Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ πραότητος λόγος

Ἰωάννης ὁ Χρυσόστομος

Η καταστροφική φύση της οργής και το πρότυπο της θείας μακροθυμίας

Αντιπαραβολή μεταξύ των συνεπειών του πάθους της οργής και της ανάγκης για μίμηση της μακροθυμίας του Θεού, με ύψιστο πρότυπο την πραότητα του Χριστού απέναντι στους εχθρούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τί γὰρ ἂν γένοιτο χεῖρον ὀργῇ δουλευόντων ἀνθρώπων; τίς δὲ τὸν τοιοῦτον ὁρῶν, οὐκ ἀποστρέφει τοὺς ὀφθαλμούς; Ἀνὴρ ὀργίλος ἀηδὴς μὲν τοῖς ἀπαντῶσιν, ἀηδὴς δὲ τοῖς γείτοσι, κἂν εἰς χρείαν καταστῇ χρημάτων, οὐ ῥᾳδίως εὐπορεῖ τῶν κουφιζόντων τὴν πενίαν· κοινός ἐστι πολέμιος καὶ πολιτῶν καὶ ξένων, βοῶν καὶ κεκραγὼς, πληγὰς τοῖς ἀπαντῶσιν ἐντείνων, ῥητὰ καὶ ἄῤῥητα λέγων· τῷ τοιούτῳ τὸ βλέμμα ταράττεται, τὸ πρόσωπον οἰδαίνει, ἡ γλῶσσα λυσσᾷ, ῥᾳδίως αἱ χεῖρες ἐπὶ πάντα φέρονται, τὰ τῶν δαιμονώντων ὁ τοιοῦτος ἐργάζεται· καί τις ὁρῶν θυμούμενον ἄνθρωπον, ἀπορήσειεν ἂν εἴτε ὁ δαίμων ἐλαύνει τὸν ἄθλιον, εἴτε ἑκὼν εἰς τοσαύτην ἐξηνέχθη μανίαν. Ὀργὴ δαίμων ἑκούσιος, αὐθαίρετος μανία, ἐρημία φρενῶν· ὁ θυμούμενος τοῦ διαβόλου παίγνιον, ἐργαστήριον δαιμόνων, τῆς ἐκείνων πονηρίας ὑπηρέτης ἄξιος. Εἰπέ μοι, τί μάλιστα βούλονται τοὺς ἀνθρώπους οἱ δαίμονες ἐργάζεσθαι; οὐχὶ γονέας ὑβρίζειν; οὐχὶ τὰς μιαρὰς χεῖρας τοῖς γεγεννηκόσιν ἐπάγειν; οὐχὶ βλασφημεῖν τὸν Θεόν; Ταῦτα τοίνυν ἅπαντα τῶν θυμουμένων ἔργα.

Ὥστε καὶ ἀσεβείας ὁ θυμὸς ῥᾳδίως αἴτιος γίνεται τοῖς ὀργῇ δουλεύουσιν· οὐδὲ γὰρ κρατεῖν ἑαυτοὺς δύνανται ταχέως οἱ δεδωκότες ἑαυτοὺς τῷ θυμῷ· ἀλλ᾽ ὥσπερ ἐν χειμῶνι καὶ ζάλῃ θαλάττης, κυβερνήτου μὴ παρόντος, παραλαμβάνοντα τὰ κύματα τὴν ναῦν ἔρημον ὑποβρύχιον ποιεῖ ταχέως· οὕτως ὁ θυμὸς ὥσπερ τις σκηπτὸς καὶ χειμὼν ἐμπεσὼν τῇ ψυχῇ, ἔκφρονα καὶ παραπλῆγα ποιεῖ ταχέως τὸν αὐτῷ δουλεύοντα. Τί οὖν, εὖ φρονούντων ἀνθρώπων ἐστὶ προαναστέλλειν τὸ νόσημα, καὶ πρὶν εἰς ὀργὴν ἐξενεχθῆναι, κατέχειν τὴν ψυχὴν, καὶ ταῖς ἀπὸ τῆς Γραφῆς νουθεσίαις κοιμίζειν τὸν θυμόν. Εἰ γὰρ τῶν γοήτων ἐπῳδαῖς εἴκει τὰ θηρία ῥᾳδίως, τί θαυμάζεις εἰ τὰ λόγια τοῦ Χριστοῦ ψυχὴν ἀγριαίνουσαν εἰς γαλήνην καὶ ἰσοψυχίαν μεταῤῥυθμίζει ταχέως;

