Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ προσευχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η αδιάλειπτη νοερή προσευχή, οι καρποί της και τα βιβλικά πρότυπα

Προτροπή σε διαρκή μνήμη του Θεού και πνευματική άνοδο προς την Αγία Τριάδα. Αναφορά στις ευεργεσίες της προσευχής με βάση τα παραδείγματα των βιβλικών προσώπων, καθώς και την ησυχία του Χριστού και των Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Οὐ γὰρ χρὴ μόνον ἐπὶ τὴν εὐχὴν ἀπιόντα ὀξέως ἀπάγειν τὸν λογισμὸν πρὸς τὸν Θεόν· ἀλλὰ δεῖ καὶ ἐπί τινας ἀσχολούμενον χρείας, ἢ περὶ κηδεμονίαν πτωχῶν, ἢ περὶ φροντίδας ἑτέρας, ἢ ἐπωφελεῖς εὐποιΐας, τὸν πόθον καὶ τὴν μνήμην τοῦ Θεοῦ καταμίσγειν, ἵνα καθάπερ ἅλατι τῇ τοῦ Θεοῦ ἀρτυομένη ἀγάπῃ, βρῶμα ἡδύτατον τῷ πάντων Δεσπότῃ γίνωνται.

Δυνάμεθα δὲ τὴν ἐκ ταύτης ὄνησιν παρὰ πάντα τὸν βίον ἀναφαίρετον κτήσασθαι, ταύτῃ τὸ πλεῖστον ἀπονέμοντες τοῦ καιροῦ. Εὐχὴ φωτισμὸς ψυχῆς, ἀληθὴς Θεοῦ ἐπίγνωσις, Θεοῦ καὶ ἀνθρώπων μεσίτης, παθῶν ἰατρὸς, ἀλεξιφάρμακον νόσων, γαλήνη ψυχῆς, ὁδηγὸς οὐρανία, οὐ περὶ γῆν στρεφομένη, ἀλλ᾽ εἰς αὐτὴν τῶν οὐρανῶν πορευομένη τὴν ἁψῖδα. Ὑπερπηδᾷ κτίσματα, τέμνει νοητῶς τὸν ἀέρα, ὑπὲρ τὸν ἀέρα πορεύεται, διαβαίνει τὰς τῶν ἄστρων χορείας, ἀνοίγει πύλας οὐρανῶν, ὑπὲρ τοὺς ἀγγέλους γίνεται, Θρόνους καὶ Κυριότητας παρέρχεται, διαβαίνει τὰ Χερουβὶμ, καὶ ὑπεράνω πάσης φύσεως γενητῆς γενομένη, πρὸς αὐτὴν τὴν ἀπρόσιτον παραγίνεται Τριάδα. Ἐκεῖ προσκυνεῖ τῇ θεότητι, ἐκεῖ καταξιοῦται συνόμιλος γενέσθαι τῷ οὐρανίῳ βασιλεῖ. Δι᾽ αὐτῆς ἡ ψυχὴ μετέωρος ἀρθεῖσα εἰς οὐρανοὺς, περιπλέκεται τῷ Κυρίῳ περιπλοκαῖς ἀῤῥήτοις, ὥσπερ νήπιον πρὸς ἰδίαν μητέρα μετὰ δακρύων βοᾷ τοῦ θείου γλιχομένη γάλακτος· αἰτεῖ δὲ τὰ οἰκεῖα θελήματα, καὶ λαμβάνει δωρεὰς κρείττονας πάσης ὁρατῆς φύσεως.

