Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ψευδοπροφητῶν

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος των αμελών ποιμένων και των κατ' όνομα Χριστιανών

Καταδίκη της φιλαργυρίας και της αμέλειας των κληρικών, κλήση σε πνευματική εγρήγορση και αυστηρή κριτική στους πιστούς που ακολουθούν εθνικά έθιμα αθετώντας τη βαπτισματική τους ομολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 7

Ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν, καθὼς προείρηται, ἔθηκαν ὑπὲρ τῶν προβάτων· οὗτοι δὲ ἀφέντες τὰ πρόβατα ἔφυγον· ἐκεῖνοι δυνατοὶ καὶ ἐν λόγῳ καὶ ἐν ἔργῳ· οὗτοι δὲ καὶ ἐν χρήμασι καὶ ἐν κτήμασι καὶ ἵππων καὶ ἡμιόνων, καὶ ἀρουρῶν καὶ ποιμνίων, καὶ μαγείρων καὶ λαμπρᾶς τραπέζης. Πολὺς ὁ λόγος ἐν αὐτοῖς περὶ τούτων καθ᾽ ἑκάστην ἡμέραν καὶ νύκτα· περὶ δὲ τῆς λογικῆς ποίμνης λόγος οὐδεὶς, περὶ ἧς λόγον ἀπαιτηθήσονται ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς κρίσεως. Εἶτα ἐάν τις ἐρωτήσῃ αὐτοὺς περὶ βιβλίων, ἀποκρίνονται λέγοντες· Πτωχός εἰμι, καὶ οὐκ εὐπορῶ βιβλία κτήσασθαι. Εἶτα προσέρχονται οὐχ ὡς πτωχοὶ, ἀλλ᾽ ἱμάτια φοροῦντες ἔκστιλβα, βαλάντια κεκτημένοι ἁδρὰ, καὶ τραχήλους ὡς παρασίτων ταύρων, μαθητῶν πλῆθος ἐπισυρόμενοι, μᾶλλον δὲ μαγείρων· τὰ μὲν αἰσχρόν ἐστι καὶ λέγειν, ἐκ τοῦ περισσοῦ γὰρ πλούτου συνεισάκτους ἐκτήσαντο προφάσει ἀνδραπόδων.

Ὢ βαθείας αἰσχύνης· ὢ τῆς κακῆς εὐπορίας! ὢ πικρᾶς φιλαργυρίας! ὢ τῆς ἀπληρώτου γαστρός! Λοιπὸν ἐκεῖθεν σκάνδαλα, ψιθυρισμοὶ, ὀνείδη, λοιδορισμοὶ, θόρυβοι. Εἶτα ἐγκαλούμενοι ἀποκρίνονται· Οὐκ ἀδικῶ τινα, ἐξουσίαν ἔχω τῶν ἐμῶν χρημάτων. Εἶτα ἐάν τις ἀθέων αἱρετικῶν παραφρονῇ λαλῶν διεστραμμένα, ὁ ἀντιλέγων οὐδεὶς, ὁ πολεμῶν οὐδαμοῦ· πάντες πτωχοὶ τότε γίνονται, πάντες σιωπητικοὶ, πάντες φυγάδες.

Ὢ τῆς κακῆς ῥίζης πάντων τῶν κακῶν τῆς φιλαργυρίας! Ἐκ τοῦ πλούτου βούλεσθε σωθῆναι; Ἀλλ᾽ Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλίδος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς βασιλείαν τοῦ Θεοῦ. Τρυφῶντες, μεθύοντες, καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν τὰς αἱρέσεις; Ἀλλ᾽ οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεωριζόμενοι, ἐν χρυσῷ καὶ ἱματίοις ποικίλοις καλλωπιζόμενοι· πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χριστοῦ, τοῦ δι᾽ ἡμᾶς πτωχεύσαντος, τοῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις. Ὄντως πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς. Οὐκ ἀκούετε τοῦ Κυρίου λέγοντος, ὅτι Μακάριοι οἱ πτωχοί· καὶ πάλιν, Οὐαὶ ὑμῖν τοῖς πλουσίοις· καὶ, Μὴ θησαυρίζετε ἐπὶ τῆς γῆς. Ὁ πλοῦτος ὑμῶν ἐπληθύνθη, καὶ ὁ λόγος ὑμῶν ἐξέλειπε· τὰ ἱμάτια ὑμῶν σητόβρωτα γεγόνασι· περὶ ὧν λόγον δώσετε τῷ ἀρχιποιμένι Χριστῷ. Οὐ γὰρ ἀγνοεῖτε, ὅτι ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ· ὑμεῖς δὲ καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν προβάτων, ἀρχιερεῖς καὶ ἱερεῖς, καὶ διάκονοι, ἕκαστος καθὼς ἐπιστεύθη.

