Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ πραότητος λόγος

Ἰωάννης ὁ Χρυσόστομος

Αγιογραφικά παραδείγματα πραότητας και κατακλείδα

Αναφορά σε εξέχουσες βιβλικές μορφές, όπως ο Μωυσής, ο Δαβίδ, οι απόστολοι και ο πρωτομάρτυρας Στέφανος, ως πρότυπα πραότητας, και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Τούτῳ μὲν γὰρ ὁ Μωϋσῆς πράως ἀνεχόμενος τῆς τῶν Ἰουδαίων μανίας, καὶ ταῖς εὐχαῖς τοὺς ἐχθροὺς διασώζων, τῆς ἐν οὐρανοῖς τιμῆς τε καὶ εὐδοξίας πρὸ τῶν ἄλλων ἀπήλαυσεν, καὶ τοῦ Θεοῦ φίλος ἐκλήθη· τούτῳ δὲ ὁ Δαυῒδ τῶν ἐχθρῶν καὶ πολεμίων φεισάμενος, εἰς πολλὴν εὔνοιαν καὶ φιλίαν τὸν Θεὸν ἐπεσπάσατο. Ἅπαντα μὲν γὰρ ἄνθρωπον τοῦτο κοσμεῖν δύναται, διαφερόντως δὲ τοὺς ἐν ταῖς ἐξουσίαις.

Τὸ γὰρ, πάντα ποιεῖν ἐπιτρεπούσης τῆς βασιλείας, κατέχειν ἑαυτὸν, καὶ τὸν τοῦ Θεοῦ νόμον ἡγεμόνα ποιεῖσθαι τῶν ἔργων, μέγα μὲν εἰς εὐφημίαν τε καὶ δόξαν. Καὶ μὴν καὶ Παῦλος καὶ Πέτρος τῆς οὐρανίας ἁψῖδος ἁψάμενοι διὰ τὴν ἀρετὴν, ᾗ συνέζησαν, ἀπὸ τῆς ἡμερότητος μᾶλλον ἢ τῶν ἄλλων ἐξέλαμψαν ἀγαθῶν, τοὺς λοιδοροῦντας τιμῶντες, τοὺς ἐχθροὺς εὖ ποιοῦντες. τοὺς καταλιθάσαντας πολλάκις ταῖς εὐχαῖς διασώζοντες· ᾔδεισαν γὰρ τοῦτο μάλιστα κεχαρισμένον τῷ Θεῷ ποιοῦντες, καὶ πρὸ τῶν ἄλλων ἀγαθῶν ἐν οὐρανοῖς θαυμαζόμενον. Δι᾽ ὅπερ αὐτοί γε τὸν ἑαυτῶν βίον ἡμερότητι κοσμοῦντες ἐφάνησαν, καὶ τοὺς ἄλλους ἀνθρώπους ἐπὶ ταύτην παρακαλοῦντες. Ἐπεὶ καὶ τὸν Στέφανον ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας κινδύνοις ὑπὲρ τῶν ἐχθρῶν ὁρῶντες εὐχόμενον, ὁμοίως ἐπί τε τῇ πραότητι καὶ τοῖς ἀγῶσι θαυμάζομεν. Ἐπειδὴ τοίνυν τοσούτους καὶ τοιούτους ἡγεμόνας ἐπιεικείας ἔχομεν, παρακαλέσωμεν ἑαυτοὺς καὶ ἀλλήλους τοῖς ἐκείνων ἴχνεσιν ἕπεσθαι, καὶ διὰ πραότητος τῷ Θεῷ λειτουργεῖν, ὡς ταύτην μᾶλλον ἀσμένως δεχομένῳ τὴν λειτουργίαν, ἢ τὰς ἄλλας ἁπάσας ἀρετάς.

Καὶ γὰρ ὁ θειότατος Παῦλος ἀρετὴν ἀποστόλου δεῖξαι βουλόμενος, ἐκ τῆς ἡμερότητος μάλιστα βούλεται τὸν τοῦ Χριστοῦ διάκονον φαίνεσθαι· καίτοι πολλὰ εἶχεν εἰπεῖν, εἴ γε λέγειν ἐβούλετο τὰ κοσμοῦντα τὸν ἀπόστολον, δαιμόνων ἔλασιν, νεκρῶν ἀνάστασιν· ἀλλ᾽ ὅμως πάντα ὑπερβὰς ἐκεῖνα, τὴν ἐν τοῖς ἤθεσιν ἐπιείκειαν ἄνω καὶ κάτω διεξέρχεται, ὅπως ἡμέρως προσενήνεκται τοῖς ἐχθροῖς διεξιών τε καὶ λέγων, ἵνα πείσῃ καὶ ἡμᾶς τοῖς οἰκείοις ἴχνεσιν ἕπεσθαι, καὶ χρηστοὺς εἶναι καὶ πράους. Δίκαιον οὖν τοῖς ἁγίοις ἐκείνοις ἀκολουθεῖν, κἀκείνους ποιεῖσθαι τοῦ βίου παράδειγμα, ἵνα πᾶσι τοῖς καλοῖς ἐκλάμποντες, τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ Πνεύματι ἁγίῳ πᾶσα δόξα, τιμὴ, καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.