Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ σεισμοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Ο παιδαγωγικός χαρακτήρας του σεισμού και η πνευματική αφύπνιση

Ανάλυση της θείας δοκιμασίας ως μέσου φιλανθρωπίας που οδηγεί στην εγκατάλειψη των παθών, την πνευματική εγρήγορση και τον αγιασμό της πόλεως μέσω της ιερής παννυχίδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ὥσπερ γὰρ ὑμῖν λιμὸς τὸ μὴ ἀκούειν, οὕτω καὶ ἐμοὶ λιμὸς τὸ μὴ λέγειν. Οὕτω καὶ μήτηρ πολλάκις ἀσθενοῦσα ἕλοιτο ἂν ὑπὸ τοῦ παιδὸς κατατείνεσθαι τὸν μαζὸν, ἢ ὁρᾷν αὐτὸν λιμῷ τηκόμενον· συντεινέσθω καὶ ἐμοὶ τὸ σῶμα. Τίς γὰρ οὐκ ἂν ἡδέως ὑπὲρ ὑμῶν καὶ τὸ αἷμα ἐκχέοι, ἀνδρῶν οὕτω τῇ εὐλαβείᾳ, οὕτω τῇ φιληκοΐᾳ ζεόντων, οὕτως ἀπὸ μικρᾶς καιροῦ ῥοπῆς τὴν μετάνοιαν ἐπιδειξαμένων; Οὐκ οἴδατε ἡμέραν καὶ νύκτα, ἀλλ᾽ ἑκάτερον τὸν καιρὸν ἡμέραν ἐργάζεσθε, οὐ τὸν ἀέρα μεταβαλόντες, ἀλλὰ ταῖς παννυχίσι τὰς νύκτας φωτίζοντες· νύκτες ὑμῖν ἄϋπνοι, καὶ τοῦ ὕπνου ἡ τυραννὶς καταλέλυται· ὁ γὰρ τοῦ Χριστοῦ πόθος τὸ ἐλάττωμα τῆς φύσεως ἐνίκησεν. Ἀπηλλάγητε τοῦ εἶναι ἄνθρωποι τὰ σώματα τῷ μιμεῖσθαι δυνάμεις, ἀγρυπνίαν ἐπιδεικνύμενοι, νηστείαν συντεταμένην, κάματον τοσοῦτον ὁδοιπορίας, κάματον κατὰ τὴν φύσιν, ἄνεσιν κατὰ τὴν προαίρεσιν. Οὗτος τῶν φόβων ὁ καρπὸς, αὕτη τοῦ σεισμοῦ ἡ πρόοδος, πρόοδος μηδέποτε δαπανωμένη, πρόοδος καὶ τοὺς πένητας εὐπορωτέρους ἐργαζομένη, καὶ τοὺς πλουσίους πλουτίζουσα· οὐκ οἶδε πενίαν, οὐκ οἶδε πλοῦτον. Ἦλθεν ὁ σεισμὸς, καὶ τὴν ἀνωμαλίαν τοῦ βίου ἔξω πεποίηκεν. Ποῦ νῦν οἱ τὰ σηρικὰ περιβεβλημένοι; ποῦ ὁ χρυσός; Πάντα ἐκεῖνα οἴχεται, καὶ ἀράχνης εὐτελέστερον διεσπάσθη, καὶ τῶν ἀνθῶν τῶν ἐαρινῶν μᾶλλον ἠλέγχθη.

Ἀλλ᾽ ἐπειδὴ παρεσκευασμένην ὁρῶ τὴν διάνοιαν τὴν ὑμετέραν, δαψιλεστέραν παραθεῖναι ὑμῖν τράπεζαν βούλομαι.

Ὁρῶ ὑμῶν τὰ σώματα κεκμηκότα, ἀλλὰ τὴν ψυχὴν νεάζουσαν. Πολλαὶ τοῦ ἱδρῶτος αἱ πηγαὶ, ἀλλ᾽ ἀποσμήχουσι τὸ συνειδός. Εἰ γὰρ ἀθληταὶ καὶ αἷμα περιῤῥέονται διὰ φύλλα δάφνης, σήμερον διδόμενα, καὶ αὔριον μαραινόμενα, πολλῷ μᾶλλον ὑμᾶς εἰς τὸν ἀγῶνα τῶν κατορθωμάτων εἰσελθόντας δεῖ μὴ ἐνδοῦναι τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, μηδὲ καταμαλακίζεσθαι.

Τὸ θέατρον τὸ ὑμέτερον ἐμοὶ στέφανος, καὶ εἷς ὑμῶν ἀκροατὴς ἀντίῤῥοπος τῇ πόλει. Τινὲς μὲν γὰρ κρατῆρας ἐστέψαντο, ἄλλοι δὲ συμπόσια συνήγαγον Σατανικὰ, ἄλλοι δὲ δαψιλῆ παρεσκεύασαν τράπεζαν· ὑμεῖς δὲ παννυχίδα τοσαύτην ἐπετελέσατε, καὶ τὴν πόλιν πᾶσαν τῇ βάσει τῶν ἁγίων ὑμῶν ποδῶν ἐξεκαθάρατε, τῷ περιπάτῳ τὴν ἀγορὰν ἀναμετρήσαντες, καὶ τὸν ἀέρα ἅγιον ἐργασάμενοι. Γίνεται γὰρ καὶ ὁ ἀὴρ ἅγιος ἀπὸ ψαλμῳδίας, ὡς ἠκούσατε σήμερον λέγοντος τοῦ Θεοῦ τῷ Μωϋσῇ· Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. Ἡγιάσατε τὸ ἔδαφος, τὴν ἀγορὰν, τὴν πόλιν ἡμῖν ἐκκλησίαν ἐποιήσατε. Καὶ καθάπερ χείμαῤῥος παραῤῥέων· καὶ πολλῷ τῷ ῥείθρῳ φερόμενος ἅπαντα ἀνατρέπει, οὕτω δὴ καὶ ὁ χείμαῤῥος ὁ πνευματικὸς, ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ εὐφραίνων τὴν πόλιν τοῦ Θεοῦ, ἐπληρώθη ὑδάτων, καὶ τὸν βόρβορον τῆς ἀσεβείας ἐξεκάθαρεν.

Οὐδεὶς ἀσελγὴς, μᾶλλον δὲ καὶ εἴ τις ἀσελγής ἐστι μεταβάλλεται. Ἀκούει τῆς φωνῆς, καὶ μεταῤῥυθμίζεται ἡ διάνοια, εἰσέρχεται ἡ μελῳδία, καὶ μεταβάλλεται ἡ ἀσέβεια, δραπετεύει τῆς πλεονεξίας τὰ πάθη. Εἰ γὰρ καὶ μὴ δραπετεύει, ἀλλὰ καθάπερ τὰ θηρία τὰ ἄγρια χειμῶνι φωλεύει, οὕτως ἡ διάνοια ἡ ἀσελγοῦσα κατορύττεται, καὶ καθάπερ οἱ ὄφεις, τοῦ κρυμοῦ πηγνύντος αὐτῶν τὰ σώματα ἐπὶ τὰ κάτω δύνουσιν, οὕτω δὴ τὰ πάθη ταῦτα, τὰ ἀνελεύθερα καὶ ἀνδραποδώδη, καθάπερ εἰς βυθόν τινα οὕτω συγκαλύπτεται.

