πόσην χρηστότητα, πόσην φιλανθρωπίαν ἐφ᾽ ἡμῶν ὁ Θεὸς ἐπιδείξεται, ὁ μόνον ἐλεεῖν ἐθέλων ἀεὶ, κολάζειν δὲ οὐδεπώποτε, ὁ καὶ τὰς τιμωρίας διὰ πολλὴν φιλανθρωπίαν ἀπειλήσας ἡμῖν, καὶ μεγάλας ἑτοιμάσας τιμὰς, ἵνα καὶ φόβος καὶ τιμῆς ἐλπὶς, ἡ μὲν ἐπεγείρῃ πρὸς ἀρετὴν, ὁ δὲ κωλύσῃ πονηρευμάτων! Οὐ δύναμαι τοῦ κριτοῦ τῆς ἀδικίας ἀποστῆσαι τὴν διάνοιαν, θεωρῶν ἐν τῇ ἐκείνου παρὰ φύσιν πραότητι τὴν ἀμύθητον τοῦ Θεοῦ φιλανθρωπίαν. Εἰ γὰρ ὁ μηδέποτε μηδὲν χρηστὸν ἐπιδείξασθαι βουληθεὶς, ἄφνω μεταθέμενος, τὴν δεομένην ἠλέησε, πόσην ἡμῖν ἐξ οὐρανοῦ κηδεμονίαν οἱ προσευχαὶ κομίσουσι; Γνοίη δ᾽ ἄν τις τὴν ἰσχὺν καὶ τὴν δύναμιν τῶν ἁγίων προσευχῶν, σκοπῶν καὶ θεωρῶν ὅσων ἀγαθῶν καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν ἀπολαύουσιν οἱ πάντοτε τῷ Θεῷ προσπίπτοντες. Τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ τοῦ ἡλίου τὸ φῶς, καὶ τῶν ἀστέρων, καὶ τῆς σελήνης, καὶ ἀέρων εὐκρασίαν, καὶ τροφὰς παντοίας, καὶ πλοῦτον, καὶ βίον, καὶ μυρία ἀγαθὰ πᾶσιν ἀνθρώποις ὁμοίως ὁ Θεὸς χαρίζεται, καὶ δικαίοις καὶ ἀσεβέσι, διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν, ᾗ κέχρηται πρὸς ἡμᾶς; Εἰ δὲ τοὺς μὴ δεομένους, μηδὲ αἰτοῦντας, οὕτως ἐλεεῖ καθ᾽ ἡμέραν καὶ ἀναπαύει, πόσων εἰκὸς ἀγαθῶν ἀπολαύσεσθαι τοὺς ἐν εὐχαῖς καὶ δεήσεσι πάντα τὸν βίον ἐσχολακότας;