Πᾶσα, φησὶ, πικρία καὶ ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ· γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς· ἐάν τις πρός τινα ἔχῃ μομφὴν, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ. Ὁρᾶτε οἷός ἐστιν ὁ πρᾶος; τίνος ὀνομάζεται μιμητής; οὐκ ἀγγέλων, οὐκ ἀρχαγγέλων, ἀλλὰ τοῦ Δεσπότου τῶν ὅλων. Καίτοι κἀκεῖνοι πραότατοι καὶ πάσης ἀρετῆς γέμοντες· ἀλλ᾽ ὅμως ὁ Παῦλος ζηλωτὰς Θεοῦ τοὺς ἡμέρους ὠνόμασεν, ἵνα διὰ τοῦ μεγέθους τῆς τιμῆς πραοτάτους εἶναι παιδεύσῃ τοὺς ἀκούοντας, ἵνα πᾶς ὁ ὑβριζόμενος ἢ ἄλλο τι πάσχων δεινὸν, πράως ἐνέγκῃ τὰς λοιδορίας, καὶ κρατήσῃ τῆς ὀργῆς, ὡς τῷ Θεῷ μέλλων ἀκολουθεῖν ἐν τῷ κρατεῖν τῆς ὀργῆς. Τίνα γὰρ δὴ τὰ Θεοῦ; Ἄνωθεν μὲν ἅπαντα καὶ ὁρᾷ καὶ ἀκούει, ἐν δὲ τοῖς ἐπὶ γῆς καὶ λεγομένοις καὶ πραττομένοις ἀδικήματα πολλά. Εἰσὶ δέ τινες εἰς τοσοῦτον ἥκοντες ἀσεβείας, ὡς καὶ βλασφημεῖν τὸν Θεὸν, ὅταν τι παρὰ τῶν πραγμάτων λυπῶνται, καὶ βλέποντες εἰς τὸν οὐρανὸν, οὐδενὸς ἀπέχονται ῥήματος· ὁ δὲ Θεὸς ἀνέχεται, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαμβάνειν δίκην παρὰ τῶν ἀσεβούντων, οὐ λαμβάνει; Εἰ δὲ πάντας τοὺς ἁμαρτάνοντας ἐκόλαζεν ὁ Θεὸς, σφόδρα ἂν ὀλίγον ἦν τὸ σωζόμενον, καὶ οὐδ᾽ ἂν ἐξήρκουν οἱ ζῶντες πρὸς τὰς ταφάς. Διὰ τοῦτό φησιν ὁ Δαυΐδ· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;

ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι. Νῦν δὲ καὶ ἐν αὐτῷ τούτῳ δεικνύει τὴν ἑαυτοῦ φιλανθρωπίαν ὁ Θεὸς, τῷ μηδὲ δικαίως κολάζειν. Ὅστις οὖν ἐοικέναι βούλεται τῷ Θεῷ, κατὰ δύναμιν ἀνθρωπίνην πρᾶος ἔστω καὶ ἥμερος, καὶ φερέτω γενναίως, ὅταν τι πάσχῃ παρὰ τῶν ἄλλων δεινόν.

Ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.

Πολλαὶ μὲν οὖν εἰσιν ἀρεταὶ Χριστιανοῖς ἀνδράσι πρέπουσαι, μείζων δὲ ἁπασῶν ἡ πραότης· τοὺς γὰρ ἐν ταύτῃ διαλάμποντας μόνους τοῦ Θεοῦ ζηλωτὰς ὁ Χριστὸς ὀνομάζει. Προσήκει τοίνυν ἡμᾶς, ὅταν ὑβρίζῃ τις ἢ τύπτῃ ἢ ἄλλο τι πράττῃ δεινὸν, ἡσυχαζούσῃ ψυχῇ πάντα γενναίως ὑπομένειν, ἐνθυμουμένους ὅτι τοῦ Θεοῦ μιμητὰς ἡ πραότης ποιεῖ. Καὶ γὰρ αὐτὸς ὁ Δεσπότης καὶ Σωτὴρ ἡμῶν ὑβριζόμενος, πληγὰς λαμβάνων, προσηλούμενος, σταυρούμενος, πράως ἤνεγκε τὴν Ἰουδαίων μανίαν, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαβεῖν δίκην παρὰ τῶν ἀσεβούντων, οὐκ ἔλαβεν, ἀλλὰ τὴν μὲν δύναμιν ἔδειξεν ἐν τῷ σεῖσαι τὴν γῆν καὶ νεκροὺς ἀναστῆσαι καὶ κρύψαι τὸν ἥλιον καὶ νύκτα τὴν ἡμέραν ποιῆσαι, τὴν δὲ πραότητα καὶ φιλανθρωπίαν ἐν τῷ μηδένα τῶν ἠσεβηκότων κολάσαι· ἵνα μάθωσιν ἅπαντες οἱ τὰς ἀσεβεῖς χεῖρας προσάγοντες τῷ Δεσπότῃ, ὅτι ῥᾳδίως ἂν τοὺς μανέντας ἐκόλαζεν ὁ ῥᾳδίως οὕτω σείσας τὴν γῆν καὶ τὸν ἥλιον ἐξαίφνης ἀφανῆ γενέσθαι προστάξας· νῦν δὲ ἐπειδήπερ ἐστὶν ἥμερος, καὶ πράως φέρει τὴν μανίαν τῶν ἀσεβῶν, οὐκ αὐτὸς μόνος ἡμέρως ἠνέσχετο τῶν σταυρούντων, τῶν βλασφημούντων, ἀλλὰ καὶ τὸν Πατέρα παρεκάλει, μὴ χρήσασθαι κατὰ τῶν ἀσεβῶν τοῖς οὐρανίοις βέλεσιν.