Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ψευδοπροφητῶν

Ἰωάννης ὁ Χρυσόστομος

Τα σημεία της συντέλειας και η εσχατολογική αποστασία

Αναφορά στα σημεία των εσχάτων χρόνων, τους προδρόμους του Αντιχρίστου, την αυστηρή προειδοποίηση αποκοπής από τους αιρετικούς και την καταφυγή στα ιερά κείμενα εν μέσω της γενικής πλάνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 7

ηʹ. Καὶ μὴ θαυμάσῃς, ἐὰν οἱ ποιμένες λύκοι γίνωνται. Πρὸς γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους διαλεγόμενος Παῦλος ὁ ἀπόστολος ἔλεγεν, ὅτι Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Ὥστε μηδεὶς πλανάτω ὑμᾶς, ἔχων ἔξωθεν σχῆμα ἀγγελικὸν, καὶ ἔσωθεν διαβολικόν. Διὰ τοῦτο ὁ Ἰησοῦς ἔλεγεν· Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Κἀγὼ δὲ πάλιν τὰ ὅμοια ἐρῶ· βλέπετε μή τις ὑμᾶς πλανήσῃ, μήτε ἀπὸ τῶν ἔσωθεν, μήτε ἀπὸ τῶν ἔξωθεν, μὴ ἐπίσκοπος, μὴ πρεσβύτερος, μὴ διάκονος, μὴ ἀναγνώστης, ἤ τις ἐὰν ᾖ λαλῶν διεστραμμένα· Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· οἵτινες ἔχουσιν μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Ὑμεῖς δὲ, ἀγαπητοὶ, μὴ πλανηθῆτε, ἀλλ᾽ ὡς παρελάβετε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐν αὐτῷ περιπατεῖτε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν. Καὶ περὶ μὲν τούτων ἐνταῦθα ἀποδώσω τὸν λόγον· μικρὰ δὲ διαλεχθεὶς περὶ σημείων τῆς συντελείας, καταπαύσω. Ὅταν δὲ ἄρξωμαι λαλεῖν περὶ τῆς συντελείας, φρίκη μοι ἐπέρχεται, καὶ ἐξίσταμαι. Πάντα μὲν τὰ τοῦ Κυρίου θαυμαστὰ, μεγάλα καὶ φοβερὰ καὶ ἔνδοξα· τὸ δὲ τέλος τῆς συντελείας καὶ τὸ τῆς δευτέρας αὐτοῦ παρουσίας μυστήριον, ὑπὲρ λόγον καὶ νοῦν καὶ ἔννοιαν, ὑπερβαίνει πᾶσαν διήγησιν, καὶ καταπλήττει πᾶσαν ἀκοήν.

Μέγας δὲ ἀγὼν καὶ πολὺς πόθος τῶν μαθητῶν, ἀκούειν παρὰ τοῦ διδασκάλου σημεῖα περὶ τῆς συντελείας. Ὡς γὰρ πολλάκις ἠκούσατε τοῦ Εὐαγγελίου λέγοντος, ὅτι Καθημένου τοῦ Ἰησοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ μαθηταὶ αὐτοῦ κατ᾽ ἰδίαν λέγοντες· Εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος. Ὅρα τὸ σοφὸν καὶ συνετὸν τῶν μαθητῶν. Ὅταν μέγα τι ἐβούλοντο ἐρωτᾷν, οὐ πάντες αὐτῷ προσέρχονται, ἀλλὰ κατ᾽ ἰδίαν, καί φασιν· Εἰπὲ ἡμῖν, Δέσποτα, καὶ τὸ, εἰπὲ ἡμῖν, ἀγαθέ· εἰπὲ ἡμῖν, καρδιογνῶστα· εἰπὲ ἡμῖν, ὁ γινώσκων τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· εἰπὲ ἡμῖν, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν· εἰπὲ ἡμῖν, ὁ ποιητὴς τῶν αἰώνων· εἰπὲ ἡμῖν, ὁ Πατὴρ τοῦ μέλλοντος αἰῶνος· εἰπὲ ἡμῖν, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος, ὅταν μέλλῃς ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς πάσης τῆς οἰκουμένης· ὅταν καταργήσῃς πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· ὅταν καμφθῇ σοι πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων καὶ καταχθονίων· Εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς παρουσίας σου, ὅπως καὶ ἡμεῖς διδάξωμεν πάντα τὰ ἔθνη τὴν παράδοξόν σου παρουσίαν. Ὁ δὲ Κύριος εἶπεν αὐτοῖς· Βλέπετε, μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός.

Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ· ὅτι ὁ καιρὸς ἐγγύς ἐστι. Ὅπερ νῦν ἡμεῖς θεωροῦμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, τότε εἶπεν, Ὅτι καιρὸς ἐγγύς ἐστι· νῦν ἔστηκε, καὶ πάντες θεωροῦμεν. Ὁρᾷς, πόση σπουδὴ τοῦ Δεσπότου περὶ ψευδοδιδασκάλων καὶ αἱρετικῶν τοῦ ἀπογυμνῶσαι, καὶ δεῖξαι ἡμῖν τὸν κεκρυμμένον ἐν αὐτοῖς δόλον; Διὸ καὶ πρὸ τῶν σημείων ἐν τῇ ἐρωτήσει τῶν μαθητῶν, τούτους προήγαγεν ὡς λύκους τῆς ποίμνης καὶ τοῦ Ἀντιχρίστου προδρόμους· εἶτα προεῖπε τὰ ἀκόλουθα, πολέμους καὶ ἀκαταστασίας, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλείαν ἐπὶ βασιλείαν· ἅπερ ὁρῶντες νῦν, οὐ συνίεμεν, βλέποντες κατὰ τόπους πολέμους, καὶ λιμοὺς, καὶ φόβητρα, καὶ σημεῖα ἀπὸ τοῦ οὐρανοῦ, καὶ τὰ λοιπὰ ἅπερ εἴρηκεν, τὰ πλεῖστα ὁρῶντες, οὐ συνίεμεν. Τότε, φησὶ, σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι. Καὶ ποῦ νῦν οὐκ ἔστι προδοσία; οὐχὶ πάντες σχεδὸν κατ᾽ ἀλλήλων γεγόνασι, καὶ μισοῦσιν ἀλλήλους; Καὶ τοῦτο πεπλήρωται, καθὼς ὁρῶμεν. Οὐχὶ πάντες κατ᾽ ἀλλήλων γεγόνασιν, ἔθνος ἐπὶ ἔθνος, βασιλεία ἐπὶ βασιλείαν, ἄρχοντες κατὰ τῶν ὁμοίων, ἐπίσκοποι κατὰ ἐπισκόπων, πρεσβύτεροι κατὰ πρεσβυτέρων, καὶ διάκονοι κατὰ διακόνων, ἀναγνῶσται κατ᾽ ἀλλήλων, λαϊκοὶ κατὰ λαϊκῶν; Διὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Διὰ τοῦτο προεῖπεν ὁ Δεσπότης· Ἐρευνᾶτε τὰς Γραφὰς, καὶ, Οὐ μὴ πλανηθῆτε.

Ἕτερον δὲ πάλιν σημεῖον προέθηκεν λέγων· Καὶ κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι. Καὶ τότε προσδέχου τὸ τέλος, προσδόκα ἰδεῖν βδέλυγμα τῆς ἐρημώσεως, τὸν υἱὸν τῆς ἀπωλείας, δι᾽ ὃν γενήσεται θλίψις πολλὴ καὶ μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς τοῦ κόσμου. Καὶ πάλιν λέγει· Ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, ὥστε, εἰ δυνατὸν, πλανῆσαι καὶ τοὺς ἐκλεκτούς. Ὅρα δὲ, πῶς ἄνω καὶ κάτω τοὺς ψευδοπροφήτας καὶ ψευδοδιδασκάλους καὶ ψευδαποστόλους τοῦ Ἀντιχρίστου υἱοῦ τῆς ἀπωλείας, οἵτινες διὰ τῶν ἀκαθάρτων πνευμάτων προχειριζόμενοι, καὶ ὑπ᾽ αὐτῶν ἐνεργούμενοι, πρόδρομοι γίνονται τοῦ Ἀντιχρίστου καὶ ἀντικειμένου· καὶ διὰ τῶν ἰδίων δογμάτων ἀπατήσουσι, καὶ ἑτοιμάσουσι λαὸν ἐπιτήδειον πρὸς ὑποδοχὴν τοῦ υἱοῦ τῆς ἀπωλείας.