Ἀμέλει καὶ αὐτοὶ αἰσχύνονται οἱ περιφέροντες αὐτά· περιφέρουσι μὲν γὰρ, νεκρὰ δέ. Ἀντὶ γὰρ χειμῶνος αὐτοῖς ἡ μελῳδία ὑμῶν γίνεται. Εἰσέρχεται εἰς ἀκοὴν τοῦ πλεονέκτου ἡ φωνὴ, κἂν μὴ ἐκβάλλῃ τὸ πάθος, ἀλλὰ νεκροῖ τὸ πάθος· εἰσέρχεται εἰς τὴν ἀκοὴν τοῦ ἀσελγοῦς καὶ ὑπερηφάνου, κἂν μὴ ἀποκτείνῃ τὴν ἀσέλγειαν καὶ τὴν ὑπερηφανίαν, κατορύττει τὴν ἀσέλγειάν τε καὶ τὴν ὑπερηφανίαν. Οὐ μικρὸν δὲ τὸ μὴ παῤῥησιάζεσθαι τὴν κακίαν. Εἶπον καὶ χθὲς ὅτι μέγας ὁ καρπὸς ὁ ἀπὸ τῶν σεισμῶν. Εἴδετε Δεσπότου φιλανθρωπίαν σείοντος πόλιν καὶ στηρίζοντος διάνοιαν; σαλεύοντος θεμέλια, καὶ πηγνύοντος φρονήματα; σαθρὰν ἐργαζομένου τὴν πόλιν, καὶ ἰσχυροποιοῦντος τὴν γνώμην; Ἐννόησον αὐτοῦ τὴν φιλανθρωπίαν· ἔσεισεν ὀλίγον, καὶ διηνεκῶς ἔπηξεν· ὁ σεισμὸς εἰς δύο ἡμέρας, ἡ δὲ εὐλάβεια μενέτω εἰς πάντα τὸν χρόνον· πρὸς ὀλίγον ἐλυπήθητε, ἀλλὰ διηνεκῶς ἐῤῥιζώθητε. Εὖ γὰρ οἶδα ὅτι τῷ φόβῳ τοῦ Θεοῦ ἡ εὐλάβεια ὑμῶν ῥίζαν ἔλαβε· κἂν γένηται ἄνεσις, μένει ὁ καρπός. Οὐκέτι ἄκανθαι αἱ πνίγουσαι, οὐδὲ βροχὴ ἐπικλύζουσα ἀποπλύνει· καλῶς ἐγεώργησεν ὑμᾶς ὁ φόβος, σύμμαχός μου τῶν λόγων γέγονεν. Ἐγὼ σιγῶ καὶ τὰ θεμέλια φθέγγεται· ἐγὼ σιωπῶ καὶ ὁ σεισμὸς σάλπιγγος λαμπροτέραν ἀφίησι φωνὴν, ταῦτα λέγων· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· παρεγενόμην, οὐχ ἵνα ὑμᾶς καταχώσω, ἀλλ᾽ ἵνα ὑμᾶς νευρώσω.

Ταῦτα ὁ σεισμὸς λέγει, καὶ φωνὴν ἀφίησιν· ἐφόβησα ὑμᾶς, οὐχ ἵνα λυπήσω, ἀλλ᾽ ἵνα ἀκριβεστέρους ἐργάσωμαι. Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ· ἐπειδὴ ἠτόνησεν ὁ λόγος, ἐβόησεν ἡ τιμωρία, ἐπεὶ ἔκαμεν ἡ διδασκαλία, συνεμάχησεν ὁ φόβος. Ταῦτα διαλεγόμενος ὑμῖν πρὸς ὀλίγον ἔρχομαι, καὶ ποιῶ τὸ ἐμαυτοῦ· ὅταν ὑμᾶς σφίγξω, τότε παραδίδωμι τῷ λόγῳ, ἵνα μὴ κάμνῃ ὁ λόγος· λίθους εὑρίσκων καὶ ἀκάνθας φυομένας, καθαρὰν ποιῶ τὴν ἄρουραν, ἵν᾽ ὁ λόγος δαψιλεῖ τῇ χειρὶ καταβάλλῃ τὰ σπέρματα.