Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς μελλούσης ζωῆς τρυφῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η κλήση στην αγγελική πολιτεία και το παράδειγμα του Χριστού

Η εξύψωση του ανθρώπου μέσω της ενσάρκωσης, η διδασκαλία του Χριστού για τις υψηλές ευαγγελικές εντολές και η έμπρακτη εφαρμογή τους μέσω της πραότητας και της ταπεινοφροσύνης του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ἐπεὶ οὖν πολλοὶ τῶν ἀνθρώπων τῶν νοητῶν ἐκείνων τὰ αἰσθητὰ προετίμων, συνεκλήρωσε τούτοις τὸ ἐπίκηρον καὶ τὸ πρόσκαιρον, ἵνα ταύτῃ τῶν παρόντων ἀπαγαγὼν, τῷ ἔρωτι τῶν μελλόντων μετὰ πολλῆς αὐτοὺς προσδήσῃ τῆς ἀκριβείας. Εἶτα ἐπειδὴ ἀόρατα ἦν ἐκεῖνα καὶ νοερὰ, καὶ ἐν πίστει καὶ ἐν ἐλπίσιν, ὅρα τί ποιεῖ. Παραγενόμενος ἐνταῦθα, καὶ τὴν σάρκα λαβὼν τὴν ἡμετέραν, καὶ τὴν θαυμαστὴν ἐκείνην οἰκονομίαν ἐργασάμενος, ὑπ᾽ ὄψιν ἄγει τὰ μέλλοντα, τὰς παχυτέρας καὶ ταύτῃ πληροφορῶν διανοίας. Ἐπειδὴ γὰρ ἦλθε κομίζων πολιτείαν ἀγγελικὴν, καὶ τὴν γῆν οὐρανὸν ἐργαζόμενος, καὶ ταῦτα ἐπιτάττων, ἃ τοῖς ἀσωμάτοις ἐξωμοίουν δυνάμεσι τοὺς μετιόντας, καὶ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε, καὶ πρὸς τὰς ἐλπίδας ἐκάλει τὰς ἄνω, καὶ μικρὰ σκάμματα διέτεινε, καὶ ὑψηλότερα ἵπτασθαι ἐκέλευσε, καὶ πρὸς αὐτὰς ἀναβαίνειν τῶν οὐρανῶν τὰς ἁψῖδας, καὶ πρὸς δαίμονας ἀποδύεσθαι, καὶ πρὸς ἅπασαν τοῦ διαβόλου τὴν φάλαγγα παρατάττεσθαι, σῶμα ἔχοντας, σαρκὶ συμπεπλεγμένους, καὶ τὰ σώματα νεκροῦν, καὶ τῶν παθῶν ἐξορίζειν τὸν θόρυβον, καὶ τὴν σάρκα ἁπλῶς περικεῖσθαι, τὴν ἅμιλλαν δὲ πρὸς τὰς ἀσωμάτους δυνάμεις τείνασθαι.

δʹ. Ἐπειδὴ ταῦτα ἐπέταξεν, ὅρα τί ποιεῖ, πῶς εὔκολον τὸν ἀγῶνα ἐργάζεται. Μᾶλλον δὲ, εἰ δοκεῖ, πρότερον εἴπωμεν τῶν ἐπιταγμάτων τὸ μέγεθος, καὶ πῶς ὑψηλὸν τὸ πτερὸν κατεσκεύαζε, καὶ τῆς ἀνθρωπίνης σχεδὸν ἐξοικίζων φύσεως, πρὸς οὐρανὸν μεθωρμίσθαι πάντας ἐκέλευσε. Τοῦ γὰρ νόμου κελεύοντος ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, αὐτός φησιν· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Οὐκ εἶπε, φέρε γενναίως μόνον καὶ πράως τὴν παροινίαν, ἀλλὰ καὶ πρόϊθι περαιτέρω τὴν φιλοσοφίαν, καὶ μείζονα παρασκευάζου πάσχειν, ἢ ἐκεῖνος ποιῆσαι ἐπιθυμεῖ· τῇ δαψιλείᾳ τῆς φιλοσοφίας νίκησον αὐτοῦ τὸ προπετὲς τῆς παροινίας, ἵνα αἰδεσθείς σου τὴν ὑπερβάλλουσαν ἐπιείκειαν, ἀναχωρήσῃ.

Καὶ πάλιν φησίν· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Τὴν περὶ τῆς παρθενίας πάλιν εἰσήγαγε συμβουλὴν λέγων· Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Ἐπειδὴ γὰρ ἐκ παραδείσου τὸ πρᾶγμα ἀπέπτη, καὶ μετὰ τὴν παρακοὴν ἀνεχώρησε κατιὼν ἐκ τοῦ οὐρανοῦ, πάλιν αὐτὴν ἐπανήγαγε, καθάπερ φυγάδα πρὸς τὴν ἀρχαίαν ἐπαναγαγὼν πατρίδα, καὶ τῆς μακρᾶς ἐξορίας ἀπαλλάττων· καὶ ἐλθὼν πρῶτον ἐκ παρθένου ἐτίκτετο, καὶ τοὺς τῆς φύσεως ἐκίνει νόμους, ἐκ προοιμίων τιμῶν αὐτὴν, καὶ μητέρα τὴν παρθένον ἀποφαίνων.

Ἐπειδὴ τοίνυν παραγενόμενος τοιαῦτα ἐπέταττε, καὶ ὑψηλὴν τὴν πολιτείαν εἰργάζετο, ἄξια καὶ τὰ ἔπαθλα τῶν πόνων ἐδίδου, μᾶλλον δὲ πολλῷ μείζονα καὶ ὑψηλότερα. Ἀλλ᾽ ἦν καὶ ταῦτα ἀόρατα, καὶ ἐν ἐλπίσι καὶ ἐν πίστει καὶ ἐν προσδοκίᾳ τῇ τῶν μελλόντων.

Ἐπεὶ οὖν τὰ μὲν ἐπιτάγματα ἐπίπονα καὶ ὑψηλὰ, τὰ δὲ ἔπαθλα καὶ τὰ βραβεῖα ἐν πίστει, ὅρα τί ποιεῖ· πῶς εὔκολον τὸν ἀγῶνα ἐργάζεται· πῶς ῥᾴδια τὰ σκάμματα. Πῶς καὶ τίνι τρόπῳ; Δύο δὴ ταύταις ὁδοῖς· μιᾷ μὲν, τὸ αὐτὸν αὐτὰ μετελθεῖν· ἑτέρᾳ δὲ, τὸ αὐτὸν δεῖξαι τὰ βραβεῖα καὶ ὑπ᾽ ὄψιν ἀγαγεῖν. Τῶν γὰρ ἀπ᾽ αὐτοῦ λεγομένων τὰ μὲν ἐντολὴ ἦν, τὰ δὲ ἔπαθλα· ἐντολὴ μὲν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων· ἔπαθλον δὲ, Ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Πάλιν, Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Εἶδες τὸ μὲν, ἐντολὴν, τὸ δὲ, ἔπαθλον; Πάλιν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ. Εἶδες ἄλλην ἐντολὴν, καὶ ἔπαθλον; Τὸ μὲν γὰρ αὐτοὺς ἐκέλευσε ποιεῖν, τὸ δὲ αὐτὸς ἡτοίμασεν, ὅπερ ἦν μισθὸς καὶ ἀντίδοσις. Καὶ πάλιν, Ὅστις ἀφῆκεν οἰκίας καὶ ἀδελφοὺς, καὶ ἀδελφάς· τοῦτο ἐντολή· Ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει· τοῦτο βραβεῖον καὶ στέφανος.

εʹ. Ἐπεὶ οὖν καὶ τὰ ἐπιτάγματα μεγάλα ἦν, καὶ τὰ ἔπαθλα αὐτῶν οὐ φαινόμενα, ὅρα τί ποιεῖ· αὐτὸς αὐτὰ διὰ τῶν ἔργων ἐπιδείκνυται, καὶ τοὺς στεφάνους ἐπ᾽ ὄψιν ἄγει. Ὥσπερ γὰρ ὁ κελευόμενος ἀτριβῆ βαδίζειν ὁδὸν, ἐὰν ἴδῃ πρότερόν τινα βαδίσαντα, εὐκολώτερον ἅπτεται, καὶ πλείονα λαμβάνει τὴν προθυμίαν· οὕτω καὶ ἐν ταῖς ἐντολαῖς, οἱ τοὺς προηγουμένους ὁρῶντες, ῥᾳδίως ἕπονται. Ἵν᾽ οὖν εὐκολώτερον ἡ ἡμετέρα φύσις ἀκολουθήσῃ, ταύτην λαβὼν τὴν σάρκα, καὶ τὴν φύσιν τὴν ἡμετέραν, οὕτως αὐτὴν ἐβάδισε, καὶ τὰς ἐντολὰς διὰ τῶν ἔργων ἐπεδείξατο.

