Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ σωτηρίας ψυχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η ματαιότητα των εγκόσμιων αγαθών και το φοβερό κριτήριο

Η προτροπή για την εγκατάλειψη των φθαρτών πραγμάτων, η ανωφέλεια του πλούτου και της εξουσίας, καθώς και η περιγραφή της Μέλλουσας Κρίσης και της όψιμης μεταμέλειας των ραθύμων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Περὶ σωτηρίας ψυχῆς. Ἀγαπητοὶ, ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπετε, ἀγωνίσασθε, ἵνα μὴ πάλιν ἐπ᾽ αὐτὰ τὸν ὑμέτερον νοῦν ἐπιστρέψητε. Ὁ γὰρ πλοῦτος παρέρχεται, καὶ ἡ δόξα ἀπόλλυται, καὶ τὸ κάλλος μαραίνεται, καὶ πάντα ἀλλάσσονται, καὶ ὡς καπνὸς ἀπόλλυνται, καὶ ὡς σκιὰ παράγουσι, καὶ ὡς ἐνύπνιον ἐξαφανίζονται.

Διὰ τοῦτο ἔλεγεν ὁ Σολομών· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης· καὶ ὁ Δαυῒδ λέγει· Ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Πλὴν μάτην ταράσσονται πάντες οἱ τὰ τοῦ παρόντος βίου πράγματα ἀγωνιῶντες· ὄντως μάτην ταράσσονται, μάτην θορυβοῦνται, μάτην χειμάζονται, ἐπισυνάγοντες καὶ θησαυρίζοντες τὰ μετ᾽ ὀλίγον καταλειπόμενα· ἅπερ λαβεῖν μεθ᾽ ἑαυτῶν οὐ δυνάμεθα, ἀλλὰ πάντα καταλιπόντες, γυμνοὶ ὡς ἐγεννήθημεν πορευσόμεθα πρὸς τὸν φοβερὸν δικαστήν. Κἂν πάντας τοὺς θησαυροὺς συνάξωμεν, γυμνοὶ, σκοτεινοὶ, ἐλεεινοὶ, σκυθρωποὶ, τετραχηλισμένοι, τεταπεινωμένοι, συντετριμμένοι, ἔμφοβοι, ἔντρομοι, κατηφεῖς, ὀδυνηροὶ, εἰς γῆν τὸ πρόσωπον ἔχοντες, καὶ τοῦτο μετ᾽ αἰσχύνης συγκαλύπτοντες· οὕτω πορευσόμεθα, οὕτως ἀναστησόμεθα, οὕτω παραστησόμεθα εἰς ἐκεῖνο τὸ φρικτὸν καὶ πικρὸν ἀπροσωπόληπτον δικαστήριον, ὅπου ἄγγελοι τρέμουσιν, ὅπου θρόνοι φοβεροὶ τίθενται, ὅπου αἱ βίβλοι τῶν πράξεων ἀνοίγονται, ὅπου ὁ ποταμὸς τοῦ πυρὸς τοῦ ἀσβέστου, ὅπου ὁ ἀνήμερος σκώληξ, ὅπου τὸ ἀφώτιστον σκότος, ὅπου ὁ ἀθέρμαντος τάρταρος, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου τὸ ἀκατάπαυστον δάκρυον, ὅπου ὁ ἀσίγητος στεναγμὸς, ὅπου τὸ ἀπαραμύθητον πένθος, ὅπου οὐκ ἔστι γέλως, ἀλλὰ θρῆνος· ὅπου οὐκ ἔστι χαρμοσύνη, ἀλλὰ στεναγμός· ὅπου οὐκ ἔστι τρυφὴ, ἀλλὰ κρίσις· ὅπου οὐκ ἔστι φθόγγος, ἀλλὰ τρόμος.