θʹ. Διὰ τοῦτο ἡ θεία Γραφὴ, ἀδελφοὶ, ἄνω καὶ κάτω κράζει ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Διὰ τοῦτο καὶ ὁ Δεσπότης ἐπήγαγε τὸ, Ἰδοὺ προείρηκα ὑμῖν. Νοεῖν δὲ ἡμᾶς χρὴ τὸν νοῦν ἑκάστης λέξεως. Ἰδοὺ προείρηκα ὑμῖν· τουτέστιν, ἀπάρτι πρόφασιν οὐκ ἔχετε.

Ἰδοὺ προείρηκα ὑμῖν· ἐὰν πλανήσωσί τινα ἐξ ὑμῶν, ἀσύγγνωστος ἔσται. Ἰδοὺ προείρηκα ὑμῖν· εὔλογον πρόφασιν οὐδεὶς ἔχει. Ἰδοὺ προείρηκα ὑμῖν πάντα· Βλέπετε, μὴ πλανηθῆτε. Ὁρᾶτε, μὴ ἄλλον ψευδόχριστον δέξησθε ἀντὶ ἐμοῦ τοῦ ἀληθινοῦ. Πολλοὶ γὰρ ἐλεύσονται ἐν τῷ ὀνόματί μου, λέγοντες· ὅτι Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι· καὶ, Ὁ καιρὸς ἐγγύς ἐστι. Μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. Ὁρᾶτε, πόσος ὁ λόγος ἐν ἁγίαις Γραφαῖς περὶ τῶν τοιούτων. Διὰ τοῦτο πολλάκις ὑμᾶς ὑπέμνησα περὶ τῶν ἀθέων αἱρετικῶν, καὶ τανῦν παρακαλῶ, τοῦ μὴ συγκαταβῆναι αὐτοῖς ἔν τινι πράγματι, μὴ ἐν βρώμασιν, ἢ ἐν πόμασιν, ἢ φιλίᾳ ἢ σχέσει, ἢ ἀγάπῃ ἢ εἰρήνῃ. Ὁ γὰρ ἐν τούτοις ἀπατώμενος, καὶ συγκαταβαίνων αὐτοῖς, ἀλλότριον ἑαυτὸν καθίστησι τῆς καθολικῆς Ἐκκλησίας. Ὁ δὲ ἀληθινὸς καὶ ἄδολος μαθητὴς τοῦ Θεοῦ μετὰ παῤῥησίας κράζει· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω· καὶ τὰ τοῦ Δαυῒδ ψάλλει· Κύριε, οὐχὶ τοὺς μισοῦντάς σε ἐμίσουν, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς.

Φρίξατε καὶ τρομάξατε οἱ τὰς ἀγάπας μετ᾽ αὐτῶν ποιοῦντες, καὶ διορθώσασθε, ἵνα μὴ ἀπόλησθε ταῖς ἀσεβείαις αὐτῶν. Ἁρμόζει δὲ καὶ ἐνταῦθα τὸ, Ἰδοὺ προείρηκα ὑμῖν. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, τὰ περὶ τῆς συντελείας ἀναπληροῦντες. Καὶ ἵνα συντόμως εἴπω· τὰ προειρημένα σημεῖα ἐπληρώθησαν· λοιπὸν χρὴ ἕτοιμον εἶναι καὶ παρεσκευασμένον, καὶ μὴ πολυπραγμονεῖν πλεῖον τῶν γεγραμμένων. Πολλοὶ ἀμαθεῖς καὶ ἀστήρικτοι γεγόνασιν οἱ στρεβλοῦντες τὰς θείας Γραφάς· ὅρα δὲ σὺ, μὴ πιστεύσῃς αὐτοῖς. Πολλὴ κακία, πολλὴ πονηρία ἐκκέχυται ἐπὶ τῆς γῆς, πολλὰ σκάνδαλα· Βλέπε δὲ σὺ, μὴ ἀπατηθῇς· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερὰ, ἀλλ᾽ ὁδῷ βασιλικῇ βάδιζε. Ἔχεις πολλοὺς πιστοὺς, ἀγαπητὲ, εἰ καὶ μὴ ἐπὶ γῆς, ἀλλ᾽ ἐν οὐρανῷ, μεθ᾽ ὧν πάντοτε συνεῖναι σπεῦσον. Ἔχεις ἐκεῖ πανηγύρεις ἀγγέλων, ἔχεις πατριάρχας, προφήτας, ἀποστόλους, εὐαγγελιστάς· ἔχεις μάρτυρας, ὁσίους ὁμολογητὰς, καὶ τοὺς ἐν μοναχικῷ βίῳ διαπρέψαντας, πλῆθος πολὺ, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς. Τούτους πόθησον, τούτους μίμησαι, τούτων μὴ χωρίζου, τούτων τὴν μνήμην ἐν τῇ καρδίᾳ σου ἔχε νυκτὸς καὶ ἡμέρας, πάντοτε ἐν ταῖς χερσί σου τὰς τούτων βίβλους κατέχων ἀναγίνωσκε, ὅπως εὕρῃς πολλὴν ὠφέλειαν.

Γίνου ἔμπορος λόγου δικαιοσύνης, ἵνα δύνῃ τοὺς ἀντιλέγοντας ἐλέγχειν, καὶ τοῖς μυθολόγοις ἐπιτιμᾷν, καὶ τοὺς αἱρετικοὺς ἐπιστομίζειν, καὶ τοὺς παραπίπτοντας νουθετεῖν καὶ ἐπιστρέφειν. Ἐρεύνα τὰς θείας Γραφὰς, ἵνα ὅταν ἴδῃς ἀκαταστασίαν καὶ σύγχυσιν, μὴ καταπέσῃς, ἀλλ᾽ ἐπὶ τὴν θείαν Γραφὴν καταφύγῃς. Ὅρα δὲ, μὴ χαυνωθῇς, μηδὲ σαλευθῇς ἀπὸ τοῦ νοός σου. Ὅταν ἴδῃς πολλοὺς ἀσυνετοῦντας, μὴ ξενίζου· δεῖ ταῦτα γενέσθαι.

Ὅταν ἴδῃς πολλοὺς ψευδοπροφήτας, ὑπομνήσθητι τοῦ Δεσπότου λέγοντος, ὅτι Ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται. Ὅταν πλανολόγους, ὑπομνήσθητι τοῦ προφήτου λέγοντος· Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Ὅταν ἴδῃς τοὺς εὐλαβεῖς καὶ πιστοὺς καὶ σοφοὺς ἐξουδενουμένους, τοὺς δὲ ἐναγεῖς καὶ ἀλαζόνας καὶ προδότας καὶ πόρνους προχειριζομένους, ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.

Ὅταν ἴδῃς τὴν ἁγίαν Γραφὴν βδελυχθεῖσαν ὑπὸ τῶν εἶναι δοκούντων Χριστιανῶν, καὶ τοὺς λαλοῦντας τὸν λόγον τοῦ Θεοῦ μισηθέντας, ὑπομνήσθητι τοῦ Κυρίου εἰπόντος· Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Ὅταν ἴδῃς λαοὺς ἐπισυντρέχοντας πρὸς τοὺς μυθολόγους καὶ φυλακτογράφους, καὶ γενεαλογίας, καὶ μαντείας, καὶ διδασκαλίας δαιμόνων, καὶ ἐπερωτήσεις πνευμάτων ἀκαθάρτων, μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς. Κἂν ἐκ τῶν δοκούντων εἶναι ποιμένων ἐὰν ἴδῃς ταῦτα πράσσοντας, μὴ ἀπογνώσῃς, ἀλλὰ δακρύσας ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμόνων ἀκαθάρτων. Καὶ πάλιν λέγει· Ἔσται καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσι ἑαυτοῖς διδασκάλους, κλυθόμενοι τὴν ἀκοήν· καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.

ιʹ. Ὅταν ἴδῃς ἄριστα πολυτελῆ, καὶ δεῖπνα, καὶ τρυφὴν, καὶ ἀπάτην, καὶ θόρυβον, καὶ ἀτάκτους φωνὰς, ὑπομνήσθητι τοῦ Κυρίου λέγοντος· Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε.