Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ σωτηρίας ψυχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η ώρα του θανάτου και η αγωνία της ψυχής

Η οδυνηρή διαδικασία του αποχωρισμού της ψυχής από το σώμα, ο διάλογος με τους αγγέλους και η ματαιότητα της μετάνοιας μετά το τέλος του βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἔστω, ἀγαπητοὶ, κατατρυφῶμεν, ἔστω καὶ πλουτῶμεν πεντήκοντα ἢ καὶ ἑκατὸν ἔτη· καὶ μετὰ ταῦτα νόσος καὶ γῆρας, καὶ μετὰ ταῦτα τί; Ἀδυναμία καὶ θάνατος, καὶ ἡ φρικτὴ ὥρα ἐκείνη ἡ προσδοκωμένη καὶ φριττομένη καὶ ἀμελουμένη. Μέγας φόβος τότε γίνεται, ἀδελφοί· μέγα δὲ ἰδέσθαι ψυχὴν χωριζομένην τοῦ σώματος· μεγάλη ἀνάγκη τῆς ὥρας ἐκείνης, ὅταν ἡ γλῶσσα καθαρῶς τὸν λόγον εἰπεῖν οὐ δύναται, ὅταν στρέφωμεν τοὺς ὀφθαλμοὺς ὧδε καὶ ὧδε συνεχῶς, καὶ τοὺς παρεστῶτας ἡμῖν φίλους καὶ ἀδελφοὺς γνωρίζωμεν, καὶ πρὸς αὐτοὺς φθέγξασθαι οὐ δυνώμεθα. Τῶν θρηνούντων ἡμᾶς ἀκούομεν, καὶ τούτους παραμυθήσασθαι οὐ δυνάμεθα· τὰ τέκνα ὀδυρόμενα καὶ δακρύοντα βλέπομεν καὶ τὸν πόνον αὐτῶν ἔχοντες πορευόμεθα.

Καὶ τί λέγω τέκνα; Ἐν γὰρ τῇ ὥρᾳ ἐκείνῃ οὐκ ἔστι μεριμνῆσαι τέκνων, οὐκ ἀδελφῶν, οὐδὲ ἄλλη φροντὶς συνέχει ἡμᾶς, εἰ μὴ τῶν ἡμετέρων παραπτωμάτων ἔννοια, καὶ τὸ πῶς ἀπαντήσωμεν τῷ κριτῇ, καὶ ποίαν ἀπόφασιν λάβωμεν, καὶ ποῖος ἄρα τόπος δέξεται ἡμᾶς.

Εἶτα ὡς ταῦτα ἐνθυμούμεθα, ἐξαίφνης ἐφίστανται ἡμῖν ἄγγελοι ἀπότομοι. Τότε ἡμεῖς τούτους θεωροῦντες, ἐὰν ἀνευτρέπιστοι εὑρεθῶμεν, πῶς μέλλομεν ταράττεσθαι, καὶ τῆς κλίνης φεύγειν δοκιμάζοντες μὲν, μὴ δυνάμενοι δὲ, προσέχοντες πρὸς αὐτοὺς ἐλεεινοῖς ὀφθαλμοῖς, καὶ στυγνῷ τῷ προσώπῳ παρακαλοῦντες, δυσωποῦντες, ἱκετεύοντες καὶ λέγοντες· Ἐλεήσατέ με, ἄγγελοι καὶ φοβεροὶ παραστάται τοῦ θρόνου τοῦ Θεοῦ, καὶ μή με ἄκαρπον καὶ ἀκάθαρτον πρὸς τὸν Κριτὴν ἀπενέγκητε· μή με ἁμαρτωλὸν τοῦ σώματος χωρίσητε· μὴ, δέομαι, παρακαλῶ, παρακλήθητε, δυσωπήθητε, καὶ ἐάσατέ με ὀλίγον χρόνον μετανοῆσαι, στενάξαι, πενθῆσαι, ἐλεημοσύνας ποιῆσαι, ἐπειδὴ κακῶς τὸν ἐμαυτοῦ βίον ἐδαπάνησα καὶ ἀνήλωσα. Ταῦτα ἀκούσαντες οἱ ἄγγελοι, λέγουσι πρὸς ἡμᾶς· Ὦ ψυχὴ ταλαίπωρε, πάσας τὰς ἡμέρας σου ἐν ἀμελείᾳ ἔζησας, καὶ ἄρτι μετανοῆσαι θέλεις; ὦ ἀθλία ψυχὴ, ὁ ἥλιός σου ἔδυνεν, ὁ χρόνος σου τετέλεσται· ὁ Θεὸς ἐκέλευσεν ἐκ τοῦ σώματός σου χωρίσαι σε. Δεῦρο καὶ καταδικάζου ἐν πυρὶ αἰωνίῳ κατὰ τὰς πράξεις σου· οὐ γὰρ ἔστι σοι λοιπὸν ἐλπὶς σωτηρίας, ἀλλὰ αἰώνιος τιμωρία. Ταῦτα ἀκούσαντες, ἀγαπητοὶ, καὶ πιστεύσαντες, ὅτι ἀληθῆ εἰσι καὶ οὐ μῦθοι, ἀγωνισώμεθα πρὸ τῆς ὥρας ἐκείνης· κἂν ἐσυνηθήσαμεν ἁμαρτάνειν, ἀλλ᾽ ἐκκόψωμεν ταύτας διὰ τῆς μετανοίας.