Πρέσβις γὰρ αἰδέσιμος ὑπάρχει εὐχὴ, χαροποιεῖ τὴν καρδίαν, ἀναπαύει τὴν ψυχὴν, φόβον ἐγγενᾷ κολάσεως, βασιλείας οὐρανῶν ἐπιθυμίαν, ταπεινοφροσύνην διδάσκει, ἐπίγνωσιν ἁμαρτίας παρέχει, ἁπαξαπλῶς πᾶσι κατακοσμεῖ τοῖς ἀγαθοῖς τὸν ἄνθρωπον, ὥσπερ τινὰ πέπλον ποικίλον πᾶσαν φύσιν ἀρετῆς τῇ ψυχῇ περιτιθεῖσα. Αὐτὴ καὶ τῇ Ἄννῃ τὸν Σαμουὴλ ἐδωρήσατο, καὶ τοῦτον προφήτην τοῦ Κυρίου ἀπέδειξεν· αὐτὴ καὶ τὸν Ἠλίαν ζηλωτὴν τοῦ Κυρίου πεποίηκεν· καὶ τῆς ἐπὶ τὴν θυσίαν καθόδου τοῦ οὐρανίου πυρὸς ὁδηγὸς γεγένηται. Τῶν γὰρ ἱερέων τῆς Βάαλ πανημέριον ἐπικαλουμένων τὸ εἴδωλον, αὐτὸς ἐκ καθαρᾶς καρδίας τὴν φωνὴν ἀνατείνας, καὶ βοήσας καρδίᾳ καὶ στόματι, τὸ πῦρ κατήγαγεν ἐξ οὐρανῶν, μαρτυρία τῆς εὐχῆς τῆς δικαίας. Καθάπερ γάρ τις ἀετὸς ἐπὶ τὸ θυσιαστήριον ἐπιπτὰς, τῷ λάβρῳ τῆς φύσεως κατεκάρπωσεν ἅπαντα. Τοῦτο δὲ πεποίηκεν ὁ μέγας θεράπων τοῦ Θεοῦ Ἠλίας ὁ ζηλωτὴς, ἡμᾶς ἐπὶ τὰ πνευματικὰ διὰ τῶν τότε παιδαγωγῶν, ἵνα καὶ ἡμεῖς ἐκ καρδίας πρὸς τὸν Θεὸν βοῶντες, τὸ ἄῤῥητον τοῦ Πνεύματος πῦρ ἐπὶ τὸ θυσιαστήριον τῆς ἡμετέρας καρδίας κατελθεῖν προτρεψώμεθα, διὰ τοῦτο τέλειον ὁλοκάρπωμα γινόμενοι τῷ Κυρίῳ.

Εὐχὴ καὶ Μωυσῆν τὸν νομοθέτην ἱλαστήριον τοῦ Θεοῦ πεποίηκεν τὸν Ἰσραὴλ, καὶ πρόπαια κατὰ τῶν ἐναντίων τοῖς Ἰσραηλίταις ἔπηξεν. Δι᾽ εὐχῆς καὶ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τὸ μέγα καὶ περιφανέστατον ἐν τοῖς οὐρανοῖς ἄστρον τὸν ἥλιον, μέσον ἤδη τοῦ πόλου κατατέμνοντα τὸν αἰθέρα, ἐν αὐτῷ τῷ τόπῳ καιρὸν ἡμέρας διατρίψαι πεποίηκεν. Οὕτω δὴ ταύτῃ τὰ πρεσβεῖα τῶν ἐντολῶν ὁ Κύριος ἔδωκεν, ὥστε πόλεων καὶ κωμῶν καὶ τῶν ἰδίων ἀποφεύγοντα μαθητῶν, ἐν ταῖς ἐρήμοις ὑποχωρεῖν τῆς προσευχῆς ἕνεκεν, ἵνα ἐκτὸς θορύβων καὶ περιστάσεων ἀνθρωπίνων ἐν ἡσυχίᾳ ταύτῃ μετὰ μεγάλου πόθου προσομιλῇ, διδάσκων ἡμᾶς ἅμα, ὅτι χρὴ τὸν τοιαύτην ἐπαγγελλόμενον πολιτείαν, τόπους καταλαμβάνειν ἐρήμους, ἀπερισπάστως τὸ τοιοῦτον πράττοντας. Δι᾽ εὐχῆς καὶ τὸ μέγα τῶν ἀποστόλων σύστημα κατηξιώθη τὸν Παράκλητον δέξασθαι σήμερον· τούτου γὰρ ἕνεκεν περὶ αὐτῆς ὑμῖν ἠναγκάσθην σήμερον διεξελθεῖν. Εὐχὴ, τοῦ σώματος ἐπὶ γῆς κειμένου, τὴν ψυχὴν πρὸς ἐκείνην τὴν ἐπουράνιον ἀποκομίζει πηγὴν, κἀκείνου τοῦ πόματος ἐμφορήσασα ταύτην ποιεῖ ἐν αὐτῇ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.