὕτως κουφότερά τέ ἐστιν ἐκείνης καὶ σφόδρα εὐκολωτέρα. Καὶ ταῦτα ἅπαντα διὰ τῶν ἔμπροσθεν ἀπεδείξαμεν λόγων· «Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου», ἀλλ᾽ ὁ μὲν παράγει, ὁ δὲ μένει.

Τοῦτο οὖν μόνον οὐχ ἱκανὸν δεῖξαι τὸ τῆς παρθενίας ἀξίωμα; Ὅσον γὰρ τοῦ Θεοῦ πρὸς τὸν κόσμον τὸ διάφορον, τοσοῦτον αὕτη βελτίων ἐκείνης ἡ φροντίς. Πῶς οὖν συγχωρεῖς τὸν γάμον τὸν προσηλοῦντα ἡμᾶς ταῖς φροντίσι καὶ τῶν πνευματικῶν ἀπάγοντα; Διὰ γὰρ τοῦτο, φησίν, εἶπον· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, ἵνα οἱ φθάσαντες ἤδη δεθῆναι ἢ καὶ μέλλοντες ἑτέρῳ τινὶ τρόπῳ χαυνότερον ἐργάσωνται τὸν δεσμόν. Ἐπειδὴ γὰρ διαρρῆξαι αὐτὸν οὐκ ἔνι περιβληθέντα ἅπαξ, ἀνεκτότερον αὐτὸν ποίησον. Ἔξεστι γάρ, ἂν βουλώμεθα, πάντα περικόπτειν τὰ περιττὰ καὶ μὴ μειζόνως τῶν ἀπὸ τῆς τοῦ πράγματος φύσεως τικτομένων φροντίδων τὰ παρὰ τῆς ἡμετέρας προστιθέναι νωθείας.

Πῶς ἔστιν ἔχοντα γυναῖκα μὴ ἔχειν. Εἰ δὲ καὶ σαφέστερόν τις θέλοι μαθεῖν τί ποτέ ἐστιν ἔχοντα γυναῖκα μὴ ἔχειν, τοὺς οὐκ ἔχοντας ἐννοείτω τοὺς ἐσταυρωμένους πῶς διάκεινται. Πῶς οὖν ἐκεῖνοι διάκεινται;

Οὐ θεραπαινίδων ἀναγκάζονται πλῆθος ὠνεῖσθαι, οὐ χρυσία καὶ περιδέραια, οὐκ οἰκίας λαμπρὰς καὶ μεγάλας, οὐ πλέθρα γῆς τόσα καὶ τόσα. Ἀλλὰ ταῦτα πάντα ἀφέντες ὑπὲρ ἱματίου φροντίζουσιν ἑνὸς καὶ τροφῆς τῆς αὐτῶν. Ἔξεστι καὶ τῷ γυναῖκα ἔχοντι εἰς ταύτην ἑαυτὸν ἀγαγεῖν τὴν φιλοσοφίαν. Τὸ γὰρ ἀνωτέρω λεχθέν· «Μὴ ἀποστερεῖτε ἀλλήλους», περὶ μίξεως εἴρηται μόνης. Ἐν τούτῳ γὰρ ἕπεσθαι ἀλλήλοις κελεύει καὶ οὐδένα ἀφίησιν ἑαυτοῦ κύριον εἶναι· ἔνθα δὲ ἂν δέῃ τὴν ἄλλην φιλοσοφίαν ἀσκεῖν, τὴν ἐν τοῖς ἱματίοις, τὴν ἐν τῇ διαίτῃ, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν, οὐκέτι θατέρῳ λοιπὸν ὁ ἕτερος ὑπεύθυνος γίνεται ἀλλ᾽ ἔξεστι τοῖς ἀνδράσι, κἂν ἡ γυνὴ μὴ βούληται, περικόψαι τρυφὴν ἅπασαν καὶ τὸν περιρρέοντα τῶν φροντίδων ὄχλον. Καὶ γυναικὶ πάλιν ὁμοίως οὐδεμία ἀνάγκη μὴ βουλομένῃ καλλωπίζεσθαι καὶ κενοδοξεῖν καὶ περιττὰ μεριμνᾶν, εἰκότως. Ἐκείνη μὲν γὰρ ἡ ἐπιθυμία φυσική τίς ἐστι καὶ διὰ τοῦτο πολλῆς ἔτυχε τῆς συγγνώμης καὶ οὐκ ἔστι κύριος ὁ ἕτερος ἀποστερεῖν τὸν ἕτερον μὴ βουλόμενον· ἡ δὲ τῆς τρυφῆς καὶ τῆς θεραπείας τῆς περιττῆς καὶ τῆς φροντίδος τῆς ἀνονήτου οὐκ ἀπὸ τῆς φύσεως ὁρμᾶται ἀλλ᾽ ἀπὸ τῆς ῥαθυμίας καὶ τῆς πολλῆς ὕβρεως τίκτεται. Διὰ τοῦτο οὐκ ἀναγκάζει καὶ ἐν τούτοις τοὺς γεγαμηκότας ὑποκεῖσθαι ἀλλήλοις καθάπερ καὶ ἐν ἐκείνοις.

