Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ σωτηρίας ψυχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η βεβαιότητα της κρίσης, το θείο έλεος και η καταληκτήρια δοξολογία

Υπενθύμιση της αιώνιας κολάσεως, προτροπή αποφυγής της απελπισίας με παραδείγματα συγχωρηθέντων αμαρτωλών και τελική ικεσία προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Μὴ πλανηθῶμεν, ἀδελφοὶ, κρίσις ἐστὶ καὶ κόλασις αἰώνιος, πῦρ ἄσβεστον καὶ σκώληξ ἀτελεύτητος, σκότος ἐξώτερον καὶ τάρταρος, βρυγμὸς ὀδόντων καὶ κλαυθμὸς μέγας, ὡς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐμνημόνευσεν· ἀψευδὴς γάρ ἐστιν ὁ εἰπὼν, Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Διὸ φοβηθῶμεν καὶ φρίξωμεν, πάντες οἱ ἐν ἁμαρτίαις ζήσαντες, καὶ σπουδάσωμεν μετὰ τῶν ἁγίων εὐρηθῆναι διὰ τῆς μετανοίας.

Μὴ εἴπῃς, Ἔκλεψα, ἐφόνευσα, ἐπόρνευσα, καὶ οὐ δέχεταί με ὁ Θεός· μηδὲν τούτων εἴπῃς· δέχεται γὰρ πάντας, ὡς τὸν λῃστὴν, ὡς τὸν τελώνην καὶ ὡς τὴν πόρνην· μόνον μὴ ἀπογνῶμεν, παρακαλῶ, μὴ ῥᾳθυμήσωμεν. Κρούσωμεν διὰ μετανοίας καὶ εἴπωμεν· Ἄνοιξον ἡμῖν, Κύριε, τοῖς ἀναξίοις καὶ ἁμαρτωλοῖς· διὰ τὸ ὄνομά σου τὸ ἅγιον μὴ ἀποστραφῇς ἡμᾶς, ἀλλὰ δυσωπήθητι, καὶ μὴ στερήσῃς ἡμᾶς τῆς βασιλείας σου.

Σὺ γὰρ εἶ Θεὸς τῶν ἀπηλπισμένων, καὶ σωτηρία πάντων τῶν καταφευγόντων εἰς σέ· καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.