Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ψευδοπροφητῶν

Ἰωάννης ὁ Χρυσόστομος

Απαγόρευση κοινωνίας με τους αιρετικούς και ποιμαντική ευθύνη

Αυστηρή σύσταση για αποχή από κάθε πνευματική ή υλική συναναστροφή με τους κακοδόξους, το καθήκον των ποιμένων να ελέγχουν την πλάνη και η μίμηση των αγίων Πατέρων που κατανίκησαν τις αιρέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 7

Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Τίς ἕξει ἀπολογίαν ἀμελείας, ἀκούων τὰς τοσαύτας παραγγελίας; Καὶ ἀλλαχοῦ πάλιν· Μὴ παραδέχεσθε αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν· καὶ πάλιν, Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καὶ πάλιν, Αἱρετικοὶ ἄνθρωποι προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· καὶ ἀλλαχοῦ, Τοῖς μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν. Ἀκούσατε πάλιν, οἱ τὰς ἀγάπας μετ᾽ αὐτῶν ποιοῦντες· πῶς φύγητε ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐφ᾽ ὑμᾶς, οἱ τούτοις συμμιαινόμενοι ἐν βρώσει, ἐν πόμασι; πῶς τολμᾶτε προσελθεῖν τοῖς θείοις μυστηρίοις καὶ φρικτοῖς τοῦ Χριστοῦ; ἢ οὐκ ἠκούσατε τοῦ μακαρίου Παύλου βοῶντος, ὅτι Οὐ δύνασθε ποτήριον Κυρίου πιεῖν, καὶ ποτήριον δαιμόνων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων.

Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Ἆρα δυσωπήσωμεν ὑμᾶς; ἢ εἰς κενὸν κοπιῶμεν καὶ εἰς ἀέρα λαλοῦμεν; Πλὴν διὰ τοὺς θέλοντας καὶ σπουδάζοντας ἀκούειν τὸν λόγον καὶ ποιεῖν, οὐκ ἀποκνήσω, οὐκ ἀποστήσομεν τῶν ῥημάτων Παύλου, ἀλλὰ πάλιν ταὐτὰ ἐρῶ· ἀκούσατε, Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Ποῦ εἰσιν οἱ θρασύστομοι, οἱ λέγοντες, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς· Ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες;

Ταῦτα ὁ Παῦλος παρακαλεῖ καὶ διδάσκει καὶ παραινεῖ, Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ ἕρκιον τῆς Ἐκκλησίας, ὁ πολύαθλος καὶ γενναῖος, Παῦλος ἡ θεόφθογγος λύρα, ὁ Χριστοῦ κήρυξ, ὁ συγγραφεὺς τῶν δογμάτων, ἡ σάλπιγξ τοῦ Λόγου, ὁ ῥήτωρ τῆς εὐσεβείας, ἡ τῶν ἐθνῶν σαγήνη. Καὶ οἱ μὲν μακάριοι θεολόγοι ταῦτα καὶ πλείονα τούτων περὶ ἀθέων καὶ ἀπίστων ἐφθέγξαντο· οἱ δὲ προφῆται προηγούμενοι ἔκπαλαι τὰ ὅμοια ἐφθέγξαντο· ἀναγκαῖον γὰρ καὶ τούτους εἰς μέσον ἀγαγεῖν.

Εἶπεν ὁ προφήτης Δαυΐδ· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια. Καὶ πάλιν λέγει· Κύριε, οὐχὶ τοὺς μισοῦντάς σε ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, καὶ εἰς ἐχθροὺς ἐγένοντό μοι. Καὶ ὁ Σολομὼν λέγει, ὅτι Δυσσεβοῦντες ὑποκρίνονται εὐσέβειαν. Καὶ πάλιν λέγει· Υἱὲ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ πορευθῇς ἐν ὁδῷ μετ᾽ αὐτῶν. Ἡσαΐας δὲ ὁ προφήτης, μᾶλλον δὲ ὁ Κύριος διὰ τοῦ προφήτου λέγει· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ πάλιν, Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος.

εʹ. Ἆρα ἀρκεῖ ταῦτα; ἢ παραγάγω εἰς μέσον καὶ πάντας τοὺς προφήτας; Ἀλλὰ ἀρκεῖ καὶ ταῦτα πρὸς τοὺς ἀκούειν θέλοντας. Ὁ γὰρ τοῖς εἰρημένοις μὴ προσέχων, οὐδὲ τοῖς πλείοσι πεισθήσεται. Ἀλλ᾽ ἔτι μικρὸν ἐνδιατρίψωμεν τοῖς τοῦ προφήτου Δαυῒδ ῥήμασι, καὶ ἴδωμεν πῶς στηλιτεύει καὶ θριαμβεύει τὸν κεκρυμμένον αὐτοῖς δόλον, καὶ λέγει· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία, καὶ τὰ ἑξῆς. Ὅρα δὲ τὴν τοῦ προφήτου σύνεσιν, πῶς δημοσιεύει καὶ ἀποκαλύπτει θριαμβεύων τοὺς κακοδόξους, ἵνα μὴ ἡμεῖς πλανηθῶμεν. Ἀκούσατε οἱ ὀρθόδοξοι, καὶ τοῖς αἱρετικοῖς μὴ συγκαταβαίνετε· ἀκούσατε ποιμένες, καὶ φρίξατε, καὶ μὴ σιγήσατε, ἀλλὰ κηρύξατε τὸν λόγον· μὴ δότε τόπον τῷ διαβόλῳ, μὴ δότε θήραν τοῖς λύκοις. Μιμήσασθε τὸν μακάριον ἀπόστολον Πέτρον, πῶς ἐν τῇ Ῥώμῃ τοῦ τρισκαταράτου Σίμωνος βλασφημοῦντος, καὶ λέγοντος ἑαυτὸν εἶναι τὴν δύναμιν τοῦ Θεοῦ, οὔτε κἂν πρὸς ὥραν ἐσιώπησεν, ἢ ἀνεβάλλετο, ἀλλ᾽ ἐλέγξας, καὶ ψεύστην αὐτὸν ἀποδείξας, καὶ λῃστὴν καὶ ἀντίθεον, ῥίψας αὐτὸν τῇ ἀπωλείᾳ παρέδωκεν;

Ὁμοίως δὲ καὶ τὸν τούτου υἱὸν, μᾶλλον δὲ τοῦ διαβόλου, Μοντανὸν, τὸν μιαρὸν καὶ ἀκάθαρτον καὶ ἄθεον, μετὰ τῶν δύο μοιχαλίδων, σπουδῇ πολλῇ ὁ Ἀπόστολος ἐλέγξας, καὶ ἀντίθεον ἀποδείξας καὶ ψευδόχριστον καὶ ψευδοπροφήτην, ἐφίμωσε, καὶ ἐνέφραξε τὸ μιαρὸν αὐτοῦ στόμα ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ, μὴ μακροθυμήσας, μὴ ἀναβαλλόμενος ἐπὶ τῇ τούτου βλασφημίᾳ. Οὕτως οὖν ποιεῖτε καὶ ὑμεῖς, ποιμένες, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκαθάρτοις τοῦ σκότους· μᾶλλον δὲ καὶ ἐλέγχετε, ὥσπερ καὶ οἱ ἀπόστολοι καὶ ὁ θεοπάτωρ Δαυῒδ περὶ αὐτῶν πολλοὺς μόχθους κατεβάλετο, καὶ πολλοὺς ἀγῶνας, ἐλέγχων καὶ ἐπιτιμῶν, στηλιτεύων αὐτοὺς καὶ τῷ Θεῷ ἐντυγχάνων κατ᾽ αὐτῶν, καὶ λέγων· Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου. Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα σου, Κύριε. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Καὶ πάλιν παρακαλεῖ ὁ Δαυῒδ δεήσεις προσάγων τῷ Δεσπότῃ, ὅπως αὐτὸς δι᾽ ἑαυτοῦ κατελθὼν ποιήσῃ τὸ αἴτημα αὐτοῦ, βοῶν καὶ λέγων· Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι· Κύριε μὴ χρονίσῃς.

Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε. Καὶ τί ὁ φιλάνθρωπος Θεὸς, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι ἐγγύς ἐστι πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ; Οὐ παρήκουσεν οὐδὲ ὑπερεῖδε τὴν δέησιν τῶν ἁγίων, ἀλλ᾽ Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ πάντα ᾠκονόμησε πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν, καὶ πάντα ὑπέδειξε ποιῶν καὶ διδάσκων. Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικοὺς, ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε, λέγων· Ὁ οἶκός μου, οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. Ἀκούσατε οἱ προϊστάμενοι τῶν Ἐκκλησιῶν.

Ὑμῖν γὰρ ὑπέδειξε τὸ καλὸν, ἵνα ἐξακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ, προσέχοντες πανταχόθεν ἀκριβῶς, καὶ τοὺς λύκους ἐκδιώκοντες, καὶ τὴν ποίμνην φυλάττοντες. Εἶτα ἐκβαλὼν ἔξω πάντας, δηλονότι τοὺς τὰ ἐναντία φρονοῦντας, τέλος δὲ καὶ τὴν ἐρήμωσιν αὐτῶν καὶ ἀφανισμὸν προειπὼν, τὴν μέλλουσαν ἔσεσθαι κατὰ γενεὰν καὶ γενεὰν τοῖς τὰ ἐναντία φρονοῦσι λέγων· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὅρα πῶς οἱ λόγοι ἔργον ἐγένοντο· οἱ γὰρ ἐχθροὶ καὶ ἐπίβουλοι τῆς Ἐκκλησίας, ἤγουν οἱ αἱρετικοὶ, καθ᾽ ἑκάστην γενεὰν τῇ ἀπωλείᾳ παραδίδονται, κατὰ τὸν λόγον τοῦ Κυρίου, ὃν εἴρηκεν, ὅτι Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου, ἐκριζωθήσεται· ὃ καὶ γέγονεν. Αὐτὸς γὰρ πρῶτος τοῦτο ἐποίησεν καὶ ὑπέδειξε· μετὰ δὲ τὴν αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν οἱ μακάριοι ἀπόστολοι παρετάξαντο κατ᾽ αὐτῶν. Μετὰ δὲ τούτους, τὰ θεῖα τούτων διδάγματα καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, καὶ αἱ κατὰ καιροὺς γενόμεναι ἅγιαι σύνοδοι τούτους ἀμετανοήτως ἔχοντας ἐκριζώσαντες, τῇ ἀπωλείᾳ παρέδωκαν κατὰ τὸ γεγραμμένον, ὅτι Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Οὐκοῦν πάντες ἐξέλιπον καὶ ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. Ποῦ γάρ εἰσιν οἵ ποτε τὴν Ἐκκλησίαν πολεμήσαντες, βασιλεῖς καὶ δυνάσται καὶ σοφοί; οὐχὶ διεσκορπίσθησαν καὶ ἀπώλοντο, καὶ ἐγένοντο εἰς οὐδέν;

ϛʹ. Ποῦ γὰρ τὸ γαυρίαμα καὶ ἡ θρασύτης τῶν Ἰουδαίων; ποῦ Σίμων ὁ μάγος ὁ πρῶτος ἐν αἱρέσει, ὁ μαθητὴς τοῦ ἀντιχρίστου καὶ πρόδρομος; ποῦ τὸ κακὸν τούτου γέννημα, καὶ τῆς τούτου μανίας καὶ ἀσελγείας διάδοχος Μοντανὸς, ὁ τῶν κακῶν ἔξαρχος μετὰ τῶν δύο μοιχαλίδων, καὶ τὰ τούτων λεγόμενα μυστήρια, τὰ βαθείας σιωπῆς ἄξια, τὰ βδελυκτὰ καὶ ἀκάθαρτα, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἔλεγεν· Τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν; Ποῦ Μαρκίων, ποῦ Οὐάλης, ποῦ Μάνης, ποῦ Βασιλίδης, ποῦ Νέρων, ποῦ Ἰουλιανὸς, ποῦ Ἄρειος, ποῦ Νεστόριος, ποῦ πάντες οἱ ἀντιτασσόμενοι τῇ ἀληθείᾳ, περὶ ὧν ἐβόα ἡ Ἐκκλησία, ὅτι Ἐκύκλωσάν με κύνες πολλοί; Οὐχὶ πάντες ἀπώλοντο;

Διεσκορπίσθησαν γὰρ διὰ τὴν βλασφημίαν αὐτῶν, καὶ ἐξεδιώχθησαν ὡς λύκοι. Εὗρον γὰρ τοὺς ἀνταγωνιστὰς καὶ γενναίους πολεμιστὰς καὶ ὄντως ποιμένας, τοὺς προϊσταμένους τότε τῶν Ἐκκλησιῶν μακαρίους ἄνδρας.

Ἀλλὰ πολὺ τὸ διάφορον ὁρῶ τῶν τότε ποιμένων παρὰ τῶν νῦν. Ἐκεῖνοι πολεμισταὶ, οὗτοι φυγάδες· ἐκεῖνοι βιβλίων καλλωπισταὶ καὶ δογμάτων, οὗτοι ἱματίων καὶ γελγῶν. Οὗτοι ὡς μισθωτοὶ ἀφιεῖσι τὰ πρόβατα, καὶ φεύγουσιν· ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τῶν προβάτων, μιμησάμενοι τὸν ποιμένα τὸν καλόν. Ὢ τῶν μακαρίων αὐτῶν ἀνδρῶν, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς· οὓς ἔφριξαν δαίμονες, καὶ ἐτρόμαξαν αἱρετικοί· καὶ Ἐφράγη στόμα λαλούντων ἄδικα. Φθέγξομαι τοίνυν κἀγὼ παραπλήσια τῷ Δαυῒδ, ὃς ἀποδυρόμενος ἔλεγε· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Εἴπω κἀγὼ ἐν δάκρυσι· Ποῦ ἐστιν ὁ μακάριος χορὸς ἐκεῖνος τῶν ἐπισκόπων καὶ διδασκάλων, οἵτινες ἔλαμψαν ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες; Τί δὲ κωλύει καὶ εἰς μέσον τούτους παραγαγεῖν, κἂν ἐπὶ πολλῶν ὀλίγους; καὶ γὰρ τὸ μνημονεῦσαι αὐτοὺς ἁγιασμός ἐστι τῆς ψυχῆς.

Ποῦ Εὐόδιος ἡ εὐωδία τῆς Ἐκκλησίας, καὶ τῶν ἁγίων ἀποστόλων διάδοχος καὶ μιμητής; ποῦ Ἰγνάτιος τὸ τοῦ Θεοῦ οἰκητήριον; ποῦ ὁ Διονύσιος τὸ πετεινὸν τοῦ οὐρανοῦ; ποῦ Ἱππόλυτος ὁ γλυκύτατος καὶ εὐνούστατος; ποῦ Βασίλειος ὁ μέγας, καὶ μικροῦ δεῖν τῶν ἀποστόλων ἰσόῤῥοπος; ποῦ Ἀθανάσιος ὁ ἅγιος, καὶ πλεονέκτης τῶν ἀρετῶν; ποῦ Γρηγόριος ὁ δεύτερος θεολόγος, καὶ ἀήττητος στρατιώτης τοῦ Χριστοῦ, καὶ ὁ τούτου συνώνυμος; ποῦ Ἐφραῒμ ὁ πολὺς, ἡ παραμυθία τῶν ἀθυμούντων, ἡ παιδαγωγία τῶν νέων, ἡ χειραγωγία τῶν μετανοούντων, ἡ κατὰ τῶν αἱρετικῶν ῥομφαία, τὸ δοχεῖον τοῦ Πνεύματος, τὸ σκεῦος τῶν ἀρετῶν; Ὁρᾷς πόσον τὸ μέσον, καὶ πόση διαφορὰ ἐκείνων τῶν μακαρίων καὶ ἁγίων ἀνδρῶν παρὰ τῶν νῦν; Οἶδα καὶ ἄλλους θεοφόρους διδασκάλους, ἀλλὰ ἀρκεῖ πρὸς τὸ παρὸν τέως.