Τοῦτο τοίνυν ἐστὶν ἔχοντα γυναῖκα μὴ ἔχειν ὅταν τὰς περιττὰς φροντίδας τὰς διὰ τὸν ἀκκισμὸν καὶ τὴν διάθρυψιν γινομένας τῶν γυναικῶν μὴ δεχώμεθα, ἀλλὰ τοσαύτην λάβωμεν προσθήκην φροντίδος ὅσην εἰκὸς μιᾶς ψυχῆς προστεθείσης ἡμῖν καὶ ταύτης φιλοσόφως καὶ εὐτελῶς ζῆν προαιρουμένης.

Ὅτι γὰρ τοῦτό φησι, διὰ τῆς ἐπαγωγῆς ἐδήλωσε. «Καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ἐν κτήσεσιν ὡς μὴ χαίροντες.» Οἱ γὰρ μὴ χαίροντες οὐδὲ τῆς κτήσεως ἐπιμελήσονται καὶ οἱ μὴ κλαίοντες οὔτε τὴν πενίαν δυνήσονται φέρειν οὔτε τὴν αὐτάρκειαν ἀποστρέφεσθαι.

Τοῦτό ἐστιν ἔχειν γυναῖκα καὶ μὴ ἔχειν, τοῦτό ἐστι κεχρῆσθαι τῷ κόσμῳ καὶ μὴ κατακεχρῆσθαι. «Ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου.» Ὅταν οὖν καὶ ἐνταῦθα κἀκεῖ μέριμνα ᾖ, καὶ ἐνταῦθα μὲν εἰκῇ καὶ μάτην, μᾶλλον δὲ καὶ ἐπὶ λύπῃ— «Θλῖψιν γὰρ τῇ σαρκί», φησίν, «ἕξουσιν οἱ τοιοῦτοι»—, ἐκεῖ δὲ ἐπὶ τοῖς ἀπορρήτοις ἀγαθοῖς, τί μὴ ταύτην αἱρούμεθα μᾶλλον τὴν φροντίδα, οὐ τῷ τοιαύτας καὶ τοσαύτας ἔχειν τὰς ἀντιδόσεις ἀλλὰ καὶ τῇ φύσει κουφοτέραν οὖσαν ἐκείνης; Τί γὰρ ἡ μὴ γαμηθεῖσα μεριμνᾷ; Ἆρα ὑπὲρ χρημάτων, ὑπὲρ οἰκετῶν, ὑπὲρ οἰκονόμων, ὑπὲρ ἀγρῶν καὶ τῶν ἄλλων; Μαγείροις ἐφέστηκε καὶ ὑφάνταις καὶ τῇ λοιπῇ θεραπείᾳ; Ἄπαγε. Οὐδὲν τούτων εἰς νοῦν βάλλεται ἀλλ᾽ ἓν φροντίζει μόνον τὴν αὑτῆς οἰκοδομεῖν ψυχήν, τὸν ναὸν κοσμεῖν ἐκεῖνον τὸν ἅγιον οὐκ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις, οὐκ ἐπιτρίμμασιν οὐδὲ ὑπογραφαῖς, οὐ ταῖς ἄλλαις δυσκολίαις καὶ μοχθηρίαις, ἀλλὰ τῇ ἁγιωσύνῃ τῇ κατὰ σῶμα καὶ κατὰ πνεῦμα. «Ἡ δὲ γαμηθεῖσα», φησί, «μεριμνᾷ πῶς ἀρέσει τῷ ἀνδρί.» Σφόδρα συνετῶς οὐκ ἦλθεν ἐπὶ τὴν τῶν πραγμάτων αὐτῶν ἐξέτασιν οὐδὲ εἶπεν ὅσα πάσχουσι γυναῖκες ὑπὲρ τῆς εἰς τοὺς ἄνδρας ἀρεσκείας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸ μὲν βασανίζουσαι καὶ κονιῶσαι καὶ ἑτέραις κολάσεσι κατατείνουσαι, τὴν δὲ ἀνελευθερίας, κολακείας, ὑποκρίσεως, μικροψυχίας, φροντίδων περιττῶν καὶ ἀνονήτων πληροῦσαι.