Τὸ γὰρ, Ἐάν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, αὐτὸς ἐποίησεν, ὅταν αὐτὸν ἐῤῥάπισεν ὁ δοῦλος τοῦ ἀρχιερέως. Οὐ γὰρ ἠμύνατο αὐτὸν, ἀλλὰ τοσαύτην ἐπιείκειαν ἐπεδείξατο, ὡς εἰπεῖν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Εἶδες πραότητα φρίκης γέμουσαν; εἶδες ταπεινοφροσύνην ἔκπληξιν ἔχουσαν; Ἐτύπτετο, οὐ παρ᾽ ἐλευθέρου τινὸς, ἀλλὰ παρ᾽ οἰκέτου, μαστιγίου, καὶ οἰκοτρίβου, καὶ μετὰ τοσαύτης ἀποκρίνεται τῆς ἐπιεικείας ταῦτα. Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ τοῖς Ἰουδαίοις ἔλεγε· Λαός μου, τί ἐποίησά σοι; ἢ τί σε ἐλύπησα; ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητι. Ὥσπερ αὐτός φησι, Μαρτύρησον περὶ τοῦ κακοῦ, οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ, Ἀποκρίθητί μοι· καὶ ὥσπερ αὐτός φησι, Τί με δέρεις, οὕτω καὶ ὁ Πατὴρ, Τί ἐλύπησά σε, ἢ τί παρηνόχλησα; Πάλιν ἀκτημοσύνην παιδεύων, ὅρα πῶς διὰ τῶν ἔργων αὐτὴν ἐπιδείκνυται λέγων· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Εἶδες ἀκτημοσύνης ἐπίτασιν; Οὐ τράπεζα ἦν αὐτῷ, οὐ λυχνία, οὐκ οἶκος, οὐ δίφρος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἐδίδασκε περὶ τοῦ κακῶς ἀκούοντας φέρειν γενναίως, ὅπερ διὰ τῶν ἔργων ἐπεδείξατο.

Ὅτε γὰρ δαιμονῶντα αὐτὸν ἐκάλουν καὶ Σαμαρείτην, δυνάμενος αὐτοὺς πάλιν ἀπολέσαι, καὶ τῆς ὕβρεως αὐτῶν ἀποτῖσαι δίκην, οὐδὲν ἐποίει τοιοῦτον, ἀλλὰ καὶ εὐηργέτει, καὶ τοὺς δαίμονας αὐτῶν ἀπήλαυνε. Καὶ εἰπὼν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, εἰς τὸν σταυρὸν τοῦτο ἀναβὰς ἐποίησεν.

Ἐπειδὴ γὰρ αὐτὸν ἐσταύρωσαν καὶ προσήλωσαν, κρεμάμενος ἔλεγεν, Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Ταῦτα ἔλεγεν οὐκ ἀτονῶν αὐτὸς ἀφιέναι, ἀλλ᾽ ἡμᾶς παιδεύων εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν. Ἐπειδὴ γὰρ οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργῳ τὴν διδασκαλίαν ἐπεδείκνυτο, διὰ τοῦτο καὶ τὴν εὐχὴν προσέθηκε.

Μηδεὶς τοίνυν τῶν αἱρετικῶν, διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν, ἀσθένειαν καταγινωσκέτω τῶν εἰρημένων· αὐτὸς γάρ ἐστιν ὁ λέγων, Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας. Ἀλλ᾽ ἐπειδὴ παιδεύειν ἐβούλετο (ὁ δὲ παιδεύων οὐ δι᾽ ὧν λέγει μόνον, ἀλλὰ καὶ δι᾽ ὧν ποιεῖ τὴν διδασκαλίαν προάγει), τούτου χάριν καὶ τὴν εὐχὴν προσέθηκεν· ἐπεὶ καὶ τῶν μαθητῶν τοὺς πόδας ἔνιπτεν, οὐχ ὡς ἐλάττων ὢν, ἀλλὰ Θεὸς ὢν καὶ Δεσπότης εἰς τοσοῦτο κατέβη ταπεινοφροσύνης.