Φοβερὸν ὄντως ἀκοῦσαι, ἀγαπητοὶ, φοβερώτερον δὲ τὸ ἰδέσθαι πᾶσαν τὴν κτίσιν ἱσταμένην, καὶ ἀπολογουμένην ὑπὲρ λόγου, ὑπὲρ ἔργου, ὑπὲρ ἐννοιῶν, τῶν ἐν νυκτὶ, τῶν ἐν ἡμέρᾳ, ὧν ἡμάρτομεν. Μέγας ὁ φόβος, ἀδελφοὶ, τότε, μεγάλη ἡ ἀνάγκη, οἵα οὐδέποτε ἐγένετο οὐδὲ γενήσεται ἕως τῆς ἡμέρας ἐκείνης. Τότε ἄγγελοι περιτρέχουσιν, αἱ σάλπιγγες βοῶσι, τὰ ἄστρα πίπτουσιν, ὁ ἥλιος σκοτίζεται, οἱ οὐρανοὶ εἱλίσσονται, ἡ γῆ σαλεύεται, αἱ δυνάμεις προτρέχουσι, τὰ Σεραφὶμ βοῶσι, τὰ ἄνω, τὰ κάτω, τὰ ἐπίγεια, τὰ καταχθόνια ταράσσονται, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀνίστανται καὶ συνάγονται, τὸ κριτήριον εὐτρεπίζεται. Πολὺς ὁ φόβος, ἀδιήγητος ὁ τρόμος, ἀκατάληπτος ἡ ἀνάγκη ἡ τότε γινομένη· μέγας ὁ χειμὼν ἐκεῖνος, μεγάλη ἡ ὀδύνη, χαλεπὴ ἡ περίστασις, ἀκατάπαυστος ὁ θόρυβος, μέγας ὁ ὀλολυγμός. Ἄκουε οὖν τοῦ Δανιὴλ λέγοντος· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ καθαρὸν ὡς ἔριον· ὁ θρόνος αὐτοῦ φλὸξ, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· τὸ κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ἔφριξε τότε τὸ πνεῦμά μου. Ἐγὼ Δανιὴλ εἶδον, καὶ ἡ ὅρασις τῆς κεφαλῆς μου συνετάραξέ με. Βαβαί!