Ἀλλὰ μιᾷ ῥήσει πάντα ταῦτα αἰνιξάμενος ἀφῆκε τῷ συνειδότι τῶν ἀκουόντων αὐτὰ ἀναλογίσασθαι, καὶ δείξας οὕτω τῆς παρθενίας τὴν ὑπεροχὴν καὶ πρὸς αὐτὸν ἄρας αὐτὴν τὸν οὐρανόν, πάλιν μετατίθησιν ἐπὶ τὴν τοῦ γάμου συγχώρησιν τὸν λόγον, πανταχοῦ δεδοικὼς μή τις τὸ πρᾶγμα ἐπίταγμα εἶναι νομίσῃ. Διόπερ οὐδὲ ἠρκέσθη ταῖς προτέραις παραινέσεσιν ἀλλ᾽ εἰπών· «Ἐπιταγὴν κυρίου οὐκ ἔχω», καὶ «Ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε», πάλιν ἐνταῦθά φησιν· «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω.»

Ὅτι οὐχ ἡ παρθενία βρόχος ἀλλὰ τὸ ἡμῖν ἀπρόθυμον. Ὑπὲρ οὗ καὶ διαπορήσειεν ἄν τις εἰκότως, πῶς ἀνωτέρω λύσιν δεσμῶν τὸ πρᾶγμα καλῶν καὶ πρὸς τὸ συμφέρον ἡμῖν αὐτὸ συμβουλεύειν λέγων, καὶ ἵνα θλῖψιν μὴ ἔχωμεν καὶ ἵνα ἀμέριμνοι ὦμεν καὶ ἐπειδὴ φείδεται ἡμῶν καὶ διὰ τούτων ἁπάντων δεικνὺς τὸ κοῦφον αὐτοῦ καὶ φορητὸν ἐνταῦθά φησιν· «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω;» Τί οὖν ἐστιν; Οὐ τὴν παρθενίαν βρόχον ἐκάλεσεν—ἄπαγε—ἀλλὰ τὸ μετὰ βίας καὶ ἀνάγκης αἱρεῖσθαι τοῦτο τὸ καλόν. Καὶ γὰρ οὕτως ἔχει. Πᾶν ὅπερ ἂν βιαζόμενος καὶ μετὰ τοῦ μὴ βούλεσθαι καταδέχηταί τις, κἂν σφόδρα κοῦφον ᾖ, πάντων ἀφορητότερον γίνεται καὶ ἀγχόνης χαλεπώτερον τὴν ἡμετέραν ἀποπνίγει ψυχήν. Διὰ τοῦτο εἶπεν· «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω», τοῦτό ἐστιν· ἅπαντα τὰ καλὰ τῆς παρθενίας εἶπον καὶ ἀπέδειξα, καὶ μετὰ ταῦτα ὅμως ἅπαντα τὴν αἵρεσιν ὑμῖν ἐπιτρέπω τοῦ πράγματος, οὐχὶ μὴ βουλομένους ἕλκω πρὸς τὴν ἀρετήν. Οὐδὲ γὰρ ὑμᾶς θλῖψαι βουλόμενος ταῦτα συνεβούλευσα ἀλλ᾽ ὥστε μὴ τὴν εὐσχήμονα προσεδρίαν ὑπὸ τῶν βιωτικῶν ἐκκοπῆναι πραγμάτων.

