Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ψευδοπροφητῶν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή και η αναγκαιότητα της μελέτης των Γραφών έναντι των αιρέσεων

Αναγγελία της επικείμενης εκδημίας του συγγραφέα, προειδοποίηση για τον πνευματικό λιμό του θείου λόγου και παραίνεση για συνεχή εμβάθυνση στις Γραφές προς αποφυγή των ψευδοδιδασκάλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 7

Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος. αʹ. Ὀδυνηρὸς ὁ λόγος, καθότι καὶ ἔσχατος, ὥς μοι δεδήλωται, ἀλλὰ καὶ πολλῆς χαρᾶς γέμων. Ὀδυνηρὸς μὲν, ὅτι οὐκ ἔτι λαλήσω πρὸς ὑμᾶς· πολλῆς δὲ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου ὁ καιρὸς εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναί με· καὶ καθὼς εἶπεν ὁ Κύριος, Οὐκέτι λαλήσω μεθ᾽ ὑμῶν. Ἔτι δὲ νῦν λαλήσω ἐν ὀδύνῃ καρδίας περὶ τῶν ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, περὶ ὧν ὁ Ἀπόστολος ἔλεγε· Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· περὶ ὧν πολλάκις ὑμᾶς ὑπέμνησα. Πολλοὺς γὰρ λόγους ἐποιησάμην χάριτι Χριστοῦ, ὡς καὶ ἐπίστασθε φιλόθεοι· καὶ σχεδὸν ἐν ἑκάστῳ λόγῳ περὶ τούτων ὑπεμνήσαμεν, εἰ ἄρα μέμνησθε τῶν χθὲς εἰρημένων· οἶδα δὲ ὅτι μέμνησθε, καὶ μάλιστα οἱ φιλόπονοι, καὶ φιλόβιβλοι, καὶ φιλόχριστοι.

Ὁ γὰρ φιλόβιβλος δικαίως ἂν ἐκλήθη φιλόχριστος, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Δεσπότου, ὅτι Ὁ ἀγαπῶν με, τοὺς λόγους μου τηρεῖ· Ὁ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου. Ὁ ἀγαπῶν με, ἐν τῷ νόμῳ μελετήσει ἡμέρας καὶ νυκτός· δηλονότι ἐν Εὐαγγελίῳ καὶ ἐν ταῖς λοιπαῖς Γραφαῖς. Ὁ γὰρ τοιοῦτος ἀνεξάλειπτον ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ τὴν τοῦ Θεοῦ μνήμην· ἀπεκδεχόμενος αὐτὸν ἐκ τῶν οὐρανῶν, ἀεὶ τηρεῖ τὴν ὥραν τῆς αὐτοῦ παρουσίας. Πάντοτε ἐν χερσὶν αὐτοῦ κατέχων τὰς ἱερὰς βίβλους, οὐκ ἐπιλήσεται ἐκείνων τῶν φοβερῶν βιβλίων, περὶ ὧν γέγραπται· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ὅρα πόσον κέρδος ἐστὶ τοῦ ἐρευνᾷν τὰς Γραφὰς, καθὼς πολλάκις ἠκούσατε.

Τί δέ ἐστιν, ὃ λέγομεν; Ὅτι οὐδὲν ἔλειπεν, οὐδὲ παρεσιώπησε τῶν συμφερόντων ἡμῖν ἡ θεία Γραφὴ, ἀλλὰ πανταχοῦ κράζει, διά τε προφητῶν καὶ ἀποστόλων, προαναφωνοῦσα καὶ προασφαλιζομένη ἕκαστον ὡς μήτηρ φιλότεκνος τὰ ἴδια τέκνα φιλοῦσα, προμαρτυρεῖται· καὶ ὑπομιμνήσκει περὶ τῶν παρῳχηκότων καὶ περὶ τῶν ἐνεστώτων, καὶ περὶ τῶν μελλόντων, μηδὲν παριδοῦσα, ὡς προείρηται, τῶν ἡμῖν συμφερόντων· καὶ τοῦτο οὐκ ἐν κρυπτῷ λαλοῦσα, οὐδὲ μικροφωνοῦσα, ἀλλὰ πανταχοῦ πόνῳ καὶ δυνάμει κράζουσα διά τε νόμου, καὶ προφητῶν, καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ Δεσπότου. Διὰ μὲν γὰρ Ἡσαΐου τοῦ προφήτου λέγει· Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου· καὶ πάλιν λέγει, Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών· καὶ προϊὼν λέγει, Ὑψώσατε, μὴ φοβεῖσθε. Καὶ πάλιν Δαυῒδ λέγει· Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου.

