Τοῖς τοιούτοις οὐδὲ ὕπνος καθαρεύει παθημάτων, ἀλλὰ τὸν ἐχθρὸν παρεῖναι καὶ λοιδορεῖσθαι καὶ τύπτειν νομίζοντες, ἐκ τῶν ὕπνων ἀναπηδῶσιν, ἐρῶντες τῆς ἀλλήλων σφαγῆς πλέον ἢ τραπέζης· ἕτεροι δὲ ὑπὸ τῆς ὀργῆς μεθύοντες, συκοφάντας μισθούμενοι, καὶ πράγματα ἀμύθητα παρέχοντες ἀλλήλοις, ὅσῳ ἂν πλείω κακὰ παράσχωσιν ἀλλήλοις, τοσούτῳ μᾶλλον εἰς μανίαν ἐρεθιζόμενοι. Ὅπερ γάρ φασι τοὺς μεθύοντας πάσχειν, ὑπὸ τῆς ἀπλήστου μέθης εἰς χαλεπωτέραν δίψαν ἐκφέρεσθαι, τοῦτο πάσχουσιν οἱ δουλεύοντες ὀργῇ, ὑπὸ τῆς ἀμέτρου φιλονεικίας εἰς μείζω καὶ χαλεπωτέραν ἐκφερόμενοι μανίαν· ὁ μὲν δοῦλον ἐκάλεσεν, ὁ δὲ πόρνης υἱὸν, ὁ μὲν ἀνόητον, ὁ δὲ μαινόμενον, ὁ μὲν κλέπτην καὶ ἄδικον, ὁ δὲ πάσης πονηρίας ἀνάμεστον. Εἶτα ὑπὸ τῆς ὀργῆς μεθύοντες, συμπλακέντες ἀλλήλοις, μικροῦ δεῖν τὰ θηρία μιμοῦνται, τύπτοντες, λακτίζοντες, δάκνοντες, κατακόπτοντες τὰ σώματα, οὐδενὸς φειδόμενοι μέρους, οὐκ ὀφθαλμῶν, οὐκ ὤτων, οὐ ῥινὸς, οὐ προσώπου, οὐκ ἄλλου μέλους τινὸς, ἀλλὰ συῤῥαγέντες ἀλλήλοις καὶ κατακόψαντες ἑαυτοὺς, καὶ τί κακὸν οὐ ποιήσαντες;