Σὺ δέ μοι θέα κἀνταῦθα τοῦ Παύλου τὴν σύνεσιν, πῶς ταῖς παραιτήσεσι πάλιν παραίνεσιν ἐπεισήγαγε καὶ διὰ τῆς συγχωρήσεως συμβουλήν. Τὸ γὰρ εἰπεῖν «Οὐκ ἀναγκάζω ἀλλὰ παραινῶ», καὶ προσθεῖναι «διὰ τὸ εὔσχημον καὶ εὐπρόσεδρον», ἔδειξε τῆς παρθενίας τὸ θαυμαστὸν καὶ τὸ κέρδος ὅσον ἡμῖν ἐν τῇ κατὰ Θεὸν ἀπ᾽ αὐτῆς γίνεται πολιτείᾳ.

Οὐ γὰρ ἔνι τὴν βιωτικαῖς ἐμπεπλεγμένην φροντίσι καὶ πανταχοῦ περιελκομένην εὐπρόσεδρον εἶναι, τῆς σπουδῆς καὶ σχολῆς ἁπάσης εἰς πολλὰ μεριζομένης, εἰς ἄνδρα λέγω καὶ οἰκίας ἐπιμέλειαν καὶ τῶν ἄλλων ἁπάντων ἅπερ ὁ γάμος ἐπισύρεσθαι εἴωθεν.

Ὅτι ἡ τὰ βιωτικὰ μεριμνῶσα οὐκ ἂν εἴη παρθένος. Τί οὖν φησιν ὅταν καὶ ἡ παρθένος πολλὰ πραγματεύηται καὶ μερίμνας ἔχῃ βιωτικάς—ἄπαγε—ἔξω ταύτην ἑλκύσας τοῦ τῶν παρθένων χοροῦ; Οὐ γὰρ ἀρκεῖ τὸ μὴ γαμηθῆναι ποιῆσαι παρθένον ἀλλὰ δεῖ καὶ τῆς ψυχικῆς ἁγνείας, ἁγνείαν δὲ λέγω οὐ τὸ πονηρᾶς καὶ αἰσχρᾶς ἐπιθυμίας ἀπηλλάχθαι μόνον καὶ καλλωπισμάτων καὶ περιεργίας, ἀλλὰ καὶ φροντίδος εἶναι καθαρὰν βιωτικῆς. Ἂν δὲ μὴ τοῦτο ᾖ, τί τὸ ὄφελος τῆς σωματικῆς καθαρότητος; Ὥσπερ γὰρ στρατιώτου οὐδὲν αἰσχρότερον γένοιτ᾽ ἂν τὰ ὅπλα ῥίψαντος καὶ καπηλείοις σχολάζοντος, οὕτως οὐδὲ παρθένων ἀσχημονέστερον βιωτικαῖς ἐνδεδεμένων φροντίσι. Καὶ γὰρ αἱ πέντε ἐκεῖναι καὶ λαμπάδας εἶχον καὶ παρθενίαν ἤσκησαν ἀλλ᾽ οὐδενὸς τούτων ἀπώναντο, ἀλλὰ τῶν θυρῶν ἀποκλεισθεισῶν ἔμενον ἔξω καὶ ἀπώλλυντο. Καὶ γὰρ ἡ παρθενία διὰ τοῦτο καλὸν ὅτι πᾶσαν ἐκκόπτει φροντίδος ὑπόθεσιν περιττῆς καὶ πᾶσαν σχολὴν τοῖς κατὰ Θεὸν ἀνατίθησιν ἔργοις, ὡς ἂν μὴ τοῦτο ἔχοι, πολὺ τοῦ γάμου πάλιν ἐλάττων γίνεται ἀκάνθας ἐν τῇ ψυχῇ περιφέρουσα καὶ τὸν καθαρὸν καὶ οὐράνιον συμπνίγουσα σπόρον.