Πῶς Χριστιανοὶ εὑρεθῶσιν οἱ τοιαῦτα πράσσοντες; ποίᾳ δὲ παῤῥησίᾳ τολμῶσιν ἑαυτοὺς ὀνομάζειν Χριστιανούς; πῶς δὲ τολμῶσι προσελθεῖν τοῖς θείοις μυστηρίοις οἱ χείρονες τῶν Ἑλλήνων ὑπάρχοντες; Πάλιν ἀκούσατε, ποταποὶ Χριστιανοὶ οἱ τὰ τῶν ἐθνῶν σχήματα ποιοῦντες, ἀφανισμὸν προσώπων, ἢ ἐπιφωνήσεις, ἢ ὀρχήσεις, ἢ κρότους χειρῶν, ἢ στολισμὸν γυναικῶν ἐν ἀνδράσι; Τοῖς τὰ τοιαῦτα πράττουσι οὐδὲν ὄφελος τὸ λέγεσθαι αὐτοὺς Χριστιανούς. Ὥσπερ γὰρ ἡ κόρη ἢ παρθένος, ἕως ὅτε φυλάσσει τὴν παρθενίαν αὐτῆς, εὐλόγως καὶ ἀξίως παρθένος καλεῖται, καὶ ἔστιν· ἐπὰν δὲ ἀπατηθῇ ὑπό τινος, καὶ φθαρῇ, καὶ τὴν παρθενίαν ἀπολέσῃ, οὐκ ἔτι παρθένος ἐστίν· οὕτω καὶ ὁ καλούμενος Χριστιανὸς ἐὰν τὰς συνθήκας παραβῇ, καὶ τὰς ἐπαγγελίας καταπατήσῃ, καὶ τὸν λόγον τοῦ Εὐαγγελίου ἀθετήσῃ, καὶ τὰ τῶν ἐθνῶν πράττῃ, οὐδὲν ὄφελος τὸ καλεῖσθαι αὐτὸν Χριστιανὸν, καθὼς προείρηται. Σύνετε οὖν ἅπαντες, ἀγαπητοὶ, ὅτι δι᾽ ὀλίγων ῥημάτων ἅπασιν ἐκείνοις ἀπεταξάμεθα λέγοντες· ἀποτάσσομαι τῷ Σατανᾷ, καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐννόησον τί εἶπες, Πᾶσι τοῖς ἔργοις αὐτοῦ· βλέπε τίνι συνέθου, οὐκ ἀγγέλῳ, οὐ βασιλεῖ ἐπιγείῳ, οὐκ ἄρχοντι τοῦ αἰῶνος τούτου, ἀλλὰ τῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἄρχοντι τῶν ἀρχόντων· αὐτῷ συνέθου καὶ ὡμολόγησας, καὶ συνετάξω ἐπὶ πολλῶν μαρτύρων· λοιπὸν ἐν τῇ χειρὶ αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου.