Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ψευδοπροφητῶν

Ἰωάννης ὁ Χρυσόστομος

Κυριακές και αποστολικές προειδοποιήσεις περί ψευδοπροφητών

Παράθεση των εντολών του Χριστού και των αποστόλων Πέτρου, Ιωάννη, Ιακώβου, Ιούδα και Παύλου για την αναγνώριση και την απομάκρυνση από τους λύκους, τους ψευδοδιδασκάλους και τους αντιχρίστους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 7

γʹ. Ἐμοὶ δὲ δακρύειν ἐπέρχεται, ὅταν ἀκούσω ἀπὸ τῆς ἡμετέρας Ἐκκλησίας τινὰς λέγοντας, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς· καὶ τοῦτο οὐ μόνον παρὰ λαϊκῶν, ἀλλὰ καὶ παρὰ τῶν δοκούντων εἶναι ποιμένων, καὶ τόπους ἐπεχόντων ἀποστόλων καὶ προφητῶν, ἀλλ᾽ οὐ τρόπους· πρὸς οὓς εὔκαιρον εἰπεῖν· Οὐαὶ ὑμῖν, οἱ ὁδηγοὶ τυφλοὶ, καὶ ἀμαθεῖς, καὶ ἀστήρικτοι· οἱ ἱματίων καλλωπισταὶ, καὶ οὐχὶ βιβλίων· οἱ καταλιπόντες τὸν λόγον τοῦ Θεοῦ, καὶ τῇ γαστρὶ διακονοῦντες· Ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ· οἱ τὸ γάλα καὶ τὸ ἔριον καὶ τὰ κρέα τῆς ποίμνης καταχρώμενοι, περὶ δὲ τῶν προβάτων οὐ φροντίζοντες; Πῶς οὖν ἐκφεύξεσθε τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἐγὼ ὑπαρθεὶς τῷ λόγῳ εἰς μέσον προσθήσω περισσοτέρας μαρτυρίας, ἀποδεικνύων ἐκ τῶν ἁγίων Γραφῶν, Εὐαγγελίων τε καὶ προφητῶν καὶ ἀποστόλων, τοῦ Χριστοῦ χορηγοῦντος, πῶς ἐμφράττῃ στόμα λαλούντων ἄδικα, τῶν δὲ ποθούντων τὸν λόγον φωτισθῇ ἡ καρδία. Ἀρξώμεθα δὲ πόθεν, ἢ ἐκ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος; Ἐπιστησάτω δὲ ἕκαστος τὸν νοῦν ἑαυτοῦ, ἀποθέμενος πᾶσαν βιωτικὴν μέριμναν. Εἶπεν ὁ Κύριος· Βλέπετε, μὴ πλανηθῆτε.

Πολλοὶ γὰρ ἐπὶ τῷ ὀνόματί μου ἐλεύσονται λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς πλανήσουσι. Καὶ πάλιν· Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀλλ᾽ ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτοὺς, φησί· τουτέστι, ἀπὸ τῶν λόγων, ἐκ τῆς ψευδοπροφητείας, ἐκ τῆς ὑποκρίσεως αὐτῶν, ἐκ τῆς κακοδοξίας αὐτῶν, ἐκ τῆς βλασφημίας αὐτῶν ἐπιγνώσεσθε αὐτούς.

Οὐ γὰρ δύναται δένδρον σαπρὸν ποιεῖν καρποὺς καλούς. Πᾶν γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ ἐπιγινώσκεται. Οὕτω καὶ ὑμεῖς τοὺς τοιούτους ἐκ τῶν καρπῶν τῶν ἰδίων ἐπιγνώσεσθε· καὶ ἐπιγνόντες, μὴ παραλαμβάνετε αὐτοὺς εἰς οἰκίαν, μὴ ὑποκάμψητε, μὴ ἀξιώσητε λόγου, μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν αὐτῶν· ἀλλὰ προσέχετε ἀπὸ τῆς ζύμης αὐτῶν, ἤγουν τῆς αἱρέσεως αὐτῶν. Μηδεὶς ἐξ ὑμῶν ἀποκακήσῃ, ἢ παρέργως ἀκούσῃ· Θεὸς γὰρ ὁ λαλῶν. Ἀκούσατε, οἱ ποιμένες, τὰς φωνὰς τοῦ Ἀρχιποιμένος· ἀκούσατε, πῶς ἀποκαλύπτει καὶ θριαμβεύει εἰς τοὺς κρυφίους λύκους· ἀκούσατε καὶ προσέχετε καὶ ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ.

Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κλέπτας. Ὁ γὰρ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλ᾽ ἀναβαίνων ἀλλαχόθεν, κλέπτης ἐστὶ καὶ λῃστής. Καὶ πάλιν περὶ αὐτῶν λέγει· Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ, κατ᾽ ἐμοῦ ἐστι. Καὶ πάλιν πρὸς αὐτοὺς ἔλεγεν· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ.

Οὐαὶ ὑμῖν, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν. ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Καὶ ἀλλαχοῦ πάλιν· Ὑμεῖς οὐκ ἔστε ἐκ τῶν προβάτων τῶν ἐμῶν. Ὁρᾷς πῶς πανταχοῦ ὁ Δεσπότης στηλιτεύει καὶ θριαμβεύει τοὺς ἀσεβεῖς, ὅπως ἡμεῖς μὴ πλανηθῶμεν; Ὢ τῆς ἀφράστου συγκαταβάσεως· ὢ τῆς ἀνεικάστου ἀγαθότητος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων τούτων; τί ἀπολογησόμεθα τῷ ἀρχιποιμένι; Ὦ ποιμένες καὶ συμποιμένες· ἰδοὺ γὰρ ὀλίγα ἐκ τῶν πολλῶν. Πῶς πανταχοῦ ἀσφαλιζόμενος ὁ Δεσπότης διὰ τῶν ἀχράντων Εὐαγγελίων βοᾷ· Βλέπετε, γρηγορεῖτε, προσέχετε, σπουδάσατε, ἀγωνίσασθε; Καὶ οὐ μόνον διὰ τῶν Εὐαγγελίων βοᾷ, ἀλλὰ καὶ διὰ τῶν θεοφόρων προφητῶν, καὶ τῶν θεολόγων μαθητῶν τὰ ὅμοια φθέγγεται· ἐν πᾶσι γὰρ αὐτοῖς λαλεῖ ὡς βούλεται· καὶ μαρτυρεῖ μοι ὁ Παῦλος λέγων· Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Δεῦρο τοίνυν παραγάγωμεν εἰς μέσον τοὺς θεολόγους, καὶ ἀκούσωμεν ἐξ αὐτῶν τί περὶ αἱρετικῶν παραγγελοῦσιν ἡμῖν. Εἰπὲ, μακάριε Πέτρε, ὃν ἐμακάρισεν ὁ Κύριος Θεὸς ἡμῶν Ἰησοῦς Χριστός· εἰπὲ ἡμῖν περὶ τῶν πλανώντων καὶ μελλόντων πλανᾷν τὴν τοῦ Χριστοῦ ποίμνην, ἥν σοι παρέδωκε καὶ ἐπίστευσεν ὁ ἀρχιποίμην καὶ ἐπίσκοπος τῶν ψυχῶν ἡμῶν· εἰπὲ, ὅσα σοι τὸ Πνεῦμα τὸ ἅγιον ἐχορήγησεν, καὶ στήριξόν σου τὴν ποίμνην· δεῖξον ἡμῖν τοὺς κρυφίους λύκους, καθὼς ὁ καθηγητής σου Χριστὸς ὁ Κύριος.

Πέτρος εἶπε· Τοῦτο πρῶτον γινώσκετε, ὅτι ἐλεύσονται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας πορευόμενοι. Καὶ πάλιν λέγει· Καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι. Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις· οἷς τὸ κρῖμα οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει· κατάρας τέκνα, καταλείποντες τὴν εὐθεῖαν ὁδόν. Ταῦτα Πέτρος ἐφθέγξατο, Πέτρος ὁ μακάριος ἀληθῶς, Πέτρος τῆς πίστεως ἡ πέτρα, ἐφ᾽ ἧς ᾠκοδόμησεν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, Πέτρος ὁ τὰς κλεῖς τῶν οὐρανῶν κατέχων, Πέτρος ὁ κατὰ κυμάτων πεζεύσας, ὁ θερμὸς ἐραστὴς τοῦ Δεσπότου Χριστοῦ, ὁ τὸν Σίμωνα τὸν μάγον ἐν τῇ Ῥώμῃ ῥίψας, ὡς κορυφαῖος καὶ πρωτοστάτης τὸν πρῶτον λῃστὴν καὶ μαθητὴν τοῦ διαβόλου ἐν ταῖς αἱρέσεσιν. Ἰωάννης εἶπεν· Φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου. Ὁρᾷς, πῶς ἐν πᾶσι τούτοις ὁ Χριστὸς λαλεῖ; Καὶ γὰρ ἐν Εὐαγγελίοις τὰ ὅμοια εἶπε πρὸς αὐτοὺς, ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. Οἶδα πολλοὺς λέγοντας, ὅτι καὶ αὐτοὺς ὁ Θεὸς ἔπλασεν (χωρὶς γὰρ Θεοῦ, λέγοντες, ἐγένετο οὐδὲν), μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ ὧν διαβεβαιοῦνται. Ὅτι με γὰρ ὁ Θεὸς ἔκτισε, σύμφημι κἀγώ· ἀλλ᾽ ἔκτισεν ἐπ᾽ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς ἐπακολουθήσωμεν, καὶ γενώμεθα τέκνα τοῦ Θεοῦ διὰ τῆς ὀρθῆς πίστεως.

δʹ. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἰωάννης λέγει· Καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασι· καὶ πάλιν, Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε· ὅτι πολλοὶ πλάνοι εἰς τὸν κόσμον ἐξῆλθον. Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἀπὸ τοῦ Θεοῦ ἐστιν· ὅτι πολλοὶ ψευδοπροφῆται εἰς τὸν κόσμον εἰσεληλύθασι.

Καὶ πάλιν λέγει· Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει μεθ᾽ ἑαυτοῦ, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ Χαίρειν αὐτῷ μὴ λέγετε. Ὁ γὰρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. Καὶ πάλιν, Πᾶς ὁ παραβαίνων, καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει.

Ταῦτα Ἰωάννης ἡμῖν παραινεῖ, Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς, ὁ ὑπὲρ πάντας ἁγίους ἠγαπημένος, ὁ στηρίξας τὴν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης Ἐκκλησίαν, καὶ ἐμφράξας τὰ τῶν αἱρετικῶν στόματα τῇ θεολογίᾳ.

Ἰάκωβος εἶπεν· Ὃς ἐὰν δοκῇ φίλος αὐτῶν εἶναι, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἀκούσατε, πάντες οἱ τοῖς αἱρετικοῖς συνεσθίοντες, ὀδυνηρὰν ἀπόφασιν· ὅτι τοῦ Χριστοῦ ἐχθροί ἐστε. Οὐδὲ γὰρ ὁ τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων, δύναται τοῦ βασιλέως φίλος εἶναι· ἀλλ᾽ οὐδὲ ζωῆς ἀξιοῦται, ἀλλὰ σὺν τοῖς ἐχθροῖς ἀπολεῖται, καὶ τὰ χείρονα ὑπομένει. Ἰούδας Ἰακώβου εἶπεν· Παρεισέδυσάν τινες ἄνθρωποι οἱ ἔκπαλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον Δεσπότην καὶ Κύριον Ἰησοῦν Χριστὸν ἀρνούμενοι.

Καὶ πάλιν λέγει· Ἐπ᾽ ἐσχάτων τῶν χρόνων ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσι οἱ ἀφόβως ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι, παντὶ ἀνέμῳ περιφερόμεναι, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται. Ταῦτα καὶ πλείονα τούτων παραινεῖ ἡμᾶς Ἰούδας ὁ καλός. Δεῦρο λοιπὸν, Παῦλε, τὸ σκεῦος τῆς ἐκλογῆς, εἰπὲ ἡμῖν καὶ αὐτὸς κατὰ τὴν χάριν τὴν δοθεῖσάν σοι παρὰ τοῦ Θεοῦ, εἰπὲ ἡμῖν περὶ τοῦ ἐνεστῶτος πονηροῦ αἰῶνος· φανέρωσον τοὺς κρυφίους λύκους, θριάμβευσον καὶ στηλίτευσον τοὺς κλέπτας τῆς ἁγίας ποίμνης τοῦ Θεοῦ. Παῦλος εἶπεν· Οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Ὁρᾷς πανταχοῦ τοὺς θεολόγους συμφωνοῦντας τῷ Διδασκάλῳ περὶ τῶν ἀθέων αἱρετικῶν, κύνας αὐτοὺς καὶ λύκους προσαγορεύοντας; καθὼς καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης.