Εἰδὼς οὖν καλῶς τὸ ἀπὸ τῶν θλίψεων τούτων προσγινόμενον τῇ ψυχῇ κέρδος, ἔλεγεν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι· εἶτα ἐπάγει· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν παθήμασιν, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ πρός τινας ἐν Κορίνθῳ διατρίβοντας, καὶ πρὸς τούτους ἀποτεινόμενος μεγαλοφρονοῦντας ἐφ᾽ ἑαυτοῖς, τῶν δὲ λοιπῶν καταψηφιζομένους, τὸν χαρακτῆρα τῆς Ἐπιστολῆς ἀπογράφων, ἀνάγκην ἔσχεν ἐντεῦθεν τῶν καθ᾽ ἑαυτὸν κατορθωμάτων συνθεῖναι ἡμῖν τὴν εἰκόνα, καὶ τοῦτο οὐκ ἀπὸ τῶν σημείων, οὐκ ἀπὸ τῶν θαυμάτων, οὐκ ἀπὸ τῆς τιμῆς, οὐκ ἀπὸ τῆς ἀνέσεως, ἀλλ᾽ ἀπὸ τῶν δεσμωτηρίων, καὶ τῶν δικαστηρίων, καὶ τοῦ λιμοῦ, καὶ τοῦ ψύχους, καὶ τῶν πολέμων, καὶ τῶν ἐπιβουλῶν, οὕτω λέγων αὐτοῖς· Διάκονοι Χριστοῦ εἰσι· παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· καὶ δεικνὺς τὸ, Ὑπὲρ, καὶ τὴν ὑπεροχὴν, φησίν· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, καὶ τὰ ἑξῆς· Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.