Φοβερὸν ὄντως ἀκοῦσαι, ἀγαπητοὶ, φοβερώτερον δὲ τὸ ἰδέσθαι πᾶσαν τὴν κτίσιν ἱσταμένην, καὶ ἀπολογουμένην ὑπὲρ λόγου, ὑπὲρ ἔργου, ὑπὲρ ἐννοιῶν, τῶν ἐν νυκτὶ, τῶν ἐν ἡμέρᾳ, ὧν ἡμάρτομεν. Μέγας ὁ φόβος, ἀδελφοὶ, τότε, μεγάλη ἡ ἀνάγκη, οἵα οὐδέποτε ἐγένετο οὐδὲ γενήσεται ἕως τῆς ἡμέρας ἐκείνης. Τότε ἄγγελοι περιτρέχουσιν, αἱ σάλπιγγες βοῶσι, τὰ ἄστρα πίπτουσιν, ὁ ἥλιος σκοτίζεται, οἱ οὐρανοὶ εἱλίσσονται, ἡ γῆ σαλεύεται, αἱ δυνάμεις προτρέχουσι, τὰ Σεραφὶμ βοῶσι, τὰ ἄνω, τὰ κάτω, τὰ ἐπίγεια, τὰ καταχθόνια ταράσσονται, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀνίστανται καὶ συνάγονται, τὸ κριτήριον εὐτρεπίζεται. Πολὺς ὁ φόβος, ἀδιήγητος ὁ τρόμος, ἀκατάληπτος ἡ ἀνάγκη ἡ τότε γινομένη· μέγας ὁ χειμὼν ἐκεῖνος, μεγάλη ἡ ὀδύνη, χαλεπὴ ἡ περίστασις, ἀκατάπαυστος ὁ θόρυβος, μέγας ὁ ὀλολυγμός. Ἄκουε οὖν τοῦ Δανιὴλ λέγοντος· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ καθαρὸν ὡς ἔριον· ὁ θρόνος αὐτοῦ φλὸξ, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· τὸ κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ἔφριξε τότε τὸ πνεῦμά μου. Ἐγὼ Δανιὴλ εἶδον, καὶ ἡ ὅρασις τῆς κεφαλῆς μου συνετάραξέ με. Βαβαί!

ὁ προφήτης τὸ ὅραμα τῆς μελλούσης κρίσεως ἰδὼν ἔφριξε! Καὶ τί ἄρα ἡμεῖς μέλλομεν ὑπομένειν, ὅταν εἰς αὐτὰ τὰ πράγματα ἔλθωμεν; ὅταν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐπισυναγόμενοι παριστώμεθα γυμνοὶ, καὶ τὸ φορτίον τῶν ἁμαρτιῶν ἐπὶ τοῦ τραχήλου πᾶσιν ἐπιδεικνύοντες;

Τότε τῶν βλασφήμων αἱ γλῶσσαι φλογίζονται, καὶ οὐκ ἔσται ὁ δροσίζων· τότε τῶν καταλαλούντων οἱ ὀδόντες συντρίβονται ὑπὸ ἀποτόμων ἀγγέλων· τότε τῶν φιλαργύρων αἱ χεῖρες κρεμάμεναι τρέμουσι, καὶ ξεόμεναι ὀδυνῶνται· τότε τῶν φλυάρων τὰ στόματα ὑπὸ τοῦ πυρὸς ἐμφράττονται· τότε τῶν διανευόντων οἱ ὀφθαλμοὶ ἐξορύττονται ἀνιλεῶς. Ποῦ τότε γονεῖς, ποῦ ἀδελφοὶ, ποῦ πατὴρ, ποῦ μήτηρ, ποῦ οἱ συγγενεῖς, ποῦ οἱ φίλοι; ποῦ ἡ τῶν βασιλέων φαντασία, ποῦ τῶν ἀρχόντων ἡ ἐξουσία, ποῦ ἡ τῶν τυράννων ἀπόνοια, ποῦ ἡ τῶν δικαστῶν ὑπερηφανία; ποῦ οἱ δοῦλοι, ποῦ αἱ δοῦλαι; ποῦ ὁ καλλωπισμὸς τῶν ἱματίων, ποῦ αἱ χροαὶ τῶν μαργάρων, ποῦ ἡ φαντασία τοῦ χρυσίου, ποῦ ὁ κτύπος τοῦ ἀργυρίου; ποῦ ἡ κόσμησις τῶν δακτυλίων, ποῦ τῶν ποδῶν τὸ περισφῖγγον ὑπόδημα, ποῦ τὰ σηρικὰ ἱμάτια, ποῦ τὰ βύσσινα; ποῦ τὰ κρέα, ποῦ τὰ μύρα καὶ τὰ μάταια καπνίσματα; ποῦ οἱ φυλασσόμενοι θησαυροί; ποῦ αἱ κεκοσμημέναι κλῖναι; ποῦ οἱ παρορῶντες τοὺς πένητας; ποῦ οἱ παραβλέποντες τοὺς ἐν ἀνάγκῃ; ποῦ οἱ νομίζοντες εἶναι σοφοί; ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες; ποῦ οἱ διαπαντὸς γελῶντες, καὶ τοὺς εὐλαβεῖς ἐκμυκτηρίζοντες; ποῦ οἱ τοὺς δούλους καταπονοῦντες, καὶ τοῦ φόβου τοῦ Θεοῦ καταφρονοῦντες; ποῦ εἰσὶν ἀπιστοῦντες τὴν κόλασιν, καὶ ὡς ἀθάνατοι διακείμενοι;

