Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ σωτηρίας ψυχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Επείγουσα προτροπή σε μετάνοια και πνευματική εγρήγορση

Κάλεσμα για άμεση επιστροφή στον Θεό μέσω προσευχής, άσκησης και εξομολόγησης, λόγω της συντομίας του χρόνου και της βεβαιότητας του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Σπεύσωμεν μόνον πρὶν ἢ ἥλιος δύσῃ, πρὶν ἢ θύρα ἀποκλεισθῇ, πρὶν ἢ νὺξ καταλάβῃ. Ἐπὰν γὰρ ἡ πανήγυρις λυθῇ, οὐδεὶς πραγματεύεται· ἐπὰν τὸ θέατρον λυθῇ, οὐδεὶς στεφανοῦται, οὐδεὶς ἀγωνίζεται. Διὸ δράμωμεν· δρόμου γὰρ χρεία, ἀδελφοὶ, καὶ δρόμου σφοδροῦ, ἵνα φθάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς κρούσαντες ἀκούσωμεν· Οὐκ οἶδα ὑμᾶς· ὀξυποδήσωμεν, μικρὸν αἰσχυνθῶμεν. Πόσα τὸν Δεσπότην ἀτιμάζομεν; πόσα τὸν εὐεργέτην παροργίζομεν; Αὐτὸς εὐεργετεῖ, καὶ ἡμεῖς καθ᾽ ἑκάστην ἀγνοοῦμεν· αὐτὸς οἰκτείρει, καὶ ἡμεῖς ἀθετοῦμεν, αὐτὸς τρέφει, σκέπων προνοεῖται, καὶ ἡμεῖς τὰς αὐτοῦ ἐντολὰς καθ᾽ ἑκάστην παραβαίνομεν, καὶ οὐκ αἰσχυνόμεθα. Αἰσχυνθῶμεν λοιπόν· ὁ γὰρ καιρὸς ἤγγικε, καὶ ἡ ἡμέρα ἔφθασε, καὶ δεῖ ἡμᾶς λόγον ἀποδοῦναι ὑπὲρ ὅλου τοῦ βίου ἡμῶν. Παυσώμεθα οὖν λοιπὸν τῆς ἀμέτρου τρυφῆς, καὶ τοῦ αἰσχροῦ γέλωτος, ἵνα μὴ ἐκεῖ κλαύσωμεν πικρῶς· παυσώμεθα τοὺς ἀδελφοὺς λοιδοροῦντες καὶ μισοῦντες καὶ ἀδικοῦντες· παυσώμεθα θησαυρίζοντες, σπαταλῶντες καὶ πορνεύοντες· σχολάζωμεν ταῖς εὐχαῖς, ταῖς δεήσεσι, ταῖς ἀναγνώσεσι, ταῖς νηστείαις, ταῖς μετανοίαις· ἐπιδειξώμεθα βίον νέον, ἐξομολογησώμεθα, ἐπιστρέψωμεν· ἐπιστροφῆς γὰρ ὁ καιρός.

Μετανοήσωμεν, δακρύσωμεν, ἐπιδειξώμεθα τῷ Θεῷ μετάνοιαν ἐμμέριμνον, καὶ ἁμαρτίαν μισήσωμεν· πονέσωμεν ὧδε, παρακαλῶ, μικρὸν, ἵνα μὴ κολασθῶμεν ἐκεῖ πολύ· ἀγωνισώμεθα πρὸ καιροῦ, ἀδελφοὶ, ἵνα μὴ βασανισθῶμεν αἰωνίως.

Ὁ χρόνος μικρὸς, ἡ δὲ κρίσις μακρὰ, καὶ τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ ἐλεῶν οὐδείς. Ζητήσει γὰρ τὸν καιρὸν, ὃν κακῶς ἐδαπάνησεν ἕκαστος, καὶ οὐ μὴ εὕρῃ. Οὐαὶ τῷ καταλαλοῦντι, ὅτι ζητήσει σταγόνας ὕδατος φλεγόμενος, καὶ οὐχ εὑρίσκει! οὐαὶ τῷ ἀπιστοῦντι, ὅτι αἰωνίως κολασθήσεται! οὐαὶ τῷ ἀμελοῦντι, ὅτι πρὸς αὐστηρὸν κριτὴν πορεύεται! οὐαὶ τῷ μὴ ἀγωνιζομένῳ, ὅτι ἀποτόμοις ἀγγέλοις παραδίδοται, Χρυσίον ὁ ἀπολλύων εὑρίσκει ἄλλο· χρόνον δὲ μετανοίας ἄλλον εὑρεῖν οὐ δύναται. Μὴ φεισώμεθα, ἀδελφοὶ, τῶν ἑαυτῶν σωμάτων, ἀλλὰ ταῦτα κατατρίψωμεν, ἐπειδὴ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες, μακάριοι οἱ πενθοῦντες. Τὸ γὰρ σῶμα πηλός ἐστι· καὶ ἐλεύσεται ὥρα καὶ ἡμέρα φοβερὰ καὶ πονηρὰ καὶ ἀπαραίτητος, καὶ εἰς γῆν ἡ γῆ πορεύσεται, καὶ ἡ κόνις πάλιν κόνις γίνεται. Νήψωμεν, ἀγαπητοὶ, δυσωπῶ, ὁδοιπορήσωμεν, ἀνανεύσωμεν· ἐλεύσεται γὰρ ἡ ὥρα, καὶ ὄντως ἐλεύσεται, τῆς ἐξόδου ἡμῶν· καὶ μὴ ἑαυτοὺς ἀπατήσωμεν.