Ἀλλ᾽ ὁρᾶτε, μὴ ἐπιλάθεσθε τῶν ταλάντων. Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· Βλέπετε μὴ ἀπολείψῃ πρόβατον ἐκ τῆς ποίμνης. Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι ἐὰν ἓν πρόβατον ἀπολείψῃ γενόμενον θηριάλωτον ἐξ ὑμετέρας ἀμελείας, πάντα τὸν βίον ὑμῶν κατέλυσεν· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ὑμῶν ἀπαιτήσει ὁ Κριτής.

ζʹ. Ἀνανήψατε οὖν λοιπὸν, κηρύξατε τὸν λόγον, ἀποῤῥίψατε πᾶσαν βιωτικὴν μέριμναν, βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε· Βλέπετε τοὺς κύνας. Πάλιν τὸ βλέπετε λέγω, καὶ λέγων οὐ παύομαι. Βλέπετε τοὺς κλέπτας, βλέπετε ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον.

Ἀγρυπνεῖτε καὶ νήφετε, οἱ τὸ δεσποτικὸν χάρισμα καταπιστευθέντες, καὶ γρηγορεῖτε, καὶ τὴν ὥραν τῆς φοβερᾶς παρουσίας τοῦ Δεσπότου τηρεῖτε, ὅταν ἔρχηται συνᾶραι λόγον μεθ᾽ ὑμῶν, οἷς ἐπίστευσε τὰ τάλαντα.

Ταῦτα τοίνυν κατὰ νοῦν ἔχοντες, ὦ ἀγαπητοὶ, Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ὡς λέγει ὁ Ἀπόστολος, μὴ ἀναγκαστικῶς, ἀλλ᾽ ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, μηδὲ ὡς κατακυριεύοντες τοῦ κλήρου, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ ἀρχιποιμένος κομίσεσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Πάλιν οὖν ταὐτὰ ἐρῶ· ἀκούσατε, ἱερεῖς Κυρίου, Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοὶ, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἱ μικροὶ καὶ μεγάλοι, εἴτε ἄρσεν εἴτε θῆλυ, Ἐπὶ τῷ αὐτῷ πλούσιος καὶ πένης· προσέχετε τοῖς λεγομένοις, παρακαλῶ· βούλομαι γὰρ ἀποδεῖξαι καὶ πληροφορῆσαι ὑμᾶς ἐκ τῶν ἁγίων Γραφῶν, ὅτι οὐ πάντες οἱ λεγόμενοι Χριστιανοὶ, Χριστιανοί εἰσιν, ἀλλὰ μόνον τὸ ὄνομα καλούμενοι Χριστιανοὶ φρεναπατῶνται ἐπὶ τῇ ψιλῇ προσηγορίᾳ.

Τῷ μὲν λόγῳ Χριστιανοὶ πολλοὶ, τῷ δὲ τρόπῳ ὀλίγοι καὶ σπάνιοι· τῷ σχήματι ὡς Χριστιανοὶ καὶ ὡς Χριστοῦ μαθηταὶ, τῷ δὲ τρόπῳ προδόται· τῷ λόγῳ εὐσεβεῖς καὶ εὔσπλαγχνοι, τῷ δὲ τρόπῳ ἀσεβεῖς καὶ ἀνελεήμονες· τῇ προσηγορίᾳ Χριστιανοὶ, τοῖς δὲ ἔργοις ἐθνικοὶ, καθὼς προεῖπεν ὁ προφήτης Δαυῒδ, ὅτι Ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. Καὶ ἀληθῶς ἐν ἡμῖν ἐπληρώθη ἡ προφητεία αὕτη. Ποταποὶ Χριστιανοὶ Ἰουδαϊκοῖς καὶ Ἐλληνικοῖς προσέχοντες μύθοις, καὶ γενεαλογίαις, καὶ μαντείαις, καὶ ἀστρολογίαις, καὶ φαρμακείαις, καὶ φυλακτηρίοις· καὶ παρατηρήσεις ἡμερῶν καὶ ἐνιαυτῶν, κληδονισμοὺς καὶ ὄνειρα, καὶ ὀρνέων φωνάς· καὶ ἐν πηγαῖς λύχνους ἅπτοντες καὶ ἀπολουόμενοι, καὶ συναντήματα παρατηρούμενοι, καὶ εἰδωλόθυτον ἐσθίοντες, καὶ αἷμα πνικτῶν καὶ θηριαλώτων, καὶ ὀρνεοπάτακτα, καὶ πολλὰ ἕτερα τούτων ὅμοια;

