Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος· καὶ, Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. Ὁμολόγει οὖν Υἱὸν ἄκτιστον, καὶ συνάναρχον Πατρὶ, ἵνα μὴ δῷς καὶ τῷ Πατρὶ ἀρχὴν τοῦ γενέσθαι πατήρ. Εἰ λέγεις συνάναρχον τῷ Πατρὶ τὸν Υἱὸν, πῶς ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱόν; θέλων, ἢ μὴ θέλων; Ἐὰν εἴπωμεν, Θέλων, ἀντιλέγουσιν· Ἰδὲ ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου· πρὶν γὰρ θελῆσαι, φησὶν, οὐκ ἦν ὁ Υἱός· ἐὰν δὲ εἴπωμεν, Μὴ θέλων, λέγουσι· Τυραννεῖται τὸ Θεῖον· πᾶν δὲ τὸ τυραννούμενον οὐ Θεός. Ἡμεῖς δὲ λέγομεν, ὅτι ὥσπερ ὁ ἥλιος τὰς ἀκτῖνας καὶ τὸ φέγγος συναΐδια ἔχει, οὕτως ὁ Πατὴρ Υἱὸν καὶ ἅγιον Πνεῦμα· ἵνα μὴ εἴπωμεν καὶ τὸν Πατέρα ὑπὸ ἀρχήν. Εἰ γὰρ λέγεται ὑπὸ ἀρχὴν, πρὶν ἄρξασθαι τὸν Υἱὸν, οὐκ ἦν ὁ Πατὴρ πατὴρ, κατὰ τὸν σὸν λόγον, καὶ ἀναγκασθήσῃ τὸν Πατέρα ὑπ᾽ ἀρχὴν ποιεῖν ἀσεβῶς· εἰ δὲ μή γε, ἀντεπάγω σοι κἀγώ· Θέλων ὁ Πατὴρ ἐγένετο πατὴρ, ἢ μὴ θέλων; Ἐὰν εἴπῃς, Θέλων, ἰδὲ οὖν, πρὶν θελῆσαι οὐκ ἦν Πατήρ· ἦν οὖν καιρὸς ὅτε οὐκ ἦν πατὴρ ὁ Πατήρ· καὶ αὐτὸς οὖν ἤρξατο τοῦ εἶναι πατήρ· ἐὰν εἴπῃς, Μὴ θέλων, τετυράννηται, Θεὸς δὲ οὐ τυραννεῖται· τὸ γὰρ τυραννούμενον οὐ Θεός. Ὁρᾷς εἰς πόσην ἐμπίπτεις ἀσέβειαν, ἐὰν μὴ ὁμολογήσῃς συνάναρχον καὶ συναΐδιον καὶ συνδημιουργὸν Πατρὸς τὸν Υἱόν; Καὶ πῶς εἴπω συνδημιουργόν; γέγραπται γὰρ, ὅτι Πάντα δι᾽ αὐτοῦ ἐγένετο.