Ἰωάννης δὲ ὁ θεολόγος ἐν τῇ καθολικῇ αὐτοῦ Ἐπιστολῇ λέγει· Βλέπετε ἑαυτούς. Παῦλος δὲ τί; Βλέπετε πῶς περιπατεῖτε· ὁ δὲ Κύριος, Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. Καὶ ἀλλαχοῦ ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ, ὅτι Ἕστηκε, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁρᾷς πόσος ἀγὼν, πόση σπουδὴ, πῶς παῤῥησίᾳ κράζει, καὶ οὐδεὶς ὁ συνιών; Καὶ πάλιν ὁ μακάριος Παῦλος λέγει· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, Βλέπετε τὴν κατατομήν.

Βλέπετε πῶς περιπατεῖτε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Καὶ Ἰωάννης· Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Καὶ πολλά ἐστι τοιαῦτα ἐν ταῖς θείαις Γραφαῖς Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης, βοῶντα καὶ διυπνίζοντα ἡμᾶς ἐκ τῆς ῥᾳθυμίας ἡμῶν. Ἡμεῖς δὲ τὸ ἐναντίον ποιοῦμεν, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης, ὅτι Τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ὢ πόσων καὶ πηλίκων γραμμάτων ἀκούοντες οὐ συνιοῦμεν! Ὅθεν καὶ ἀναπολόγητοι ἐσόμεθα ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, ὅταν ἔλθῃ ὁ φωτίζων τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν ὅταν τὸ κριτήριον καθίσῃ, καὶ βίβλοι ἀνοιχθῶσιν, ἃς νῦν χλευάζομεν ἀκούοντες, καὶ οὐ παραδεχόμεθα.

Ἕκαστος γὰρ ἡμῶν τῇ ἰδίᾳ ὁδῷ ἐπλανήθημεν, καταλείποντες τὴν εὐθεῖαν ὁδὸν, καὶ ἐγενόμεθα ὡς τὸ ἀπ᾽ ἀρχῆς, ὅτε οὐκ ἦρχες ἡμῖν, Κύριε. Καὶ ἀληθῶς εἰς ἡμᾶς ἐπληρώθη ἡ προφητεία Δαυῒδ λέγουσα· Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν.

Διὰ τοῦτό ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ εἰς ἡμᾶς κατήντησε τὰ τέλη τῶν αἰώνων, ὡς γέγραπται· καὶ οἱ ποιμένες λύκοι, καὶ τὰ πρόβατα συντετριμμένα· καὶ ὁ λιμὸς ἐπὶ θύραις, οὐ λιμὸς ἄρτου καὶ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Θεοῦ. Μηδεὶς οὖν τῶν ἐλπιζόντων ἐπὶ Κύριον ἀπογινωσκέτω. Μὴ οὖν ἀθυμεῖτε, προορῶντες πάντοτε τὸν εἰπόντα, ὅτι Μεθ᾽ ὑμῶν εἰμι.

βʹ. Θαρσεῖτε οὖν· οὐ γὰρ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Περὶ τούτου τοῦ λιμοῦ λέγει ὁ Κύριος διὰ τοῦ προφήτου· Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Θεοῦ. Καὶ περιδραμοῦνται ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, ζητοῦντες τὸν λόγον Κυρίου. Ὁρᾷς, ὅτι οὐ περὶ ἄρτου λέγει;

Θεὸς γὰρ οὐ περὶ τοῦ ἄρτου ἔλεγεν. Ὢ λιμοῦ δεινοῦ, καὶ ψυχοφθόρου, καὶ βλαβεροῦ! ὢ λιμοῦ τῆς αἰωνίου κολάσεως προξένου! Οὗτος ὁ λιμός ἐστιν ὁ χορηγὸς παντὸς πονηροῦ πράγματος· οὗτος ὁ λιμὸς, ὁ αἴτιος παντὸς κακοῦ. Τοῦτον τὸν λιμὸν προθεωρήσας ὁ προφήτης Δαυῒδ ἐρχόμενον παρεκάλει τὸν Θεὸν, λέγων· Ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ. Καὶ περὶ τῶν σπουδαίων πιστῶν προεφήτευσε λέγων· Ῥύσασθαι ἐκ τοῦ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Καὶ ἀλλαχοῦ λέγει· Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται· καὶ πάλιν, Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος τροφὴν ἔδωκεν τοῖς φοβοῦσιν αὐτόν. Ταῦτα εἶπεν ὁ Δαυῒδ περὶ τῶν ἐρευνώντων τὰς Γραφὰς, ὅτι οὐ πεινάσουσιν. Ἐρευνήσωμεν τὰς Γραφὰς, ἀδελφοὶ, ἵνα μὴ πεινάσωμεν ἐλθόντος τοῦ ψυχοφθόρου λιμοῦ· ἐρευνήσωμεν, ἵνα μὴ πλανηθῶμεν, καὶ περιφερώμεθα παντὶ ἀνέμῳ. Διό φησιν ὁ Κύριος πρὸς τοὺς ἀμελοῦντας· Πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς.

Ἀληθῶς γὰρ οἱ τοιοῦτοι πλανῶνται. Πόθεν γὰρ ὁ ψυχοκτόνος ἐπῆλθεν λιμός; οὐχὶ ἐκ τοῦ μὴ ἐρευνᾷν τὰς Γραφάς; Ὢ πόσων ἀγαθῶν ἑαυτοὺς ἀπεστερήσαμεν, καταλιπόντες τὰς θείας Γραφάς! δεσποτικὸν γὰρ τὸ πρόσταγμα. Ἐρεύνησον ἐμπόνως, ἐρεύνησον καὶ ζήτησον, καὶ εὑρήσεις πολὺν τὸν ἀνείκαστον πλοῦτον, καὶ θησαυρὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ· νοήσεις τὴν θείαν Γραφήν. Ἐρεύνησον, καὶ εὑρήσεις, καὶ εὑρὼν, πάντα ὅσα ἔχεις πώλησον, καὶ ἀγόρασον τὸν ἀγρὸν ἐκεῖνον, τὴν καλὴν γνῶσιν τῶν ἁγίων Γραφῶν, ἐν αἷς κέκρυπται ὁ Υἱὸς, ἡ ἀληθινὴ Σοφία τοῦ Πατρός· ὃν εὑρὼν, μακάριος ἔσῃ, καθὼς γέγραπται, ὅτι Μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν. Ἐρεύνησον, ἀγαπητὲ, κἂν πλούσιος τυγχάνῃς ἢ πένης, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε ἄῤῥην, εἴτε θῆλυ. Ἐρευνᾶτε τὰς Γραφάς.

Ἡ γὰρ θεία Γραφὴ ταμιεῖόν ἐστι παντὸς ἀγαθοῦ. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν· περὶ γὰρ συντελείας ὁ λόγος, καὶ περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ περὶ ἀθέων αἱρετικῶν, χειμάῤῥων δίκην ἐπικλυσάντων πανταχοῦ, καὶ πλανώντων πολλούς. Καὶ πόθεν τοῦτο συμβέβηκεν; Δῆλον ὅτι ἐκ τῆς ἀγνωσίας καὶ ἀπειρίας τῶν προϊσταμένων· ὅπου γὰρ ἀπειρία ποιμένων, ἐκεῖ προβάτων ἀπώλεια. Τί οὖν εἴπω πρῶτον; περὶ τῆς συντελείας ἡμῶν; ἢ τῶν ἀθέων αἱρετικῶν στηλιτεύσω τὰ βέβηλα δόγματα; Εἰ καιρὸς ἦν, εἶχον ἂν θριαμβεῦσαι καὶ δημοσιεῦσαι αὐτῶν τὰ βέβηλα δόγματα, καὶ τὰ ἄθεσμα πράγματα· ἀλλὰ μέγας ἐστὶν ὁ ἀγὼν, καὶ πολὺς ὁ λόγος, τὰ τούτων γυμνῶσαι καὶ θριαμβεῦσαι ἀκάθαρτα δόγματα. Πλὴν πρὸς τὸ παρὸν ἀναγκαῖόν ἐστι παραστῆσαι ἐκ τῶν ἁγίων Γραφῶν τούτους ὡς ἐχθροὺς τοῦ Χριστοῦ, καὶ λύκους τῆς αὐτοῦ ποίμνης, πανταχοῦ ἐλαυνομένους, καὶ ἐκβαλλομένους τῶν Χριστοῦ προβάτων.

Διὸ καὶ λύκοι δικαίως ἐκλήθησαν ὑπὸ τῶν προφητῶν, καὶ αὐτοῦ τοῦ Δεσπότου, καὶ τῶν μακαρίων ἀποστόλων· καὶ οὐ μόνον λύκοι, ἀλλὰ καὶ λοιμοὶ, καὶ ἀσεβεῖς, καὶ ἀντίδικοι, καὶ ἐχθροὶ, καὶ ἐπίβουλοι, καὶ βλάσφημοι, καὶ ὑποκριταὶ, καὶ κλέπται, καὶ λῃσταὶ, καὶ βδελυκτοὶ, καὶ ψευδοπροφῆται, καὶ ψευδοδιδάσκαλοι, καὶ ὁδηγοὶ τυφλοὶ, καὶ πλανῆται, καὶ πονηροὶ, καὶ ἀντίχριστοι, καὶ σκάνδαλα, καὶ υἱοὶ τοῦ πονηροῦ, καὶ ζιζάνια, καὶ ἄθεοι, καὶ πνευματομάχοι, οἱ βλασφημήσαντες τὸ Πνεῦμα τῆς χάριτος· οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι· Δι᾽ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. Πρὸς δὲ τούτοις καὶ τέκνα τοῦ πονηροῦ διαβόλου, καθώς φησιν ὁ θεολόγος· Φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου. Δεῖ οὖν πρῶτον περὶ τούτων ἀσχοληθῆναι, καὶ τότε περὶ τῆς συντελείας λαλῆσαι.

Ἐπεὶ οὖν εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων ἔφθασεν, ὡς λέγει ὁ Ἀπόστολος, καὶ ἀνέστησαν οἱ χαλεποὶ καιροὶ, καὶ ἡ ἀνομία ἐπληθύνθη, καὶ ἡ ἀγάπη τῶν πολλῶν ἐψύγη, καὶ οἱ πλανῶντες πολλοὶ, καὶ οἱ πλανώμενοι πλείονες· φέρε οὖν ἀναπτύξωμεν τὰς ἱερὰς βίβλους, ἐν αἷς εὑρόντες τὴν ὁδὸν τῆς ἀληθείας, βαδίζωμεν, ἀνατρέχοντες ἐπὶ τὰ ἅγια ὄρη, προφήτας λέγω καὶ ἀποστόλους, ὅπως μὴ πλανηθῶμεν, καὶ Περιφερώμεθα ἐν παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Μὴ κάτω μείνωμεν, ἀλλὰ συνανέλθωμεν τοῖς ἁγίοις μαθηταῖς ἐπὶ τὸ ὄρος τὸ μακάριον, καὶ ἀκούσωμεν τοῦ ἡμετέρου ποιμένος λέγοντος· Βλέπετε μὴ πλανηθῆτε· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πανταχοῦ βλέπετε. Καὶ Ἰωάννης ὅμοια λέγει· Ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε· καὶ Παῦλος, Βλέπετε τοὺς κύνας· Βλέπετε πῶς περιπατεῖτε. Τὸ δὲ, Βλέπετε, καὶ Βλέπετε, οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ πρὸς ὑμετέραν ἀσφάλειαν εἰρημένον περὶ τῶν πλανώντων τῷ κωδίῳ, καὶ τὸν λύκον ὑποκρυπτόντων καὶ ἀπατώντων τοὺς ἀμελεστέρους.

Πάνυ δὲ ἀναγκαίως πανταχοῦ εἴρηται ἐν ταῖς Γραφαῖς, τὸ, Βλέπετε, καὶ Ὁρᾶτε, καὶ Γρηγορεῖτε, καὶ Προσέχετε, οὐ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ παντὶ τῷ ποιμνίῳ. Οὐδὲν γὰρ παρεσιώπησε τῶν ἡμῖν συμφερόντων ἡ θεία Γραφή.