Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ προσευχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Αναίρεση της ψευδούς ντροπής και ανάγκη εξομολόγησης

Έλεγχος της υποκρισίας όσων ντρέπονται να εξομολογηθούν τα σφάλματά τους, ενώ δεν δίστασαν κατά τη διάπραξη των αμαρτημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Οὕτως οὖν σατανικὰ ταῦτα τὰ ῥήματα λέγεις; Μάθε, τίνας καλεῖ ὁ Χριστὸς ἐλθὼν ἐπὶ τῆς γῆς, δικαίους, ἢ ἁμαρτωλούς· λέγει γὰρ οὕτως· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἁμαρτωλός εἰμι, φησὶ, καὶ πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν ἵνα γένωμαι δίκαιος; Καλὰ λέγεις· ὅτι ἀκούω, καὶ οὐ φυλάττω· καὶ τί μοι τὸ ὄφελος; Κἀγὼ πάλιν λέγω σοι· κἂν φυλάττῃς, κἂν οὐ φυλάττῃς, μόνον εἴσελθε εἰς τὴν ἐκκλησίαν, ἀκούεις τῶν θείων Γραφῶν, ἄκουε τῆς ἀναγνώσεως.

Οἶδα ἀληθῶς, ὅτι ἐὰν εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ ἀκούεις τῶν θείων Εὐαγγελίων, καὶ τῶν διδασκάλων τῶν ἀποστόλων, καὶ τῶν θείων πατέρων, κἂν λιθίνην καρδίαν ἔχῃς, κἂν θηρίου γνώμην καὶ ἀγριότητα, ὀψέ ποτε καὶ ῥᾳδίως κατανυγῆναι ἔχεις. Ἁμαρτωλὸς εἶ; εἴσελθε εἰς τὴν ἐκκλησίαν, πρόπεσον, κλαῦσον, θρήνησον, στέναξον, δάκρυσον. Ἥμαρτες; ἐξομολόγησαι Θεῷ τὰς ἁμαρτίας σου· εἰπὲ μόνον τὸ, Ἥμαρτον· εἰπὲ τῷ Θεῷ τῷ εἰδότι πρὶν γενέσεως αὐτοῦ· εἰπὲ τῷ Θεῷ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς· εἰπὲ ἐνταῦθα, ἵνα μὴ ἐκεῖ ὑπὸ μυριάδων ἀγγέλων καὶ ἀνθρώπων αἰσχυνόμενος ἐλεγχθῇς. Εἰπέ μοι, τί ἐστι κάλλιον ὧδε ἐν ἐκκλησίᾳ τῷ Θεῷ μόνῳ ἐξομολογήσασθαι καὶ τῷ πνευματικῷ σου πατρὶ, ἢ ἐκεῖ ὑπὸ τοσούτων μυριάδων δημοσιεύεσθαι; Ἁμαρτωλὸς εἶ; εἰπὲ μόνον, οὐδὲν ἄλλο σε ἀπαιτῶ, μόνον στέναξον. Ποία ἀνάγκη τοῦτο; ποία θλῖψις; ποία χρημάτων δαπάνη; Ποία δυσκολία εἰπεῖν μόνον τὸ, Ἥμαρτον; Ἀλλὰ λέγεις, ὅτι Αἰσχύνομαι. Ἄθλιε καὶ ταλαίπωρε, ὅτε ἐποίεις τὴν ἁμαρτίαν, οὐκ ᾐσχύνου, καὶ ὅτε μετανοῆσαι καὶ σωθῆναι θέλεις, αἰσχύνῃ; ὅτε περιεπλέκου τὴν πόρνην τὴν πονηρὰν, καὶ πονηρὰν πρᾶξιν ποιῶν, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; ὅτε ἡμάρτανες, ὅτε ἐπόρνευες καὶ ἐμοίχευες, οὐκ ᾐσχύνου, καὶ ὅταν μετανοήσῃς καὶ θέλῃς σωθῆναι, τότε αἰσχύνῃ;

ὅτε ἥρπαζες τὰ ἀλλότρια, ὅτε χήρας ἔθλιβες καὶ κατεφρόνεις πένητας, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; ὅτε ὤμνυες τὸ φρικτὸν ὄνομα τοῦ Θεοῦ, καὶ ἐψευδομαρτύρεις, ὅτε ἐπιώρκεις, ὅτε πᾶν κακὸν καὶ πονηρὰ ἔργα, ἃ μισεῖ ὁ Θεὸς, ἔπραττες, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ;