Πέτρος εἶπε· Τοῦτο πρῶτον γινώσκετε, ὅτι ἐλεύσονται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας πορευόμενοι. Καὶ πάλιν λέγει· Καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι. Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις· οἷς τὸ κρῖμα οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει· κατάρας τέκνα, καταλείποντες τὴν εὐθεῖαν ὁδόν. Ταῦτα Πέτρος ἐφθέγξατο, Πέτρος ὁ μακάριος ἀληθῶς, Πέτρος τῆς πίστεως ἡ πέτρα, ἐφ᾽ ἧς ᾠκοδόμησεν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, Πέτρος ὁ τὰς κλεῖς τῶν οὐρανῶν κατέχων, Πέτρος ὁ κατὰ κυμάτων πεζεύσας, ὁ θερμὸς ἐραστὴς τοῦ Δεσπότου Χριστοῦ, ὁ τὸν Σίμωνα τὸν μάγον ἐν τῇ Ῥώμῃ ῥίψας, ὡς κορυφαῖος καὶ πρωτοστάτης τὸν πρῶτον λῃστὴν καὶ μαθητὴν τοῦ διαβόλου ἐν ταῖς αἱρέσεσιν. Ἰωάννης εἶπεν· Φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου. Ὁρᾷς, πῶς ἐν πᾶσι τούτοις ὁ Χριστὸς λαλεῖ; Καὶ γὰρ ἐν Εὐαγγελίοις τὰ ὅμοια εἶπε πρὸς αὐτοὺς, ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. Οἶδα πολλοὺς λέγοντας, ὅτι καὶ αὐτοὺς ὁ Θεὸς ἔπλασεν (χωρὶς γὰρ Θεοῦ, λέγοντες, ἐγένετο οὐδὲν), μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ ὧν διαβεβαιοῦνται. Ὅτι με γὰρ ὁ Θεὸς ἔκτισε, σύμφημι κἀγώ· ἀλλ᾽ ἔκτισεν ἐπ᾽ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς ἐπακολουθήσωμεν, καὶ γενώμεθα τέκνα τοῦ Θεοῦ διὰ τῆς ὀρθῆς πίστεως.