ποῦ εἰσὶν οἱ λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν; ποῦ εἰσὶν οἱ λέγοντες, Δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον; ποῦ εἰσὶν οἱ λέγοντες, Ἀπολαύσωμεν τῶν ὧδε, καὶ περὶ τῶν ἐκεῖ βλέπωμεν; ποῦ εἰσὶν οἱ λέγοντες, Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ οὐ κολάζει τοὺς ἁμαρτωλούς; Ὢ πόσα μετανοήσουσιν οἱ τὰ τοιαῦτα λέγοντες! πόσα κόψονται, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν αὐτούς! πόσα στενάξουσι, καὶ οὐδεὶς ὁ λυτρούμενος! πόσα ἑαυτοὺς κατακόπτοντες εἴπωσιν, Οὐαὶ, οὐαὶ, ὅτι ἑαυτοὺς ἐχλευάσαμεν! οὐαὶ, ὅτι ἑαυτοὺς ἀπωλέσαμεν! Ἐδιδασκόμεθα, καὶ οὐ προσείχομεν· ἐνουθετούμεθα, καὶ κατεφρονοῦμεν· διεμαρτύραντο δὲ ἡμῖν, καὶ οὐκ ἐπιστεύομεν· τῶν Γραφῶν ἀκούοντες ἑαυτοὺς ἐπλανῶμεν. Δικαία ἡ κρίσις τοῦ Θεοῦ· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν.

Οὐαὶ ἡμῖν, ὅτι διὰ πρόσκαιρον ἡδονὴν αἰωνίως κολαζόμεθα, διὰ μικροῦ χρόνου ἀμέλειαν τῷ αἰωνίῳ πυρὶ καταποντιζόμεθα, διὰ δόξαν ματαίαν τῆς δόξης τοῦ Θεοῦ ἐξεπέσαμεν, διὰ μικρὰν τρυφὴν τῆς τοῦ παραδείσου τρυφῆς ἐστερήθημεν, διὰ πλοῦτον ἀπολλύμενον τὸν πλοῦτον τῆς βασιλείας ἀπωλέσαμεν! Ἐν τῷ ματαίῳ αἰῶνι ἡμεῖς ἀπηλαύσαμεν, ἀλλ᾽ ἐν αὐτῷ οἱ μὴ ἀπολαύσαντες εὐφραίνονται. Νῦν οἱ νηστεύοντες τρυφῶσιν, οἱ ἀγωνισάμενοι εἰς τὸν οὐράνιον νυμφῶνα χορεύουσιν, οἱ σκορπίσαντες τὸν πλοῦτον ἐν ἀγαλλιάσει θερίζουσιν, οἱ κλαύσαντες αἰωνίως ἀγάλλονται, οἱ καταφρονήσαντες τῶν ἐπιγείων ἀπέλαβον τὰ οὐράνια· μόνοι δὲ ἡμεῖς οἱ ἄθλιοι τῇ κολάσει ἀξίως παρεδόθημεν· καὶ νῦν κράζομεν, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν· στενάζομεν, καὶ οὐκ ἔστιν ὁ σώζων. Ἵνα οὖν μὴ καὶ ἡμεῖς μετ᾽ ἐκείνων τῶν ἀφρόνων τὰ τοιαῦτα ῥήματα ἐν τῷ μέλλοντι αἰῶνι εἴπωμεν, δεῦτε προφθάσωμεν τὸν κλέπτην τῶν ψυχῶν ἡμῶν· δράμωμεν, ἕως καιρὸν ἔχομεν· στενάξωμεν, μετανοήσωμεν, ἐξυπνισθῶμεν, παρακαλῶ, ἐκ τοῦ ὕπνου τῆς ῥᾳθυμίας ἡμῶν, ἐκ τοῦ βάρους τῶν ἁμαρτιῶν καὶ τῆς ἀμελείας ἡμῶν· ὑψώσωμεν χεῖρας πρὸς τὸν δυνάμενον σῶσαι ἡμᾶς, καὶ εἴπωμεν· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.