Πῶς Χριστιανοὶ εὑρεθῶσιν οἱ τοιαῦτα πράσσοντες; ποίᾳ δὲ παῤῥησίᾳ τολμῶσιν ἑαυτοὺς ὀνομάζειν Χριστιανούς; πῶς δὲ τολμῶσι προσελθεῖν τοῖς θείοις μυστηρίοις οἱ χείρονες τῶν Ἑλλήνων ὑπάρχοντες; Πάλιν ἀκούσατε, ποταποὶ Χριστιανοὶ οἱ τὰ τῶν ἐθνῶν σχήματα ποιοῦντες, ἀφανισμὸν προσώπων, ἢ ἐπιφωνήσεις, ἢ ὀρχήσεις, ἢ κρότους χειρῶν, ἢ στολισμὸν γυναικῶν ἐν ἀνδράσι; Τοῖς τὰ τοιαῦτα πράττουσι οὐδὲν ὄφελος τὸ λέγεσθαι αὐτοὺς Χριστιανούς. Ὥσπερ γὰρ ἡ κόρη ἢ παρθένος, ἕως ὅτε φυλάσσει τὴν παρθενίαν αὐτῆς, εὐλόγως καὶ ἀξίως παρθένος καλεῖται, καὶ ἔστιν· ἐπὰν δὲ ἀπατηθῇ ὑπό τινος, καὶ φθαρῇ, καὶ τὴν παρθενίαν ἀπολέσῃ, οὐκ ἔτι παρθένος ἐστίν· οὕτω καὶ ὁ καλούμενος Χριστιανὸς ἐὰν τὰς συνθήκας παραβῇ, καὶ τὰς ἐπαγγελίας καταπατήσῃ, καὶ τὸν λόγον τοῦ Εὐαγγελίου ἀθετήσῃ, καὶ τὰ τῶν ἐθνῶν πράττῃ, οὐδὲν ὄφελος τὸ καλεῖσθαι αὐτὸν Χριστιανὸν, καθὼς προείρηται. Σύνετε οὖν ἅπαντες, ἀγαπητοὶ, ὅτι δι᾽ ὀλίγων ῥημάτων ἅπασιν ἐκείνοις ἀπεταξάμεθα λέγοντες· ἀποτάσσομαι τῷ Σατανᾷ, καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐννόησον τί εἶπες, Πᾶσι τοῖς ἔργοις αὐτοῦ· βλέπε τίνι συνέθου, οὐκ ἀγγέλῳ, οὐ βασιλεῖ ἐπιγείῳ, οὐκ ἄρχοντι τοῦ αἰῶνος τούτου, ἀλλὰ τῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἄρχοντι τῶν ἀρχόντων· αὐτῷ συνέθου καὶ ὡμολόγησας, καὶ συνετάξω ἐπὶ πολλῶν μαρτύρων· λοιπὸν ἐν τῇ χειρὶ αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου.

Τὸ λοιπὸν προσδέχου αὐτὸν ἐρχόμενον ἐκ τῶν οὐρανῶν ἐπιφερόμενόν σου τὸ γραμματεῖον, τὰ ῥήματα ἐκ τοῦ στόματός σου ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων. Ὅρα, ἀδελφὲ, καὶ φύλαξον τοῦ λοιποῦ ἀπὸ τῶν ἐθνικῶν πραγμάτων.

Ἀκούσατε τοῦ Ἀποστόλου λέγοντος· Τοῦτο οὖν λέγω, καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοῦ αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν. Προσέχετε τοῖς λεγομένοις, ἀγαπητοὶ, καὶ μὴ συναναμίγνυσθε τοῖς τοιαῦτα πράττουσι. Πολλοὶ γάρ εἰσι τῆς ἀπωλείας μαθηταὶ, καὶ ἔτι πληθυνθήσονται. Βλέπετε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι, καὶ ὁ καιρὸς τοὺς ἰδίους ὑπηρέτας προχειρίζεται.