Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς μελλούσης ζωῆς τρυφῆς

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Η υπεροχή των πνευματικών δωρεών

Έπαινος του ζήλου των πιστών για την ακρόαση του θείου λόγου και σύγκριση των άφθαρτων δωρεών της Εκκλησίας με τις φθαρτές κοσμικές τιμές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΜΕΛΛΟΝΤΩΝ Ἀπολαύσεως, καὶ τῆς τῶν παρόντων εὐτελείας. αʹ. Σφοδρὸν τὸ καῦμα, καὶ βαρὺς ὁ αὐχμός· ἀλλὰ τὴν προθυμίαν ὑμῶν οὐκ ἐξέλυσεν, οὐδὲ τὸν πόθον τῆς ἀκροάσεως ἐμάρανε. Τοιοῦτον γὰρ ἀκροατὴς θερμὸς καὶ διεγηγερμένος· τῷ τῆς ἀκροάσεως ἔρωτι νευρούμενος, πάντα ῥᾳδίως ἂν ἐνέγκαι, ὥστε τὴν ἐπιθυμίαν ἐμπλῆσαι ταύτην τὴν καλὴν καὶ πνευματικήν· καὶ οὔτε κρυμὸς, οὔτε αὐχμὸς, οὐ πραγμάτων ὄχλος, οὐ φροντίδων πλῆθος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ὑποσκελίσαι δύναιτ᾽ ἄν· ὥσπερ οὖν τὸν ὕπτιον καὶ ἀναπεπτωκότα οὐκ ἀέρων εὐκρασίαι, οὐ σχολὴ καὶ ἄδεια, οὐ ῥᾳστώνη καὶ ἄνεσις διεγείρειεν ἂν, ἀλλὰ μένει καθεύδων ὕπνον τινὰ πολλῆς κατηγορίας ἄξιον. Ἀλλ᾽ οὐχ ὑμεῖς τοιοῦτοι, ἀλλὰ παρὰ τῶν τὴν πόλιν οἰκούντων ἡμῖν ἀμείνους. Καὶ γὰρ τὸ κεφάλαιον τῆς πόλεως ὑμεῖς, οὕτω συντεταμένοι καὶ νήφοντες, καὶ τοῖς λεγομένοις μετὰ ἀκριβείας παρακολουθοῦντες ἀεί. Τοῦτο ἐμοὶ τὸ θέατρον τῶν βασιλικῶν αὐλῶν σεμνότερον. Ἐκεῖ μὲν γὰρ τὰ διδόμενα, οἷα ἂν ᾖ, τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ θορύβου γέμει καὶ ταραχῆς ἐμπέπλησται· ἐνταῦθα δὲ τοιοῦτον οὐδὲν, ἀλλὰ καὶ ἀσφάλεια πᾶσα, καὶ τιμὴ ταραχῆς ἀπηλλαγμένη, καὶ ἀρχαὶ τέλος οὐκ ἔχουσαι, οὐδὲ αὐτῷ τῷ θανάτῳ διακοπτόμεναι, ἀλλὰ τότε ἀσφαλέστεραι γινόμεναι.