Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς κατὰ θεὸν ἀγάπης

Ἰωάννης ὁ Χρυσόστομος

Η θεολογική διάσταση της αγάπης και η συγκατάβαση του Θεού

Η αγάπη ως θεοπρεπές έργο που συνάπτει τα επίγεια με τα επουράνια και καθιστά τους ανθρώπους κοινωνούς του ενός Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Ὅτι θεοπρεπὲς ἔργον ἡ κατὰ Θεὸν ἀγάπη ἐστί. Ἀγάπην τὴν οὐρανοκλίμακα λόγος οὐδεὶς κατ᾽ ἀξίαν ὑμνῆσαι δύναται. Ἀγάπη τοῦ Πατρὸς σύνθρονός ἐστιν, ἀγάπη τὰ ἐπίγεια συνάπτει πρὸς τὰ οὐράνια· περὶ ἧς γλῶττα οὐκ ἐπαρκέσει, οὔτε νοῦς ἐξευρήσει ἐπαξίως δοξάσαι· τὸ δὲ ἔργον αὐτὸ δεικνύει ἡγεμόνα οὖσαν τῆς ἀρίστης πολιτείας τὴν ἀγάπην. Τῇ γὰρ δημιουργίᾳ τοῦ Θεοῦ αὕτη τελείαν περιβάλλει εὐπρέπειαν· αὕτη τῶν πολλῶν εἰς ἑνότητα παιδαγωγὸς, ἡ πρὸς ὁμοιότητα τοῦ ἑνὸς καὶ τοῦ ἁγίου κάλλους τὰ πλήθη τῶν ἀνθρώπων ἐξεικονίζουσα ἀγγέλους καὶ ἀνθρώπους. Μία γὰρ οὖσα μορφὴ πᾶσαν λογικὴν φύσιν μορφοῖ εἰς τὴν τοῦ Θεοῦ ὁμοιότητα· οὐ τοῖς ἀπαλλοτριουμένοις ἀπ᾽ αὐτοῦ, ἀλλὰ τοῖς ὑπ᾽ αὐτοῦ γενησομένοις καὶ συγκεκραμένοις ἐπαναπαύεται.

Πλείους μὲν ὄντες εἰς μίαν οἱ πάντες νενευκότες συμφωνίαν, κάλλιστόν τι καὶ τερπνὸν ἐφ᾽ ἑαυτοῖς ἁρμονίαν ἐκφαίνουσιν. Οὕτω τὰ διὰ τοῦ ἁγίου Πνεύματος πολλὰ καὶ διάφορα ἐνεργήματα, πρὸς μίαν καὶ ἀγαθὴν ὁμοφροσύνην συναγόμενα, θεοειδέστατον καὶ θεοπρεπέστατον κάλλος ἐκφαίνει, τιμιώτατον Θεῷ καὶ τῆς ἁγίας εὐφροσύνης ἄξιον τῆς παρὰ τῷ Δημιουργῷ. Διὰ τὴν ἀγάπην τὴν πρὸς ἀνθρώπους καταβέβηκεν ὁ Θεὸς ἐπὶ τῆς γῆς, καὶ μετὰ τῶν ἀνθρώπων συνανεστράφη, οὐκ ἐν ἀποκρύφῳ καὶ ἀφωρισμένῳ, καθάπερ πρότερον, ἁγιάσματι προσκυνούμενος, ἀλλ᾽ ὁμόσκηνος ἀνθρώποις εἰς ὁμοιότητα καὶ συνδιατριβὴν ἡμετέραν κατελθὼν, ἵνα εἰς τὴν ἑνὸς Πνεύματος οἰκειότητα πάντας προσαγόμενος, ὥσπερ ἓν σῶμα καὶ ἓν πνεῦμα κατασκευάσῃ.