Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς ἁγίας τριάδος

Ἰωάννης ὁ Χρυσόστομος

Θεολογική θεμελίωση της θεότητας του Αγίου Πνεύματος

Παράθεση χωρίων από την Καινή Διαθήκη και το όραμα του Ησαΐα, τα οποία φανερώνουν την παντογνωσία, την αυθεντία και την ομοουσιότητα του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 6

Πνεῦμα ὁ Θεός· Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· καθὼς καὶ ὁ Πέτρος πρὸς τὸν Ἀνανίαν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ δηλῶν ὅτι Θεός ἐστι, φησίν· Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ. Ὁρᾷς ὅτι Θεὸς τὸ Πνεῦμα ᾧ ἐψεύσατο;

Καὶ ὁ Παῦλος λέγει· Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Δηλονότι Θεός ἐστι τὸ Πνεῦμα τὸ οἰκοῦν ἐν ἡμῖν· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· καὶ, Ὁ δεύτερος ἄνθρωπος εἰς Πνεῦμα ζωοποιοῦν· καὶ ἀλλαχοῦ λέγει, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν.

δʹ. Μὴ τολμήσῃς οὖν φθέγξασθαί τι κατὰ τῆς ὁμοουσίου καὶ παντοδυνάμου Τριάδος. Καὶ πάλιν, Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· οὐκ ἔτι, τὸ ἐν αὐτῷ, ἵνα μή τις σύνθετον τὸ Πνεῦμα νομίσῃ. Τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Ναὶ, ἐρευνᾷ μὲν, οὐ καταλαμβάνει δέ· οὐ γὰρ γέγραπται, ὅτι καταλαμβάνει. Πῶς οὖν ἐρευνᾷ; ὡς περίεργον; ὡς ἀλλότριον; ὡς ἀγνοοῦν; Εἰ γὰρ δὴ γέγραπται, Βαθύτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γάρ ἐστι χρεία τῶν κρυπτῶν. Εἰ ἀλλότριόν ἐστι κατὰ τὸν σὸν λόγον, πῶς ἐτόλμα τὰ βάθη τοῦ Θεοῦ ἐρευνᾷν;

Περὶ τοῦ Πατρὸς γέγραπται· Ἐγὼ Θεὸς δοκιμάζων νεφροὺς, καὶ ἐρευνῶν ταμιεῖα κοιλίας. Ἆρα διὰ τὸ μὴ προσκεῖσθαι τὸ, Καταλαμβάνω, ἀγνοεῖν τὸν Πατέρα φήσεις; Εἰ ἀγνοῶν ἐρευνᾷ καὶ δοκιμάζει, ἵνα καὶ περὶ τοῦ προσκυνητοῦ Πνεύματος τοῦτο τολμήσῃς λέγειν; Πῶς εἶπεν, Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς; Ὁρᾷς τὴν ἐξουσίαν· νόει τὴν θεότητα.

Καὶ ὁ Ἄγαβος· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα. οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλήμ. Καὶ οἱ ἀπόστολοι· Ἔδοξε τῷ ἁγίῳ Πνεύματι μηδὲν πλέον τηρεῖν· καὶ πάλιν· Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ εἰς Μυσίαν, ἐπειρῶντο εἰς τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον.

Καὶ πάλιν, ὅτι Τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον, καὶ τὰ ἑξῆς· καὶ ὁ προφήτης· Τὸ Πνεῦμά μου, φησὶν, ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· ὁ δὲ Κύριος, Ὅπου ἐάν εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ· Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους καὶ διακόνους. Ὅρα τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος, καὶ τὴν αὐθεντίαν καὶ τὴν ἐξουσίαν.

Οὐκ ἄρα ἀλλότριον τοῦ Θεοῦ τὸ Πνεῦμα. Εἶδον, φησὶν Ἡσαΐας, τὸν Θεὸν ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ κύκλῳ αὐτοῦ, καὶ τὰ ἑξῆς· καὶ εἶπον· Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα Κύριον σαββαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου· καὶ εἶπε, Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπον· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με. Καὶ εἶπε πρός με (δηλονότι ὁ καθήμενος ἐν τῷ θρόνῳ), Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπέ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.

Τίς ἐστιν ὁ καθήμενος ἐπὶ θρόνου; Ὁ Πατὴρ, φησίν. Ἐὰν δὲ μάθῃς παρὰ τοῦ Παύλου, ὅτι τὸ Πνεῦμά ἐστιν, ὁμολογεῖς αὐτὸ Θεόν; Δεῖξον, φησὶ, καὶ πιστεύω. Ἄκουε λοιπὸν αὐτοῦ λέγοντος· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ Ἡσαΐου τοῦ προφήτου· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπέ· Ἀκοῇ ἀκούσετε, καὶ τὰ ἑξῆς. Παῦλος λέγει, Εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἡσαΐας λέγει, Εἶπε Κύριος σαββαὼθ, ὅτι ἀδιάφορόν ἐστι τῇ Γραφῇ, περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λέγειν. Μηκέτι οὖν λέγε μέγαν καὶ μικρὸν Θεὸν, ἐμπίπτων εἰς Ἑλληνισμόν.